»»» Θεοκτίστου Στουδίτου
Θεοκτίστου Στουδίτου
Ὁ κανόνας τοῦ Κυρίου Ἡμῶν Ἰησοῦ Χριστοῦ
ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ
Ποίημα Θεοκτίστου μοναχοῦ τοῦ Στουδίτου.
(πρὸ ἑκάστου τροπαρίου ὅλων τῶν ᾠδῶν λέγομεν· «Δόξα Σοι ὁ Θεὸς ἡμῶν, δόξα Σοι», πλὴν τῶν Δόξα, καὶ νῦν)
ᾨδὴ α’. Ἦχος β’. Ἐν βυθῷ κατέστρωσε.
Ἰησοῦ γλυκύτατε Χριστέ, Ἰησοῦ μακρόθυμε,
τὰ τῆς ψυχῆς μου θεράπευσον τραύματα Ἰησοῦ
καὶ γλύκανον τὴν καρδίαν μου Πολυέλεε δέομαι Ἰησοῦ Σωτήρ μου,
ἵνα μεγαλύνω Σε σῳζόμενος.
Ἰησοῦ γλυκύτατε Χριστέ,
Ἰησοῦ διάνοιξον τῆς μετανοίας μοι πύλας Φιλάνθρωπε Ἰησοῦ
καὶ δέξαι με Σοὶ προσπίπτοντα,
καὶ θερμῶς ἐξαιτούμενον, Ἰησοῦ Σωτήρ μου,
τῶν πλημμελημάτων τὴν συγχώρησιν.