Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Παλαιά Διαθήκη / Μαλαχίας / Μαλαχίας Κεφ. 04

Μαλαχίας Κεφ. 04


Κεφάλαια

01 · 02 · 03 · 04

1 Διότι ἰδοὺ ἡμέρα Κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς, καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη, καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη, λέγει Κύριος παντοκράτωρ, καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ρίζα οὐδὲ κλῆμα. 2 καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ, καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα. 3 καὶ καταπατήσετε ἀνόμους, διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ, ᾗ ἐγὼ ποιῶ, λέγει Κύριος παντοκράτωρ. 4 καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, 5 ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην. 6 μνήσθητι νόμου Μωσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρὴβ πρὸς πάντα τὸν Ἰσραὴλ προστάγματα καὶ δικαιώματα.



Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

περισσότερα