»»» Ιωσήφ του Βρυεννίου
Ιωσήφ του Βρυεννίου
Λόγος εἰς τὴν Ἁγίαν καὶ ζωαρχικὴν Τριάδα
Λόγος εἰς τὴν Ἁγίαν καὶ ζωαρχικὴν Τριάδα συνερανισθεὶς ἐκ διαφόρων
πρὸς Αὐτὴν λόγων τοῦ ὁσίου πατρὸς ἡμῶν σοφωτάτου
Ἰωσὴφ τοῦ Βρυεννίου*
* Ἰωσήφ ὁ Βρυέννιος, 14-15ος αἰών. Βαθὺς θεολόγος καὶ δεινὸς ῥήτωρ, μέγας Διδάσκαλος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἀγωνισθεὶς σθεναρῶς κατὰ τῆς Ἑνώσεως μετὰ τῶν Λατίνων, χρηματίσας δὲ διδάσκαλος καὶ καθοδηγητὴς τοῦ μεγάλου προμάχου τῆς Ὀρθοδοξίας Μάρκου τοῦ Εὐγενικοῦ.
Θεὸς ἐμοὶ δόξα καὶ πλοῦτος καὶ καύχημα· Θεὸς τὸ γλυκύτατον καὶ ἥδυστον ὑπὲρ πᾶν πρᾶγμα, πρᾶγμα. Θεὸς τὸ μελέτημα καὶ ἐντρύφημα τοῖς σῳζομένοις χριστιανοῖς· Θεοῦ πνοὴ ἡ ψυχή μου· Θεοῦ πλάσμα τὸ σῶμά μου· Θεοῦ εἰμι ὅλος εἰκών· Θεοῦ θείᾳ χάριτι γένος· θεόθεν μοι τὸ εἶναι, τὸ κινεῖσθαι· θεόθεν τὸ ἀναπνεῖν, θεόθεν τὸ φθέγγεσθαι. Θεῷ καθ᾿ ἑκάστην τὸ πνεῦμά μου παρατίθημι· Θεῷ τὰς εὐχάς μου συνεχῶς προσάγω· Θεῷ καὶ ζῶ, καὶ δουλεύω, καὶ πάρειμι· Θεὸν τὸν μέγαν καὶ ἰσχυρὸν καὶ ζῶντα, πάροχον καὶ συλλήπτορα, καὶ τελεστὴν τῶν καλῶν εὐμοιρῶ· Θεὸν ἐπόπτην, ὧν καὶ νοῶ καὶ λέγω καὶ πράττω, πλουτῶ· Θεὸν κριτὴν φοβερὸν τῶν ἐν ἐμοὶ πεπραγμένων ἐκδέχομαι· καὶ πῶς λοιπὸν ἄλλοθεν ἄρξομαι τοῦ νῦν λόγου, ἀλλ᾿ ἢ ἐκ Θεοῦ;