Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ομιλία 34


Ομιλίες

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50

Ὥσπερ οἱ σωματικοὶ ὀφθαλμοὶ τηλαυγῶς πάντα βλέπουσιν, οὕτω καὶ ταῖς ψυχαῖς τῶν ἁγίων φανερὰ καὶ ὁρατά ἐστι τὰ κάλλη τῆς θεότητος, εἰς ἃ συγκιρνῶνται καὶ φρονοῦσι Χριστιανοί. Ἀλλὰ τοῖς σωματικοῖς ὀφθαλμοῖς κεκάλυπται ἡ δόξα ἐκείνη, τῇ ψυχῇ δὲ τῇ πιστευούσῃ τηλαυγῶς ἀποκαλύπτεται, ἣν ὁ Κύριος νεκρωθεῖσαν ἀνιστᾷ ἐκ τῆς ἁμαρτίας, ὥσπερ ἐγείρει καὶ τὰ νεκρὰ σώματα, ἑτοιμάζων αὐτῇ οὐρανὸν καινὸν καὶ γῆν καινὴν καὶ ἥλιον δικαιοσύνης, διδοὺς αὐτῇ πάντα ἐκ τῆς αὐτοῦ θεότητος. Ἔστι κόσμος ἀληθινὸς καὶ γῆ ζῶσα καὶ ἄμπελος καρποφόρος καὶ ἄρτος ζωῆς καὶ ὕδωρ ζῶν, καθὼς γέγραπται· πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων, καὶ πάλιν· «ἀνατελεῖ τοῖς φοβουμένοις τὸν Κύριον ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ», καὶ ὁ Κύριος εἶπεν· ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ πάλιν· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς, καὶ πάλιν· «ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον». Ἡ γὰρ ἔλευσις τοῦ Κυρίου πᾶσα διὰ τὸν ἄνθρωπον γεγένηται τὸν τεθανατωμένον ἐν τάφῳ σκότους, ἁμαρτίας, Πνεύματος ἀκαθάρτου καὶ δυνάμεων πονηρῶν, ἵνα ἐν τῷ αἰῶνι τούτῳ νῦν ἀναστήσῃ καὶ ζωοποιήσῃ τὸν ἄνθρωπον καὶ καθαρίσῃ ἀπὸ πάσης μελανίας καὶ φωτίσῃ αὐτὸν τῷ ἰδίῳ φωτὶ καὶ ἀμφιάσῃ αὐτὸν τὰ ἑαυτοῦ ἐνδύματα τῆς θεότητος τὰ οὐράνια. Ἐν δὲ τῇ ἀναστάσει τῶν σωμάτων, ὧν προανέστησαν καὶ προεδοξάσθησαν αἱ ψυχαί, τότε καὶ τὰ σώματα συνδοξάζονται καὶ φωτίζονται τῇ ἀπὸ τοῦ νῦν πεφωτισμένῃ καὶ δεδοξασμένῃ ψυχῇ· ἔστι γὰρ αὐτῶν οἶκος καὶ σκηνὴ καὶ πόλις ὁ Κύριος. «Τὸ οἰκητήριον δὲ τὸ ἐξ οὐρανοῦ» τὸ ἀχειροποίητον περιβέβληνται, δόξαν φωτὸς θεϊκοῦ, ὡς τέκνα φωτὸς γενόμενοι. Οὐ προσέξουσιν ἀλλήλοις ὀφθαλμῷ πονηρῷ· πονηρία γὰρ ἐξήρθη. «Οὐκ ἔστιν ἐκεῖ ἄρσεν καὶ θῆλυ, δοῦλος καὶ ἐλεύθερος», εἰς θεϊκὴν γὰρ φύσιν ἅπαντες μεταβάλλονται, Χριστοὶ καὶ θεοὶ καὶ τέκνα Θεοῦ γενόμενοι. Ἐκεῖ ἀνεπαισχύντως τότε λαλήσει εἰρήνην ἀδελφὸς ἀδελφῇ· ἓν γάρ εἰσιν ἐν Χριστῷ πάντες καὶ πᾶσαι. Ἐν ἑνὶ φωτὶ ἀναπαυόμενοι προσέξει ἕτερος τῷ ἑτέρῳ, καὶ ἐν τῷ προσέχειν εὐθέως πάλιν εἰς ἀλήθειαν ἐκλάμψουσιν, εἰς ἀληθινὴν θέαν φωτὸς ἀρρήτου. Οὕτως πολλοῖς σχήμασι καὶ πολλαῖς καὶ ποικίλαις δόξαις θεϊκαῖς ἀλλήλοις ἐνορῶσι, καὶ ἕκαστος ἐκπλήσσεται καὶ ἀγαλλιᾷ ἀγαλλιάσει ἀνεκλαλήτῳ προσέχων τῇ τοῦ ἑτέρου δόξῃ. Ὁρᾷς πῶς αἱ τοῦ Θεοῦ δόξαι ἄφραστοί εἰσι καὶ ἀκατάληπτοι, φωτὸς ἀρρήτου καὶ ἀϊδίων μυστηρίων καὶ ἀναριθμήτων ἀγαθῶν ὑπάρχουσαι. Ὥσπερ γὰρ ἐν τοῖς φαινομένοις τὰ τῆς γῆς φυτὰ ἢ σπέρματα ἢ ἄνθη ποικίλα ἀδύνατόν τινι καταλαβεῖν ἀριθμῷ καὶ τὸν πάντα πλοῦτον τῆς γῆς ἀμήχανόν τινι μετρῆσαι ἢ ἐπίστασθαι, ἢ ὥσπερ ἐν τῇ θαλάσσῃ τὰ ἐν αὐτῇ ζῷα ἢ τὸν ἀριθμὸν ἢ τὰ γένη ἢ τὴν διαφορὰν ἢ τὸ μέτρον τοῦ ὕδατος αὐτῆς ἢ τὸ μέτρον τοῦ τόπου αὐτῆς ἀδύνατόν τινι τῶν ἀνθρώπων καταλαβεῖν, ἢ ὥσπερ ἐν τῷ ἀέρι τὸν ἀριθμὸν τῶν πετεινῶν ἢ τὰ γένη ἢ τὴν ποικιλίαν ἀδύνατον γνῶναι, ἢ ὥσπερ τὸ τοῦ οὐρανοῦ μέγεθος ἢ τὰς θέσεις τῶν ἄστρων ἢ τὸν δρόμον αὐτῶν ὥς ἐστιν ἀδύνατον καταλαβεῖν, οὕτως ἐστὶν ἀδύνατον εἰπεῖν ἢ διαγορεῦσαι τὸν πλοῦτον τῶν Χριστιανῶν τὸν ἀπέραντον καὶ ἀκατάληπτον. Εἰ γὰρ τὰ κτίσματα ταῦτα τοσοῦτον ἄπειρα καὶ ἀκατάληπτα τοῖς ἀνθρώποις τυγχάνει, πόσῳ μᾶλλον ὁ κτίσας καὶ κατασκευάσας αὐτά. Ὀφείλει οὖν τις μᾶλλον ἀγαλλιαθῆναι καὶ χαρῆναι, ὅτι τοσοῦτος πλοῦτος καὶ κληρονομία τοῖς Χριστιανοῖς ἡτοίμασται, ὥστε μηδένα δυνηθῆναι εἰπεῖν ἢ ἐξαγορεῦσαι. Μετὰ πάσης οὖν σπουδῆς καὶ ταπεινοφροσύνης προσελθεῖν δεῖ ἐπὶ τὸν ἀγῶνα τῶν Χριστιανῶν καὶ λαβεῖν ἐκεῖνον τὸν πλοῦτον· κληρονομία γὰρ καὶ μερὶς τῶν Χριστιανῶν αὐτός ἐστιν ὁ Θεός· «Κύριος» γάρ φησι «μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου». Δόξα τῷ ἑαυτὸν διδόντι καὶ συγκιρνῶντι τὴν ἁγίαν φύσιν αὐτοῦ ταῖς ψυχαῖς τῶν Χριστιανῶν εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.