»»» Παλαιά Διαθήκη / Παραλειπομένων Β᾿
Λέγω ὑμῖν· Πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε· καὶ ἔσται ὑμῖν. Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴτι ἔχετε κατὰ τινος· ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
Ἔγειρε, μὴ φοβοῦ, στήθι·
πάλιν δεύρο,
οὐκ ὀνειδίζω σε,
οὐ βδελύσσομαι,
οὐκ ἀποῤῥίπτω,
οὐδὲ σκληρύνω τὸ ἐμὸν πλάσμα,
τὸ ἐμὸν τέκνον,
τὴν ἐμὴν εἰκόνα,
ὅν οἰκείαις χερσί διέπλασα ἄνθρωπον καὶ ἐφόρεσα,
ὑπὲρ οὗ τὸ αἷμα ἐξέχεα,
οὐκ ἀποστρέφομαι πρός με ἐρχόμενον τὸ λογικόν μου πρόβατον, τὸ ἀπολωλός,
οὐ δύναμαι μὴ ἀποδοῦναι τὴν προτέραν εὐγένειαν,
οὐ δύναμαι μὴ συναριθμῆσαι τοῖς ἐνενήκοντα ἐννέα προβάτοις·
διά γὰρ τοῦτο καὶ μόνον ἐπί τῆς γῆς κατελήλυθα καὶ τὸν λύχνον ἀνῆψα,
τὴν σάρκα μου τὴν οἰκείαν καὶ τὴν οἰκίαν ἐσάρωσα καὶ τὰς φίλας Δυνάμεις τὰς οὐρανίους συνεκαλεσάμην ἐπευφρανθῆναι τῇ τούτου εὑρέσει. περισσότερα »»»
Ο Ντοστογιέφσκυ, στους "Αδελφούς Καραμαζώφ", μιλά για την κόλαση. Λέει πως η κόλαση μπορεί να συνοψιστεί σε δύο λέξεις: «πολύ αργά!» Μόνο η μνήμη του θανάτου μας επιτρέπει να ζήσουμε αυτό που δεν θα έπρεπε ποτέ να αντιμετωπίσουμε υπό το βάρος αυτής της φοβερής συνειδητοποίησης: είναι πολύ αργά. Λέξεις ή χειρονομίες που θα μπορούσαν να γεμίσουν μια σχέση δεν μπορούν πλέον να λεχθούν ή να πραγματοποιηθούν. Αυτό δεν σημαίνει ότι δεν μπορεί να γίνει αυτό στο τέλος, αλλά ότι δεν μπορεί να γίνει παρά μόνο μ' έναν άλλο τρόπο, με πολύ πόνο. »»»
Πολλὰ τὰ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον· ἀλλ' οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν· ἐπὶ γὰρ τῆς πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα, πέτραν διαλῦσαι οὐ δύναται· ἐγειρέσθω τὰ κύματα, τοῦ Ἰησοῦ τὸ πλοῖον καταποντίσαι οὐκ ἰσχύει. Τί δεδοίκαμεν, εἰπέ μοι; Τὸν θάνατον; Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀλλ' ἐξορίαν, εἰπέ μοι; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλὰ χρημάτων δήμευσιν; Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲν ἐξενεγκεῖν δυνάμεθα· καὶ τὰ φοβερὰ τοῦ κόσμου ἐμοὶ εὐκαταφρόνητα, καὶ τὰ χρηστὰ καταγέλαστα. Οὐ πενίαν δέδοικα, οὐ πλοῦτον ἐπιθυμῶ· οὐ θάνατον φοβοῦμαι, οὐ ζῆσαι εὔχομαι, εἰ μὴ διὰ τὴν ὑμετέραν προκοπήν. ∆ιὸ καὶ τὰ νῦν ὑπομιμνήσκω, καὶ παρακαλῶ τὴν ὑμετέραν θαῤῥεῖν ἀγάπην.
Ἁγίου Ἰωάννου Χρυσοστόμου
Κύριε Ἰησοῦ Χριστέ, τὸ πλήρωμα τῆς ἀληθείας, ἂς ἀνατείλῃ εἰς τὰς καρδίας ἡμῶν ἡ ἀλήθειά σου, ὅπως ἐν γνώσει περιπατήσωμεν κατὰ τὸ πανάγιόν σου θέλημα τὴν εὐθεῖάν σου ὁδόν.
Γίνου ἀμαθὴς καὶ ἰδιώτης ἐν τῇ σοφίᾳ σου, καὶ ὄχι σοφὸς ἐν τῇ ἀμαθείᾳ σου καὶ ἐὰν ἡ ταπείνωσις ὑψοῖ τὸν ἁπλοῦν καὶ ἀμαθῆ, πόσης ἄραγε τιμῆς γενήσεται πρόξενος εἰς τοὺς τιμίους καὶ σοφοὺς ἀνθρώπους;
Ἐμαυτὸν ἡδοναῖς κατερρύπωσα,
καὶ ψυχῆς τὸ ὡραῖον ἠτίμωσα.
Σαρκικοῖς ἐδουλώθην φρονήμασι,
καὶ τὴν πρὶν δεσποτείαν μου ὤλεσα.
Τοῦ ἐχθροῦ συμβουλεύοντος ἤκουσα,
καὶ παθῶν ἀνετύπωσα εἴδωλα.
Τῆς γαστρὸς τὰς ὀρέξεις ἐτέλεσα,
καὶ τοῦ νοῦ τὸ φαιδρὸν ἀπημαύρωσα.
Ἐν τιμῇ ὢν γνησίας υἱότητος,
ἀνοήτοις ὡμοίωμαι κτήνεσι,
καὶ φρικτὸς ἔχει φόβος καὶ τρόμος με,
τὴν τομὴν τοῦ θανάτου προβλέποντα
ἐρχομένην ἀδήλως εἰς ἅπαντας,
ἐμαυτὸν ἀδιόρθωτον ἔχοντα.
Ἐκ βαθέων κραυγάζω Σοι, Κύριε,
καὶ στενάζων προσπίπτω σὺν δάκρυσιν.
Ἵλεώς μοι γενοῦ καὶ φιλάνθρωπος,
τῷ ἐν Σοὶ τὰς ἐλπίδας μου ἔχοντι.
Τὴν ὀργὴν ἐκφυγεῖν με τὴν μέλλουσαν
τῆς ἐκεῖ κατακρίσεως ποίησον.
Τὴν λιθώδη ψυχήν μου εὐδόκησον
ἀρεταῖς ἐποφθῆναι πολύτεκνον.
Λογισμοὺς τοὺς ἀκάρπους μου ἔκτιλον
ἐν πυρὶ τοῦ Ἁγίου Σου Πνεύματος.
Μὴ ὡς δένδρον ἐκκόψῃς με ἄκαρπον,
καὶ εἰς πῦρ ἀποπέμψῃς τὸ ἄσβεστον.
Μὴ φλογὸς ὕλην δείξῃς με ἄχυρον,
ἀλλ' ὡς σῖτον, Θεέ μου, εἰσάγαγε.
...
περισσότερα
24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019
24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019
24 Ώρες στα Βήματα του Χριστού 27/04/2019
ΕΚΤΟΣ ΑΝ ΟΡΙΖΕΤΑΙ ΔΙΑΦΟΡΕΤΙΚΑ, Η ΑΝΑΔΗΜΟΣΙΕΥΣΗ ΤΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ, ΧΩΡΙΣ ΠΕΡΙΚΟΠΕΣ ΠΟΥ ΠΙΘΑΝΟΝ ΝΑ ΤΟ ΑΛΛΟΙΩΝΟΥΝ, ΕΙΝΑΙ ΕΛΕΥΘΕΡΗ.
ΔΕΝ ΕΠΙΤΡΕΠΕΤΑΙ Η ΕΜΠΟΡΙΚΗ ΧΡΗΣΗ ΤΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ. WWW.ORTHODOXFATHERS.COM