»»» Παλαιά Διαθήκη / Σοφία Σολομώντος
Λέγω ὑμῖν· Πάντα ὅσα ἂν προσευχόμενοι αἰτεῖσθε, πιστεύετε ὅτι λαμβάνετε· καὶ ἔσται ὑμῖν. Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴτι ἔχετε κατὰ τινος· ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
Ἔγειρε, μὴ φοβοῦ, στήθι·
πάλιν δεύρο,
οὐκ ὀνειδίζω σε,
οὐ βδελύσσομαι,
οὐκ ἀποῤῥίπτω,
οὐδὲ σκληρύνω τὸ ἐμὸν πλάσμα,
τὸ ἐμὸν τέκνον,
τὴν ἐμὴν εἰκόνα,
ὅν οἰκείαις χερσί διέπλασα ἄνθρωπον καὶ ἐφόρεσα,
ὑπὲρ οὗ τὸ αἷμα ἐξέχεα,
οὐκ ἀποστρέφομαι πρός με ἐρχόμενον τὸ λογικόν μου πρόβατον, τὸ ἀπολωλός,
οὐ δύναμαι μὴ ἀποδοῦναι τὴν προτέραν εὐγένειαν,
οὐ δύναμαι μὴ συναριθμῆσαι τοῖς ἐνενήκοντα ἐννέα προβάτοις·
διά γὰρ τοῦτο καὶ μόνον ἐπί τῆς γῆς κατελήλυθα καὶ τὸν λύχνον ἀνῆψα,
τὴν σάρκα μου τὴν οἰκείαν καὶ τὴν οἰκίαν ἐσάρωσα καὶ τὰς φίλας Δυνάμεις τὰς οὐρανίους συνεκαλεσάμην ἐπευφρανθῆναι τῇ τούτου εὑρέσει. περισσότερα »»»
24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019
24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019
24 Ώρες στα Βήματα του Χριστού 27/04/2019
ΕΚΤΟΣ ΑΝ ΟΡΙΖΕΤΑΙ ΔΙΑΦΟΡΕΤΙΚΑ, Η ΑΝΑΔΗΜΟΣΙΕΥΣΗ ΤΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ, ΧΩΡΙΣ ΠΕΡΙΚΟΠΕΣ ΠΟΥ ΠΙΘΑΝΟΝ ΝΑ ΤΟ ΑΛΛΟΙΩΝΟΥΝ, ΕΙΝΑΙ ΕΛΕΥΘΕΡΗ.
ΔΕΝ ΕΠΙΤΡΕΠΕΤΑΙ Η ΕΜΠΟΡΙΚΗ ΧΡΗΣΗ ΤΟΥ ΠΕΡΙΕΧΟΜΕΝΟΥ. WWW.ORTHODOXFATHERS.COM