Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

Ομιλία 50


Ομιλίες

01 · 02 · 03 · 04 · 05 · 06 · 07 · 08 · 09 · 10 · 11 · 12 · 13 · 14 · 15 · 16 · 17 · 18 · 19 · 20 · 21 · 22 · 23 · 24 · 25 · 26 · 27 · 28 · 29 · 30 · 31 · 32 · 33 · 34 · 35 · 36 · 37 · 38 · 39 · 40 · 41 · 42 · 43 · 44 · 45 · 46 · 47 · 48 · 49 · 50

Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἢ ὁ Θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τοῦ οὐρανοῦ αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ λόγος τοῦ Θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς. Καὶ πάλιν εἶπε, καὶ ἠνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν καὶ κατῆλθεν ὁ ὑετός. Ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις. Καὶ πάλιν εἶπε, καὶ ἐγένετο ῥάβδος. Ἔλαβεν ἀπὸ καμίνου τέφραν καὶ ἐσκόρπισε, καὶ ἐγένοντο ἕλκη. Καὶ πάλιν ἐπέταξε, καὶ ἐγένοντο σκνίπες καὶ βάτραχοι. Ἆρα ταῦτα φύσις ἀνθρώπων ποιεῖν ἠδύνατο; Εἶπε τῇ θαλάσσῃ, καὶ ἐμερίσθη· τῷ ποταμῷ, καὶ μετεβλήθη εἰς αἷμα. Ἀλλὰ δηλονότι οὐρανία δύναμις ᾤκει ἐν τῷ νῷ αὐτοῦ, καὶ διὰ Μωσέως ἐποίει τὰ σημεῖα ταῦτα.

Ὁ ∆αβὶδ πῶς ἄνευ ὅπλου ἠδύνατο μετὰ τοιούτου γίγαντος συμβαλεῖν εἰς πόλεμον; Καὶ ὅτε ἔρριψε τὸν λίθον κατὰ τοῦ ἀλλοφύλου, διὰ τῆς χειρὸς ∆αβὶδ χεὶρ Θεοῦ ὡδήγει τὸν λίθον, καὶ αὐτὴ ἡ θεία δύναμις ἀπέκτεινεν αὐτὸν ποιήσασα τὴν νίκην· οὐ γὰρ ∆αβὶδ ἠδύνατο, ἀσθενὴς ὢν τῷ σώματι.

Ἰησοῦς ὁ τοῦ Ναυῆ ὅτε ἀπῆλθεν εἰς Ἰεριχώ, περιεκαθέσθη ἑπτὰ ἡμέρας μηδὲν δυνάμενος ποιῆσαι τῇ ἰδίᾳ φύσει, ἀλλ' ὅτε ὁ Θεὸς ἐκέλευσε, τὰ τείχη ἀφ' ἑαυτῶν κατέπεσε. Καὶ ὅτε εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, λέγει αὐτῷ ὁ Κύριος· «ἄπελθε εἰς πόλεμον». Ἀπεκρίθη Ἰησοῦς· «ζῇ Κύριος, οὐ μὴ ἀπέλθω ἄνευ σοῦ». Καὶ τίς ἐστιν ὁ ἐπιτάξας τῷ ἡλίῳ στῆναι ἄλλας δύο ὥρας ἐν τῇ συμβολῇ τοῦ πολέμου; Ἡ φύσις αὐτοῦ μόνη ἢ ἡ συνοῦσα αὐτῷ δύναμις; Καὶ Μωϋσῆς ὅτε συνέβαλε τῷ Ἀμαλήκ, εἰ μὲν ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν πρὸς τὸν Θεόν, ἐπάτει τὸν Ἀμαλήκ· εἰ δὲ ἔκλινε τὰς χεῖρας, ὁ Ἀμαλὴκ περιεγίνετο.

Σὺ δὲ ἀκούων ταῦτα γινόμενα, μὴ μακράν σου ἀπέλθῃ ὁ νοῦς, ἐπειδὴ ἐκεῖνα τύπος ἦν καὶ σκιὰ τῶν ἀληθινῶν πραγμάτων. Ἀνάλαβε οὖν εἰς ἑαυτὸν ταῦτα. Ὅτε γὰρ ἐκτείνῃς τὰς χεῖρας τοῦ νοός σου καὶ τοὺς λογισμοὺς εἰς τὸν οὐρανόν, καὶ θελήσεις προσκολληθῆναι τῷ Κυρίῳ, κατώτερος τῶν λογισμῶν σου γίνεται ὁ σατανᾶς. Καὶ ὥσπερ εἰς Ἰεριχὼ τὰ τείχη ἔπεσον διὰ δυνάμεως Θεοῦ, οὕτω καὶ νῦν τὰ τείχη τῆς κακίας τὰ κωλύοντά σου τὸν νοῦν καὶ αἱ πόλεις τοῦ σατανᾶ καὶ οἱ ἐχθροί σου ἐξολοθρεύονται διὰ δυνάμεως Θεοῦ.

Οὕτως ἐν τῇ σκιᾷ Θεοῦ δύναμις ἀδιαλείπτως συνῆν τοῖς δικαίοις, ποιοῦσα θαυμάσια φανερά, καὶ ἔσωθεν δὲ ἐν αὐτοῖς ᾤκει ἡ θεία χάρις. Ὁμοίως καὶ εἰς τοὺς προφήτας ἐνήργει καὶ διηκόνει τὸ πνεῦμα ἐν ταῖς ψυχαῖς αὐτῶν τοῦ προφητεύειν καὶ λαλεῖν, ὅτε χρεία ἦν πράγματα μεγάλα εἰπεῖν τῷ κόσμῳ. Οὐ γὰρ πάντοτε ἐλάλουν, ἀλλ' ὅτε ἤθελε τὸ ἐν αὐτοῖς Πνεῦμα· πλὴν ἡ δύναμις πάντοτε συνῆν. Εἰ οὖν εἰς τὴν σκιὰν τοσοῦτον ἐξεχύθη τὸ Πνεῦμα τὸ ἅγιον, πόσῳ μᾶλλον εἰς τὴν καινὴν διαθήκην, εἰς τὸν σταυρόν, εἰς τὴν ἔλευσιν τοῦ Χριστοῦ, ὅπου ἐγένετο ἡ ἔκχυσις καὶ ἡ μέθη τοῦ Πνεύματος. Ἐκχεῶ γάρ φησιν ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. Τοῦτό ἐστιν ὃ εἶπεν αὐτὸς ὁ Κύριος ὅτι «μεθ' ὑμῶν ἔσομαι ἕως τῆς συντελείας τοῦ αἰῶνος». «Πᾶς γὰρ ὁ ζητῶν εὑρίσκει». «Εἰ» γάρ φησιν «ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν Αὐτόν», δυνάμει καὶ πληροφορίᾳ πολλῇ κατὰ τὸν Ἀπόστολον.

Τὰ οὖν τοιαῦτα μέτρῳ καὶ χρόνῳ καὶ κόπῳ πολλῷ καὶ ὑπομονῇ καὶ φιλίᾳ τῇ πρὸς αὐτὸν εὑρίσκεται, «γυμναζομένων τῶν αἰσθητηρίων τῆς ψυχῆς», κατὰ τὸ εἰρημένον, διὰ «καλοῦ τε καὶ κακοῦ», δηλαδὴ διά τε τῶν μηχανῶν καὶ ἐπιβουλῶν καὶ πολυτρόπων περιστάσεων καὶ ἐνεδρῶν τῆς κακίας, ὁμοίως δὲ καὶ διὰ τῶν διαφόρων χαρισμάτων καὶ ποικίλων ἀντιλήψεων τῆς ἐνεργείας καὶ δυνάμεως τοῦ Πνεύματος. Ὁ γὰρ γνωρίζων τὴν ἐπιβουλὴν τῆς κακίας διὰ τῶν παθῶν μιαίνουσαν τὸν ἔσω ἄνθρωπον καὶ μὴ ἐπιγινώσκων ἐν αὐτῷ τὴν ἀντίληψιν τοῦ Ἁγίου Πνεύματος τῆς ἀληθείας ἐνδυναμοῦσαν αὐτοῦ τὴν ἀσθένειαν καὶ ἀνανεοῦσαν τὴν ψυχὴν ἐν ἀγαλλιάσει καρδίας, ὁ τοιοῦτος ἐν ἀδιακρισίᾳ πορεύεται, μὴ γνωρίζων ἀκμὴν τὴν πολύτροπον οἰκονομίαν τῆς τοῦ Θεοῦ χάριτος καὶ εἰρήνης.

Καὶ πάλιν δὲ ὁ βοηθούμενος ὑπὸ τοῦ Κυρίου καὶ εὑρισκόμενος ἐν εὐφροσύνῃ πνευματικῇ καὶ χαρίσμασιν ἐπουρανίοις, ἐὰν νομίσῃ μηκέτι ἀδικεῖσθαι ὑπὸ τῆς ἁμαρτίας, ἀπατᾶται κλεπτόμενος, μὴ διακρίνων τὴν λεπτότητα τῆς κακίας καὶ μὴ συνιὼν τὴν κατὰ μέρος γινομένην τῆς νηπιότητος αὔξησιν καὶ τελειότητα ἐν Χριστῷ διὰ γὰρ τῆς ἐπιχορηγίας τοῦ Ἁγίου καὶ θεϊκοῦ Πνεύματος.

Ὁμοῦ τε καὶ ἡ πίστις αὐξανομένη εἰς προκοπὴν ἔρχεται καὶ πᾶν ὀχύρωμα πονηρῶν λογισμῶν κατὰ μέρος χωρεῖ εἰς καθαίρεσιν παντελῆ.

Ἐρευνᾶν οὖν ὀφείλει ἕκαστος ἡμῶν, εἰ εὗρεν ἐν τῷ ὀστρακίνῳ τούτῳ σκεύει τὸν θησαυρόν, εἰ ἐνεδύσατο τὴν πορφύραν τοῦ Πνεύματος, εἰ εἶδε τὸν βασιλέα καὶ ἀνεπάη, ἐγγύτατος αὐτοῦ γενόμενος, εἴ τε ἀκμὴν εἰς τοὺς ἐξωτάτους οἴκους διακινεῖ. Ἡ γὰρ ψυχὴ ἔχει μέλη πολλὰ καὶ βάθος πολύ, καὶ λοιπὸν ἡ ἁμαρτία ἐπεισελθοῦσα κατέσχεν αὐτῆς ὅλα τὰ μέλη καὶ τὰς νομὰς τῆς καρδίας. Εἶτα ἐπιζητοῦντος τοῦ ἀνθρώπου ἔρχεται ἡ χάρις πρὸς αὐτὸν καὶ κατέχει δύο μέλη τῆς ψυχῆς ἴσως. Ὁ οὖν ἄπειρος παρακαλούμενος ὑπὸ τῆς χάριτος νομίζει, ὅτι ἐλθοῦσα ἡ χάρις ὅλα τὰ μέλη τῆς ψυχῆς κατέσχε καὶ ἐξερριζώθη ἡ ἁμαρτία. Τὸ πλεῖστον δὲ μέρος ὑπὸ τῆς ἁμαρτίας κρατεῖται καὶ ἓν μέρος ὑπὸ τῆς χάριτος, καὶ ὑποκλέπτεται καὶ οὐκ οἶδε. ∆ιὰ πλειόνων δὲ ἔτι περὶ τούτων ἔχοντες ἐπιστεῖλαι τῇ διαθέσει τῆς ὑμετέρας εἱλικρινείας δι' ὀλίγων ἐδώκαμεν ὑμῖν ἀφορμὴν ὡς συνετοῖς ἀνδράσιν, ἵνα ἐπεργασάμενοι καὶ ἐξερευνήσαντες τὴν τῶν λόγων δύναμιν συνετώτεροι γένησθε ἐν Κυρίῳ, καὶ τὴν ἁπλότητα τῆς καρδίας ὑμῶν αὐξάνητε ἐν τῇ Αὐτοῦ χάριτι καὶ δυνάμει τῆς ἀληθείας, ἵνα μετὰ πάσης ἀσφαλείας ἀντεχόμενοι τῆς ἑαυτῶν σωτηρίας καὶ ῥυσθέντες ἀπὸ πάσης περιεργίας καὶ δολιότητος τοῦ ἀντικειμένου καταξιωθῆτε ἄπτωτοι καὶ ἀκατάγνωστοι εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.