Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Ὁ Παράκλητος - Ἁγίου Κυρίλλου Ἱεροσολύμων / Κατήχησις ἑκκαιδεκάτη φωτιζομένων ΙΣΤ`

Κατήχησις ἑκκαιδεκάτη φωτιζομένων ΙΣΤ`


ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ ΚΑΤΗΧΗΣΙΣ αʹ ΦΩΤΙΖΟΜΕΝΩΝ, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα,  

16.τ Κατήχησις ἑκκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τό· καὶ εἰς ἓν ἅγιον πνεῦμα, τὸν παράκλητον, τὸ λαλῆσαν ἐν τοῖς προφήταις. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς κορινθίους πρώτης· περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν. καὶ ἑξῆς· διαιρέσεις δὲ χαρισμάτων εἰσί, τὸ δὲ αὐτὸ πνεῦμα. καὶ τὰ ἑξῆς.

16.1 Πνευματικῆς ἀληθῶς χρεία τῆς χάριτος, ἵνα περὶ πνεύματος ἁγίου διαλεχθῶμεν· οὐχ ἵνα τὸ κατ' ἀξίαν εἴπωμεν, ἀδύνατον γάρ, ἀλλ' ἵνα τὰ ἀπὸ τῶν θείων γραφῶν εἰπόντες ἀκινδύνως διέλθωμεν. φόβος γὰρ ἀληθῶς μέγας ἐν τοῖς εὐαγγελίοις γέγραπται τοῦ Χριστοῦ σαφῶς εἰρηκότος· ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι. καὶ ἔστι πολλάκις δέος, μή ποτέ τις ἢ ἐξ ἀγνοίας ἢ ἐκ νομιζομένης εὐλαβείας εἰπὼν ὃ μὴ χρὴ περὶ αὐτοῦ λάβῃ τὴν καταδίκην. ὁ κριτὴς ζώντων καὶ νεκρῶν Ἰησοῦς Χριστὸς ἀπεφήνατο ὅτι οὐκ ἔχει ἄφεσιν. ἐὰν οὖν τις πταίσῃ, ποίαν ἔχει τὴν ἐλπίδα;

16.2 Αὐτῆς οὖν ἂν εἴη τῆς Ἰησοῦ Χριστοῦ χάριτος ἔργον τὸ παρασχεῖν καὶ ἡμῖν ἀλείπτως εἰπεῖν καὶ ὑμῖν ἐν συνέσει ἀκούειν. χρεία γὰρ συνέσεως οὐ μόνον τοῖς λέγουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσιν, ἵνα μὴ ἄλλα ἀκούοντες ἄλλα παρεκδέχωνται ἐν διανοίᾳ. λεγέσθω τοίνυν ὑφ' ἡμῶν περὶ ἁγίου πνεύματος μόνα τὰ γεγραμμένα. εἰ δέ τι μὴ γέγραπται, μὴ πολυπραγμονῶμεν. αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε τὰς γραφάς, αὐτὸ καὶ περὶ ἑαυτοῦ εἴρηκεν ὅσα ἐβούλετο ἢ ὅσα ἐχωροῦμεν. λεγέσθω οὖν ἃ εἴρηκεν. ὅσα γὰρ οὐκ εἴρηκεν, ἡμεῖς οὐ τολμῶμεν.

16.3 Ἕν ἐστι μόνον τὸ ἅγιον πνεῦμα ὁ παράκλητος. καὶ ὥσπερ εἷς ἐστιν ὁ θεὸς ὁ πατὴρ καὶ οὐκ ἔστι δεύτερος πατήρ, καὶ ὥσπερ εἷς ἐστιν ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ καὶ ἀδελφὸν οὐκ ἔχει, οὕτως ἕν ἐστι τὸ ἅγιον πνεῦμα μόνον καὶ δεύτερον οὐκ ἔστι πνεῦμα ἰσότιμον αὐτῷ. ἔστιν οὖν τὸ ἅγιον πνεῦμα μεγίστη δύναμις, θεῖόν τι καὶ ἀνεξιχνίαστον. ζῇ γὰρ καὶ λογικόν ἐστιν, ἁγιαστικὸν τῶν ὑπὸ θεοῦ διὰ Χριστοῦ γενομένων ἁπάντων. τοῦτο φωτίζει τὰς ψυχὰς τῶν δικαίων, τοῦτο καὶ ἐν προφήταις, τοῦτο καὶ ἐν ἀποστόλοις ἐν τῇ καινῇ διαθήκῃ. μισείσθωσαν οἱ χωρίζειν τολμῶντες τοῦ ἁγίου πνεύματος τὴν ἐνέργειαν. εἷς θεός, ὁ πατήρ, παλαιᾶς καὶ καινῆς διαθήκης δεσπότης, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς ὁ ἐν παλαιᾷ προφητευθεὶς καὶ ἐν καινῇ παραγενόμενος, καὶ ἓν πνεῦμα ἅγιον, διὰ προφητῶν μὲν περὶ τοῦ Χριστοῦ κηρῦξαν, ἐλθόντος δὲ τοῦ Χριστοῦ καταβὰν καὶ ἐπιδεῖξαν αὐτόν.

16.4 Μηδεὶς οὖν χωριζέτω τὴν παλαιὰν ἀπὸ τῆς καινῆς διαθήκης. μηδεὶς λεγέτω ὅτι ἄλλο τὸ πνεῦμα ἐκεῖ καὶ ἄλλο ὧδε· ἐπεὶ προσκρούει αὐτῷ τῷ ἁγίῳ πνεύματι τῷ μετὰ πατρὸς καὶ υἱοῦ τετιμημένῳ καὶ ἐν τῷ καιρῷ τοῦ ἁγίου βαπτίσματος ἐν τῇ ἁγίᾳ τριάδι συμπεριλαμβανομένῳ. ὁ γὰρ τοῦ θεοῦ μονογενὴς υἱὸς τοῖς ἀποστόλοις εἴρηκε σαφῶς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. Ἡ ἐλπὶς ἡμῶν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα. οὐ τρεῖς θεοὺς καταγγέλλομεν, φιμούσθωσαν γὰρ Μαρκιωνισταί, ἀλλὰ σὺν ἁγίῳ πνεύματι δι' ἑνὸς υἱοῦ ἕνα θεὸν καταγγέλλομεν. ἀδιαίρετος ἡ πίστις, ἀχώριστος ἡ εὐσέβεια. οὔτε χωρίζομεν τὴν ἁγίαν τριάδα ὥς τινες, οὔτε συναλοιφὴν ὡς Σαβέλλιος ἐργαζόμεθα. ἀλλ' οἴδαμεν εὐσεβῶς ἕνα πατέρα τὸν ἀποστείλαντα ἡμῖν σωτῆρα τὸν υἱόν. οἴδαμεν ἕνα υἱὸν τὸν ἐπαγγειλάμενον πέμψειν παρὰ τοῦ πατρὸς τὸν παράκλητον. οἴδαμεν τὸ πνεῦμα τὸ ἅγιον τὸ λαλῆσαν ἐν προφήταις καὶ ἐν τῇ πεντηκοστῇ κατελθὸν ἐπὶ τοὺς ἀποστόλους ἐν εἴδει πυρίνων γλωσσῶν ἐνταῦθα ἐν τῇ Ἱερουσαλὴμ ἐν τῇ ἀνωτέρᾳ τῶν ἀποστόλων ἐκκλησίᾳ. πάντων γὰρ παρ' ἡμῖν ἔστι τὰ ἀξιώματα. ἐνταῦθα Χριστὸς ἐξ οὐρανῶν κατῆλθεν. ἐνταῦθα τὸ πνεῦμα τὸ ἅγιον ἐξ οὐρανῶν κατῆλθεν. καὶ πρεπωδέστατον μὲν ἀληθῶς ἦν, ὥσπερ τὰ περὶ Χριστοῦ καὶ τοῦ Γολγοθᾶ ἐν τῷ Γολγοθᾷ τούτῳ λέγομεν, οὕτως καὶ περὶ ἁγίου πνεύματος ἐν τῇ ἀνωτέρᾳ λέγειν ἐκκλησίᾳ. ἐπειδὴ δὲ τῆς δόξης τοῦ ἐνταῦθα σταυρωθέντος συναπολαύει τὸ ἐκεῖ κατελθόν, οὕτως τὰ περὶ τοῦ ἐκεῖ κατελθόντος ἐνταῦθα λαλοῦμεν. ἀμέριστος γάρ ἐστιν ἡ εὐσέβεια.

16.5 Βουλόμεθα λοιπόν τινα εἰπεῖν περὶ τοῦ ἁγίου πνεύματος, οὐχὶ διηγήσασθαι τὴν ὑπόστασιν αὐτοῦ ἀκριβῶς, ἀδυνατὸν γάρ, ἀλλ' εἰπεῖν τὰς διαφόρους τινῶν περὶ αὐτοῦ παρεκτροπάς, ἵνα μή ποτε ἐξ ἀγνοίας ἐκείνων κατενεχθῶμεν, καὶ ἐπικόψαι τὰς τῆς πλάνης ὁδούς, ἵνα μίαν ὁδὸν βασιλικὴν ὁδεύσωμεν. εἰ δέ τι ῥηθὲν ὑπὸ τῶν αἱρέσεων νῦν διηγούμεθα δι' ἀσφάλειαν, τοῦτο κατὰ τῆς ἐκείνων προτρεπέσθω κεφαλῆς, ἀθῷοί τε εἴημεν οἵ τε λέγοντες ἡμεῖς καὶ ὑμεῖς οἱ ἀκούοντες.

16.6 Οἱ γὰρ περὶ πάντα ἀνοσιώτατοι αἱρετικοὶ καὶ κατὰ τοῦ ἁγίου πνεύματος ὤξυναν τὴν γλῶσσαν καὶ ἐτόλμησαν εἰπεῖν τὰ ἀθέμιτα, καθὼς Εἰρηναῖος ὁ ἐξηγητὴς ἐν τοῖς προστάγμασι τοῖς πρὸς τὰς αἱρέσεις ἔγραψεν, οἱ μὲν ἑαυτοὺς εἶναι τὸ πνεῦμα τὸ ἅγιον εἰπεῖν τολμήσαντες, ὧν πρῶτος Σίμων ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μάγος. ἀποβληθεὶς γὰρ τὰ τοιαῦτα διδάσκειν ἐτόλμησεν. οἱ δὲ Γνωστικοὶ καλούμενοι καὶ ἀσεβεῖς καὶ ἕτερα κατὰ τοῦ πνεύματος ἐφθέγξαντο, Οὐαλεντι νιανοὶ δὲ οἱ παράνομοι πάλιν ἕτερα. ὁ δὲ δυσσεβὴς Μάνης ἑαυτὸν εἶναι τὸν ὑπὸ Χριστοῦ πεμφθέντα παράκλητον εἰπεῖν ἐτόλμησεν. ἕτεροι δὲ ἄλλο ἐν προφήταις εἶναι καὶ ἄλλο ἐν καινῇ. καὶ πολλή τις αὐτῶν ἡ πλάνη, μᾶλλον δὲ ἡ βλασφημία. μίσησον τοίνυν τοὺς τοιούτους καὶ φεῦγε τοὺς βλασφημοῦντας τὸ πνεῦμα τὸ ἅγιον καὶ ἄφεσιν οὐκ ἔχοντας. τίς σοι πρὸς τοὺς ἀνελπίστους κοινωνία τῷ βαπτισθησομένῳ νῦν καὶ εἰς πνεῦμα ἅγιον; εἰ ὁ κολλώμενος τῷ κλέπτῃ καὶ συντρέχων ὑπὸ τιμωρίαν ἐστίν, ὁ προσκρούων πνεύματι ἁγίῳ ποίαν ἕξει τὴν ἐλπίδα;

16.7 Μισείσθωσαν καὶ Μαρκιωνισταὶ οἱ περιελόντες τὰ ῥήματα τῆς παλαιᾶς διαθήκης ἀπὸ τῆς καινῆς. πρῶτος γὰρ Μαρκίων ὁ ἀθεώτατος, ὁ πρῶτος τρεῖς θεοὺς εἰπών, εἰδὼς ὅτι ἔγκεινται ἐν τῇ καινῇ μαρτυρίαι περὶ Χριστοῦ τῶν προφητῶν, περιέκοψε τὰς ἐκ τῆς παλαιᾶς διαθήκης μαρτυρίας, ἵνα ἀμάρτυρος μείνῃ ὁ βασιλεύς. μισείσθωσαν οἱ προειρημένοι Γνωστικοὶ μὲν ὀνόματι, τῆς δὲ ἀγνωσίας πεπληρωμένοι, τολμήσαντες τοιαῦτα εἰπεῖν περὶ ἁγίου πνεύματος, ἅπερ ἐγὼ λέγειν οὐ τολμῶ.

16.8 Μισείσθωσαν οἱ κατὰ Φρύγας, καὶ Μοντανὸς ὁ τῶν κακῶν ἔξαρχος, καὶ αἱ δύο δῆθεν αὐτοῦ προφήτιδες, Μαξιμίλλα καὶ Πρισκίλλα. ὁ γὰρ Μοντανὸς οὗτος ὁ παρεξεστηκὼς καὶ μανιώδης ἀληθῶς (οὐ γὰρ ἂν εἶπε τοιαῦτα, εἰ μὴ ἐμαίνετο) ἐτόλμησεν εἰπεῖν ἑαυτὸν εἶναι τὸ ἅγιον πνεῦμα, ὁ ἀθλιώτατος καὶ πάσης ἀκαθαρσίας καὶ ἀσελγείας πεπληρωμένος. αὔταρκες γὰρ τοῦτο διὰ συσσήμων εἰπεῖν, τῶν παρουσῶν γυναικῶν σεμνότητος ἕνεκεν. καὶ Πέπουζαν μικρότατον κωμύδριον ἐν τῇ Φρυγίᾳ καταλαβὼν καὶ ψευδῶς Ἱερουσαλὴμ ὀνομάσας τοῦτο, καὶ ἀθλιώτατα παιδία γυναικῶν μικρὰ σφάττων καὶ κατακόπτων εἰς ἀθέμιτον βρῶσιν προφάσει τῶν καλουμένων παρ' αὐτοῖς μυστηρίων (διὸ μέχρις πρώην ἐν τῷ διωγμῷ τοῦτο ποιεῖν ἡμεῖς ὑπωπτευόμεθα διὰ τὸ κἀκείνους τοὺς Μοντανούς, ψευδῶς μέν, ὁμωνύμως δέ, καλεῖσθαι χριστιανούς) ἐτόλμησεν ἑαυτὸν εἰπεῖν ἅγιον πνεῦμα ὁ πάσης ἀσεβείας καὶ ἀπανθρωπίας πεπληρωμένος, ὁ ἀναπολόγητον ἔχων τὴν καταδίκην.

16.9 Ἐπηγωνίσατο, καθὼς προείρηται, καὶ ὁ δυσσεβέστατος Μάνης ὁ τὰ τῶν αἱρέσεων πασῶν κακὰ συνειληφώς. καὶ οὗτος τελευταῖος βόθρος ἀπωλείας τυγχάνων, τὰ πάντων συλλέξας ὁμοῦ τῶν αἱρετικῶν καινοτέραν εἰργάσατο καὶ ἐδίδαξε πλάνην. ἐτόλμησέ τε εἰπεῖν, ὅτι αὐτὸς εἴη ὁ παράκλητος ὃν ἐπηγγείλατο Χριστὸς ἀποστέλλειν. Ἀλλ' ὁ σωτὴρ ἐπαγγειλάμενος εἶπε τοῖς ἀποστόλοις· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν. τί οὖν; ἆρα οἱ τελευτήσαντες ἀπόστολοι ἀπὸ διακοσίων ἐτῶν ἐξεδέχοντο τὸν Μάνην, ἕως ἂν ἐνδύσωνται τὴν δύναμιν; καὶ τολμήσει τις εἰπεῖν ὅτι οὐκ ἦσαν ἔκτοτε πλήρεις ἁγίου πνεύματος; καὶ μὴν γέγραπται, ὅτι τότε ἐπετίθεσαν τὰς χεῖρας, καὶ ἐλάμβανον πνεῦμα ἅγιον. ἆρα οὐχὶ πρὸ τοῦ Μάνη καὶ πρὸ πολλῶν ἐτῶν τοῦτο ἐγένετο, καταβάντος ἐν τῇ ἡμέρᾳ τῆς πεντηκοστῆς τοῦ ἁγίου πνεύματος;

16.10 ∆ιὰ τί κατεκρίθη Σίμων ὁ μάγος; ἆρ' οὐ προσελθὼν τοῖς ἀποστόλοις καὶ εἰπών· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον; οὐ γὰρ εἶπε, δότε κἀμοὶ πνεύματος ἁγίου κοινωνίαν, ἀλλ' ἐξουσίαν, ἵνα ἄλλοις πιπράσκῃ τὸ ἄπρατον, ὃ αὐτὸς μὴ ἐκέκτητο. καὶ ἀργύρια προσήνεγκε τοῖς ἀκτήμοσιν, καὶ ταῦτα βλέπων τοὺς προσφέροντας τὰς τιμὰς τῶν πιπρασκομένων καὶ τιθέντας παρὰ τοὺς πόδας τῶν ἀποστόλων. καὶ οὐκ ἐλογίσατο ὅτι οἱ ποσὶ καταπατοῦντες τὸν πλοῦτον τὸν προσενεχθέντα εἰς τροφὰς τῶν πτωχῶν οὗτοι οὐκ ἂν ἐπὶ μισθῷ ἔδοσαν ἐξουσίαν πνεύ ματος ἁγίου. οἱ δὲ τί φασι τῷ Σίμωνι; τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. δεύτερος γὰρ Ἰούδας εἶ, διὰ τῶν ἀργυρίων προσδοκήσας πιπράσκειν τὴν χάριν τοῦ πνεύματος. Εἰ οὖν ὁ Σίμων θελήσας μισθῷ λαβεῖν τὴν ἐξουσίαν εἰς ἀπώλειάν ἐστι, Μάνης ὁ ἑαυτὸν εἰπὼν τὸ πνεῦμα εἶναι τὸ ἅγιον πόσην ἔχει τὴν ἀσέβειαν; μισήσωμεν τοὺς μίσους ἀξίους, ἀποστραφῶμεν οὓς ἀποστρέφεται ὁ θεός. εἴπωμεν καὶ αὐτοὶ μετὰ παρρησίας πάσης τῷ θεῷ περὶ πάντων αἱρετικῶν· οὐχὶ τοὺς μισοῦντάς σε κύριε ἐμίσησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; ἔστι γὰρ καὶ ἔχθρα καλή, καθὼς γέγραπται· καὶ ἔχθραν θήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. ἡ γὰρ πρὸς τὸν ὄφιν φιλία ἔχθραν πρὸς τὸν θεὸν καὶ θάνατον κατεργάζεται.

16.11 Ταῦτα μὲν οὖν ἡμῖν περὶ τῶν ἀποβεβλημένων εἰρήσθω. λοιπὸν δὲ εἰς τὰς θείας γραφὰς ἐπανέλθωμεν καὶ πίνωμεν ὕδατα ἀπὸ ἡμετέρων ἀγγείων, ἁγίων πατέρων, καὶ ἀπὸ ἡμετέρων φρεάτων πηγῆς. πίνωμεν ἀπὸ ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. τοῦτο δὲ εἶπεν ὁ σωτὴρ περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. βλέπε γὰρ τί λέγει· ὁ πιστεύων εἰς ἐμέ, οὐχ ἁπλῶς, ἀλλὰ καθὼς εἶπεν ἡ γραφή (ἀνέπεμψέ σε εἰς τὴν παλαιὰν διαθήκην), ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, οὐ ποταμοὶ αἰσθητοί, γῆν ἁπλῶς ἀκανθοφόρον καὶ ξυλοφόρον ποτίζοντες, ἀλλὰ ψυχὰς φωταγωγοῦντες. καὶ ἀλλαχοῦ φησιν· ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. καινότερον ὕδωρ ζῶν καὶ ἁλλόμενον, ἁλλόμενον δ' ἐπὶ τοὺς ἀξίους.

16.12 Καὶ διὰ τί ἄρα τὴν πνευματικὴν χάριν ὕδωρ ὠνόμασεν; ἐπειδὴ δι' ὕδατος ἡ σύστασις τῶν ἁπάντων. ἐπειδὴ χλοοποιὸν καὶ ζωοποιόν ἐστι τὸ ὕδωρ. ἐπειδὴ ἐξ οὐρανῶν κατέρχεται τὸ τῶν ὄμβρων ὕδωρ. ἐπειδὴ μονοειδὲς μὲν κατέρχεται, πολυειδῶς δὲ ἐνεργεῖ. μία μὲν γὰρ πηγὴ ὅλον παράδεισον ἐπαρδεύει, εἷς δὲ καὶ ὁ αὐτὸς ὑετὸς κατέρχεται ἐν παντὶ τῷ κόσμῳ. καὶ γίνεται λευκὸς μὲν ἐν κρίνῳ, ἐρυθρὸς δ' ἐν ῥόδῳ, πορφυραῖος δ' ἐν ἴοις καὶ ὑακίνθοις, καὶ διάφορος καὶ ποικίλος ἐν παντοίοις εἴδεσιν. καὶ ἐν φοίνικι μὲν ἄλλος, ἐν ἀμπέλῳ δ' ἄλλος, καὶ ἐν πᾶσι τὰ πάντα, μονοειδὴς ὢν καὶ οὐκ ὢν ἄλλος αὐτὸς ἑαυτοῦ. οὐ γὰρ μεταβάλλων ἑαυτὸν ὁ ὑετὸς ἄλλος καὶ ἄλλος κατέρχεται, ἀλλὰ τῇ τῶν ὑποδεχομένων κατασκευῇ συμπεριφερόμενος ἑκάστῳ τὸ πρόσφορον γίνεται. Οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἓν ὂν καὶ μονοειδὲς καὶ ἀδιαίρετον, ἑκάστῳ διαιρεῖ τὴν χάριν καθὼς βούλεται. καὶ ὥσπερ τὸ ξηρὸν ξύλον ὕδατι κοινωνῆσαν βλαστοὺς ἐκδίδωσιν, οὕτω καὶ ἡ ἐν ἁμαρτίαις ψυχὴ διὰ μετανοίας ἁγίου πνεύματος καταξιωθεῖσα βότρυας ἐκφέρει δικαιοσύνης. μονοειδὲς δὲ ὂν πολλὰς νεύματι θεοῦ καὶ ἐν ὀνόματι Χριστοῦ τὰς ἀρετὰς ἐνεργεῖ. τινὸς μὲν γὰρ συγκέχρηται γλώσσῃ πρὸς σοφίαν, ἄλλου φωτίζει τὴν ψυχὴν ἐν προφητείᾳ, ἄλλῳ δὲ δίδωσι δύναμιν ἀπελάσαι δαίμονας, ἄλλῳ δὲ δίδωσιν ἑρμηνεῦσαι τὰς θείας γραφάς. ἄλλου τὴν σωφροσύνην ἐνισχύει, ἄλλον διδάσκει τὰ περὶ ἐλεημοσύνης, ἄλλον διδάσκει νηστεύειν καὶ ἀσκεῖν, ἄλλον διδάσκει καταφρονεῖν τῶν τοῦ σώματος πραγμάτων, ἄλλον ἑτοιμάζει πρὸς μαρτύριον, ἄλλα ἐν ἄλλοις, αὐτὸ δὲ οὐκ ἄλλο ἑαυτοῦ. καθὼς γέγραπται· ἑκάστῳ δὲ δίδοται ἣ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον. ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεως, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ διάκρισις πνευμάτων, ἑτέρῳ δὲ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν. πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.

16.13 Ἀλλ' ἐπειδὴ περὶ πνεύματος ἁπλῶς πολλὰ καὶ διάφορα γέγραπται ἐν ταῖς θείαις γραφαῖς, καὶ δέος ἐστὶ μή ποτέ τις ἐξ ἀγνωσίας εἰς σύγχυσιν ἔλθῃ, ἀγνοῶν περὶ ποίου πνεύματός ἐστι τὸ γεγραμμένον, καλῶς ἔχει νῦν ἀσφαλίσασθαι, ποῖον λέγει ἡ γραφὴ εἶναι τὸ ἅγιον. ὥσπερ γὰρ καλεῖται χριστὸς Ἀαρὼν καὶ ∆αβὶδ καὶ Σαοὺλ καὶ ἄλλοι χριστοὶ καλοῦνται, μόνος δὲ εἷς ἐστιν ὁ ἀληθινὸς Χριστός, οὕτω καὶ τῆς τοῦ πνεύματος προσηγορίας περὶ διαφόρων πραγμάτων εἰρημένης καλόν ἐστιν ἰδεῖν τί ἐστιν ἰδιαζόντως τὸ πνεῦμα τὸ ἅγιον. καλεῖται γὰρ πνεύματα πολλά. ἡ ψυχὴ ἡμῶν καλεῖται πνεῦμα. καὶ ἄγγελος καλεῖται πνεῦμα. καὶ ὁ ἄνεμος οὗτος ὁ πνέων καλεῖται πνεῦμα. καὶ ἀρετὴ μεγάλη καλεῖται πνεῦμα. καὶ ἀκάθαρτος πρᾶξις καλεῖται πνεῦμα. καὶ δαίμων ἀντικείμενος καλεῖται πνεῦμα. βλέπε τοίνυν ἀκούων ταῦτα, μή ποτε νομίσῃς ἀπὸ τῆς ὁμωνυμίας ἀνθ' ἑτέρου ἕτερον. Περὶ μὲν γὰρ τῆς ψυχῆς τῆς ἡμετέρας λέγει ἡ γραφή· ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ. καὶ περὶ τῆς αὐτῆς ψυχῆς λέγει πάλιν· ὁ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. περὶ δὲ τῶν ἀγγέλων ἐν ψαλμοῖς φησιν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα [καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα]. περὶ δὲ τοῦ ἀνέμου φησίν· ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς. καί, ὃν τρόπον ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. καί, πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος. περὶ δὲ τῆς καλῆς διδασκαλίας αὐτὸς ὁ κύριος λέγει· τὰ ῥήματα; ἃ ἐγὼ λελάληκα ὑμῖν, πνεῦ μά ἐστι καὶ ζωή ἐστιν, ἀντὶ τοῦ πνευματικά ἐστιν. τὸ δὲ πνεῦμα τὸ ἅγιον οὐ λαλεῖται διὰ γλώσσης, ἀλλὰ ζῶν ἐστι, παρέχον σοφῶς λαλεῖν, τὸ λαλοῦν καὶ ὁμιλοῦν αὐτό.

16.14 Καὶ θέλεις γνῶναι ὅτι ὁμιλεῖ καὶ λαλεῖ; Φίλιππος ἐξ ἀποκαλύψεως ἀγγέλου κατῆλθεν εἰς τὴν ὁδὸν τὴν ἀποφέρουσαν εἰς Γάζαν, ὅτε ὁ εὐνοῦχος ἤρχετο. καὶ εἶπε τὸ πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. βλέπεις λαλοῦν τὸ πνεῦμα τῷ ἀκούοντι; καὶ Ἰεζεκιὴλ λέγει οὕτως· ἐγένετο ἐπ' ἐμὲ πνεῦμα κυρίου καὶ εἶπε πρός με· τάδε λέγει κύριος. καὶ πάλιν· εἶπε τὸ πνεῦμα τὸ ἅγιον τοῖς ἐν Ἀντιοχείᾳ ἀποστόλοις· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ [τὸν] Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. βλέπεις πνεῦμα ζῶν, ἀφορίζον καὶ προσκαλούμενον καὶ ἐξουσιαστικῶς ἀποστέλλον; Καὶ Παῦλος ἔλεγεν· πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον, ὅτι δεσμὰ καὶ θλίψεις με μένουσιν. ὁ γὰρ καλὸς οὗτος τῆς ἐκκλησίας ἁγιοποιὸς καὶ βοηθὸς καὶ διδάσκαλος, τὸ πνεῦμα τὸ ἅγιον, ὁ παράκλητος, περὶ οὗ εἶπεν ὁ σωτήρ, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα (οὐκ εἶπε διδάξει μόνον, ἀλλὰ καὶ ὑπομνήσει ὅσα εἶπον ὑμῖν· οὐ γὰρ ἄλλα Χριστοῦ διδάγματα καὶ ἄλλα ἁγίου πνεύματος, ἀλλὰ τὰ αὐτά), προεμαρτύρατο τῷ Παύλῳ τὰ συμβησόμενα, ἵνα εὔθυμος γένηται μᾶλλον ἀπὸ τοῦ προειδέναι. ταῦτα δὲ ἡμῖν εἴρηται διὰ τὸ λεχθέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν, ἵνα μὴ λαλιὰν χειλέων τοῦτο εἶναι νομίσῃς, ἀλλὰ τὴν καλὴν διδασκαλίαν.

16.15 Ἐνταῦθα καλεῖται δὲ πνεῦμα καὶ ἡ ἁμαρτία, καθὼς εἰρήκαμεν, ἀλλὰ καὶ ἑτέρως καὶ ἐναντίως, ὡς ὅταν λέγῃ· πνεύματι πορνείας ἐπλανήθησαν. καλεῖται πνεῦμα καὶ τὸ ἀκάθαρτον πνεῦμα, ὁ δαίμων, ἀλλὰ μετὰ προσθήκης τοῦ ἀκάθαρτον. ἑκάστῳ πρόσκειται ἡ ἐπωνυμία, ἵνα τὸ ἴδιον δηλώσῃ. ἐὰν περὶ ψυχῆς ἀνθρώπου λέγῃ τὸ πνεῦμα, μετὰ προσθήκης τοῦ ἀνθρώπου λέγει. ἐὰν τὸν ἄνεμον λέγῃ, πνεῦμα καταιγίδος λέγει. ἐὰν τὴν ἁμαρτίαν λέγῃ, πνεῦμα πορνείας λέγει. ἐὰν τὸν δαίμονα λέγῃ, πνεῦμα ἀκάθαρτον λέγει, ἵνα γνῶμεν, περὶ τίνος ἑκάστου ἐστὶν ὁ λόγος, καὶ μὴ νομίσῃς περὶ τοῦ ἁγίου τοῦτο εἶναι. μὴ γένοιτο. τὸ γὰρ τοῦ πνεύματος ὄνομα τοῦτο μέσον ἐστὶ, καὶ πᾶν ὃ μὴ ἔχει παχὺ σῶμα, καθολικῶς πνεῦμα καλεῖται. ἐπεὶ τοίνυν καὶ οἱ δαίμονες οὐκ ἔχουσι τοιαῦτα σώματα, πνεύματα καλοῦνται. Ἀλλὰ πολλή τίς ἐστιν ἡ διαφορά. ὁ μὲν γὰρ ἀκάθαρτος δαίμων ὅταν ἔρχηται ἐπὶ ψυχὴν ἀνθρώπου (ῥύσαιτο δὲ τούτου ὁ κύριος πᾶσαν ψυχὴν τῶν ἀκουόντων καὶ τῶν μὴ παρόντων), ὡς λύκος αἱμοβόρος ἕτοιμος εἰς βορὰν ἐπὶ πρόβατον ἔρχεται. ἀγριωτάτη ἡ παρουσία, βαρυτάτη ἡ αἴσθησις. σκοτώδης ἡ διάνοια γίνεται. καὶ ἡ ἔφοδος ἄδικος, καὶ ἡ ἁρπαγὴ ἀλλοτρίου κτήματος. σώματι γὰρ ἀλλοτρίῳ ὡς ἰδίῳ κεχρῆσθαι βιάζεται, καὶ ὀργάνῳ ἀλλοτρίῳ. τὸν ἑστῶτα καταβάλλει. οἰκεῖος γάρ ἐστι τοῦ πεσόντος ἐξ οὐρανοῦ. παρατρέπει τὴν γλῶσσαν. στρεβλοῖ τὰ χείλη. ἀφρὸς ἀντὶ ῥημάτων. σκοτοῦται ὁ ἄνθρωπος. ἤνοικται ὁ ὀφθαλμός, καὶ δι' αὐτοῦ οὐ βλέπει ἡ ψυχή. καὶ σπαίρει τρομικῶς ὁ ἄθλιος ἄνθρωπος πρὸ θανάτου. ἐχθροὶ τῶν ἀνθρώπων ἀληθῶς οἱ δαίμονες, αἰσχρῶς κεχρημένοι καὶ ἀνηλεῶς.

16.16 Οὐκ ἔστι τοιοῦτο τὸ πνεῦμα τὸ ἅγιον. μὴ γένοιτο. ἀπεναντίας γὰρ πρὸς τὸ ἀγαθὸν καὶ σωτηριῶδες ἔχει τὰ πράγματα. πρῶτον μὲν ἥμερος ἡ παρουσία, εὐώδης ἡ ἀντίληψις, κουφότατον τὸ φορτίον. προαπαστράπτουσιν ἀκτῖνες φωτὸς καὶ γνώσεως πρὸ τῆς παρουσίας. κηδεμόνος γνησίου σπλάγχνα ἔχον ἔρχεται. ἔρχεται γὰρ σῶσαι καὶ ἰάσασθαι, διδάξαι, νου θετῆσαι, ἐνισχῦσαι, παρακαλέσαι, φωτίσαι τὴν διάνοιαν πρώτου αὐτοῦ τοῦ δεχομένου, εἶτα δι' αὐτοῦ καὶ τῶν ἄλλων. καὶ ὥσπερ ἐν σκότει πρότερόν τις ὢν εἶτα ἐξαίφνης ἥλιον ἰδὼν φωτίζεται τοῦ σώματος τὸ βλέμμα, καὶ βλέπει ἃ μὴ ἔβλεπε φανερῶς, οὕτω καὶ ὁ τοῦ ἁγίου πνεύματος καταξιωθεὶς φωτίζεται τὴν ψυχὴν καὶ ὑπὲρ ἄνθρωπον βλέπει ἃ μὴ ᾔδει. ἐπὶ γῆς τὸ σῶμα, καὶ ἡ ψυχὴ κατοπτρίζεται τοὺς οὐρανούς. βλέπει ὡς Ἡσαΐας τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ βλέπει ὡς Ἱεζεκιὴλ τὸν ἐπὶ τῶν χερουβίμ, βλέπει ὡς ∆ανιὴλ μυριάδας μυριάδων καὶ χιλιάδας χιλιάδων. καὶ ὁ μικρὸς ἄνθρωπος ἀρχὴν κόσμου βλέπει καὶ τέλος κόσμου καὶ μεσότητα χρόνων καὶ βασιλέων διαδοχάς. οἶδεν ἃ μὴ ἔμαθεν. πάρεστι γὰρ ὁ ἀληθινὸς φωταγωγός. ἔσω τοίχων ὁ ἄνθρωπος, καὶ ἡ δύναμις τῆς γνώσεως ἐκπέμπεται μακράν, καὶ βλέπει καὶ τὰ ὑπὸ ἄλλων γινόμενα.

16.17 Οὐ συμπαρῆν Πέτρος Ἀνανίᾳ καὶ Σαπφείρῃ πωλοῦσι τὰ κτήματα, ἀλλὰ διὰ τοῦ πνεύματος παρῆν. διὰ τί, φησίν, ὁ σατανᾶς ἐπλήρωσε τὴν καρδίαν σου ψεύσασθαι τὸ πνεῦμα τὸ ἅγιον; κατήγορος οὐκ ἦν. μάρτυς οὐκ ἦν. πόθεν ᾔδει τὸ γεγενημένον; οὐχὶ μένον σοι ἔμενε; καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; ὁ ἀγράμματος Πέτρος διὰ τὴν τοῦ πνεύματος χάριν ἔμαθεν ἃ μὴ ᾔδεισαν μηδ' Ἑλλήνων οἱ σοφοί. Ἔχεις τὸ ὅμοιον καὶ ἐπὶ τοῦ Ἐλισσαίου. δωρεὰν γὰρ αὐτοῦ θεραπεύσαντος τὴν λέπραν τοῦ Ναιμὰν ἔλαβεν ὁ Γιεζὶ τὸν μισθόν, ἀλλοτρίων κατορθωμάτων τὸν μισθὸν λαμβάνων. καὶ λαμβάνει παρὰ τοῦ Ναιμὰν τὰ χρήματα καὶ τίθησιν ἐν τῷ σκοτεινῷ. ἀλλὰ τὸ σκότος οὐ σκοτίζεται ἀπὸ τῶν ἁγίων. καὶ ἐλθόντα αὐτὸν ἠρώτα ὁ Ἐλισσαῖος, καὶ ὁμοίως τῷ Πέτρῳ λέγοντι· εἰπέ μοι εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε, κἀκεῖνος ἐξετάζει· πόθεν Γιεζί; οὐκ ἀγνοῶν τὸ πόθεν, ἀλλὰ πενθῶν τὸ πόθεν. ἀπὸ σκότους ἦλθες, καὶ εἰς σκότος πορεύσῃ. πέπρακας τοῦ λεπροῦ τὴν ἴασιν καὶ κληρονομεῖς τὴν λέπραν. ἐπλήρωσα, φησίν, ἐγὼ τὸ κέλευσμα τοῦ εἰρηκότος μοι· δωρεὰν ἐλάβετε, δωρεὰν δότε, σὺ δὲ ἐπώλησας τὴν χάριν. ἀπόδεξαι τῆς πράσεως τὴν ὑπόθεσιν. ἀλλὰ τί λέγει πρὸς αὐτὸν ὁ Ἐλισσαῖος; οὐχὶ ἡ καρδία μου ἐπορεύθη μετὰ σοῦ; ὧδε ἤμην ἐγὼ περικεκλεισμένος τῷ σώματι, ἀλλὰ τὸ πνεῦμα τὸ ὑπὸ τοῦ θεοῦ μοι δοθὲν ἔβλεπε καὶ τὰ μακράν, καὶ τὰ ἀλλαχοῦ γινόμενα σαφῶς ἐδείκνυέ μοι. βλέπεις ὡς οὐ μόνον περιαιρεῖ τὴν ἀγνωσίαν, ἀλλὰ καὶ γνῶσιν ἐντίθησιν; βλέπεις πῶς φωτίζει τὰς ψυχὰς τὸ πνεῦμα τὸ ἅγιον;

16.18 Ἡσαΐας ἐτῶν ἐγγὺς ἦν πρὸ χιλίων, καὶ ἔβλεπεν ὡς σκηνὴν τὴν Σιών. ἡ πόλις ἦν ἔτι συνεστηκυῖα καὶ ἀγοραῖς κεκαλλωπισμένη καὶ τὸ ἀξίωμα περιβεβλημένη. κἀκεῖνος λέγει· Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, προλέγων τὸ νῦν ἐφ' ἡμῶν πληρωθέν. καὶ τὸ ἀκριβὲς ὅρα τῆς προφητείας. εἶπε γάρ· ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. καὶ σικυηλάτων νῦν ὁ τόπος πεπλήρωται. βλέπεις ὡς φωτίζει τοὺς ἁγίους τὸ πνεῦμα τὸ ἅγιον; μὴ τοίνυν διὰ τὴν ὁμωνυμίαν εἰς ἄλλα ἀπελασθῇς, ἀλλὰ τήρει τὸ ἀκριβές.

16.19 Οὐδέποτε, σοῦ καθεζομένου, περὶ ἁγνείας ἢ παρθενίας ὑπεισῆλθε λογισμός; ἐκείνου ἐστὶν ἡ διδασκαλία. οὐχὶ πολλάκις κόρη παρὰ παστάδας οὖσα νυμφικὰς ἔφυγεν ἐκείνου διδάσκοντος τὰ περὶ παρθενίας; οὐχὶ πολλάκις ἄνθρωπος ἐν παλατίοις διαπρέπων κατέπτυσε πλούτου καὶ ἀξίας διδαχθεὶς ὑπὸ τοῦ πνεύματος τοῦ ἁγίου; οὐχὶ πολλάκις νέος ὁρῶν κάλλος ἐκάμμυσε τὸ βλέμμα καὶ ἔφυγε τὸ ἰδεῖν καὶ ἐξέφυγε τὸν μολυσμόν; πόθεν γέγονε τοῦτο, ζητεῖς; τὸ πνεῦμα τὸ ἅγιον ἐδίδαξε τοῦ νέου τὴν ψυχήν. τοσαῦται πλεονεξίαι ἐν κόσμῳ, καὶ ἀκτημονοῦσι χριστιανοί. διὰ τί; διὰ τὴν τοῦ πνεύματος ἐπαγγελίαν. τίμιον ὡς ἀληθῶς τὸ πνεῦμα τὸ ἅγιον, τὸ ἀγαθόν. εἰκότως βαπτιζόμεθα εἰς πατέρα καὶ εἰς υἱὸν καὶ εἰς ἅγιον πνεῦμα. Ἄνθρωπος ἔτι σῶμα φορῶν δαίμοσιν ἀγριωτάτοις πολλοῖς παλαίει. καὶ πολλάκις ὁ δαίμων, ὁ σιδηραίοις δεσμοῖς ὑπὸ πολλῶν μὴ κρατούμενος, λόγοις εὐχῆς ἐκρατήθη ὑπ' αὐτοῦ διὰ τὴν ἐν αὐτῷ δύναμιν τοῦ ἁγίου πνεύματος, καὶ τὸ ἁπλοῦν ἐμφύσημα τοῦ ἐπορκίζοντος πῦρ γίνεται τῷ μὴ φαινομένῳ. Μέγαν τοίνυν ἔχομεν παρὰ θεοῦ σύμμαχον καὶ προστάτην, μέγαν διδάσκαλον ἐκκλησίας, μέγαν ὑπερασπιστὴν ὑπὲρ ἡμῶν. μὴ φοβηθῶμεν τοὺς δαίμονας μηδὲ τὸν διάβολον. μείζων γὰρ ὁ ἡμῶν ὑπεραγωνιστής. μόνον ἀνοίξωμεν αὐτῷ τὰς θύρας. περιέρχεται γὰρ ζητῶν τοὺς ἀξίους, καὶ ζητεῖ τίνι χαρίσηται τὰς δωρεάς.

16.20 Παράκλητος δὲ καλεῖται διὰ τὸ παρακαλεῖν καὶ παραμυθεῖσθαι καὶ συναντιλαμβάνεσθαι τῆς ἀσθενείας ἡμῶν. τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν. ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις, δῆλον δὲ ὅτι πρὸς τὸν θεόν. πολλάκις διὰ Χριστὸν ὑβρισθεὶς ἠτιμάσθη τις ἀδίκως, μαρτύριον ἐφέστηκεν, βάσανοι πανταχόθεν καὶ πῦρ καὶ ξίφη καὶ θῆρες καὶ βυθός. ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον ὑποφθέγγεται λέγον· ὑπόμεινον τὸν κύριον, ἄνθρωπε. μικρὰ τὰ γινόμενα, μεγάλα τὰ δωρούμενα. ὀλίγον χρόνον καμὼν αἰωνίως εἶναι μέλλεις μετ' ἀγγέλων. οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. διαγράφει τῷ ἀνθρώπῳ βασιλείαν οὐρανῶν, ὑποδείκνυσι καὶ τὸν παράδεισον τῆς τρυφῆς. καὶ οἱ μάρτυρες τὰ πρόσωπα μὲν τοῦ σώματος πρὸς τοὺς δικαστὰς ἐξ ἀνάγκης ἔχοντες, τῇ δὲ δυνάμει λοιπὸν ὄντες ἐν παραδείσῳ κατέπτυσαν τῶν φαινομένων χαλεπῶν.

16.21 Καὶ θέλεις γνῶναι ὅτι τῇ δυνάμει τοῦ ἁγίου πνεύματος οἱ μάρτυρες μαρτυροῦσιν; λέγει πρὸς τοὺς μαθητὰς ὁ σωτήρ· ὅταν δὲ φέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε πῶς ἀπολογήσεσθε ἢ τί εἴπητε. τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν. ἀδύνατον γὰρ μαρτυρῆσαι περὶ τοῦ Χριστοῦ, ἐὰν μή τις διὰ πνεύματος ἁγίου μαρτυρήσῃ. εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν κύριον Ἰησοῦν Χριστὸν εἰ μὴ ἐν πνεύματι ἁγίῳ, τὴν ζωὴν ἄρα τις ἑαυτοῦ δίδωσιν ὑπὲρ Ἰησοῦ ἐὰν μὴ ἐν πνεύματι ἁγίῳ;

16.22 Μέγα τί ἐστι καὶ παντοδύναμον ἐν χαρίσμασι καὶ θαυμάσιον τὸ ἅγιον πνεῦμα. λόγισαι, πόσοι καθέζεσθε νῦν, πόσαι ψυχαὶ πάρεσμεν. ἑκάστῳ προσφόρως ἐνεργεῖ, καὶ μέσον παρὸν βλέπει ἑκάστου τὸν τρόπον, βλέπει καὶ τὸν λογισμὸν καὶ τὴν συνείδησιν, καὶ τί λαλοῦμεν, καὶ τί νοοῦμεν, καὶ τί πιστεύομεν. μέγα μὲν ἀληθῶς τὸ ῥηθέν, ἀλλ' ἔτι μικρόν. βλέπε γάρ μοι, τὴν διάνοιαν φωταγωγηθεὶς ὑπ' αὐτοῦ, πόσοι εἰσὶ χριστιανοὶ τῆς παροικίας ταύτης πάσης, καὶ πόσοι τῆς ἐπαρχίας πάσης τῆς Παλαιστίνης. καὶ πλάτυνον τὸν νοῦν ἀπὸ τῆς ἐπαρχίας εἰς τὴν Ῥωμαίων πᾶσαν βασιλείαν. καὶ ἐκ ταύτης βλέπε μοι πάντα τὸν κόσμον, Περσῶν γένη καὶ Ἰνδῶν ἔθνη, Γότθους καὶ Σαυρομάτας, Γάλλους καὶ Ἱσπανοὺς καὶ Μαύρους, Λίβυας καὶ Αἰθίοπας καὶ τοὺς λοιποὺς τοὺς ἀκατωνομάστους ἡμῖν. πολλὰ γὰρ τῶν ἐθνῶν οὐδ' εἰς ὀνομασίαν ἡμῖν ἦλθεν. βλέπε μοι ἑκάστου ἔθνους ἐπισκόπους, πρεσβυτέρους, διακόνους, μονάζοντας, παρθένους καὶ λοιποὺς λαϊκούς. καὶ βλέπε τὸν μέγαν προστάτην καὶ τῶν χαρισμάτων πάροχον, ὅπως ἐν παντὶ τῷ κόσμῳ τῷ μὲν ἁγνείαν, τῷ δὲ ἀειπαρθενίαν, ἄλλῳ δὲ ἐλεημοσύνην, ἄλλῳ δ' ἀκτημοσύνην, ἄλλῳ δὲ ἀπέλασιν πνευμάτων ἀντικειμένων δίδωσιν. καὶ ὥσπερ τὸ φῶς μιᾷ τῆς ἀκτῖνος προσβολῇ καταυγάζει τὰ πάντα, οὕτω καὶ τὸ πνεῦμα τὸ ἅγιον φωτίζει τοὺς ἔχοντας ὀφθαλμούς. εἰ γάρ τις ἀβλεπτῶν μὴ καταξιοῦται τῆς χάριτος, μὴ μεμφέσθω τῷ πνεύματι, ἀλλὰ τῇ ἑαυτοῦ ἀπιστίᾳ.

16.23 Εἶδες αὐτοῦ τὴν δύναμιν τὴν ἐν παντὶ τῷ κόσμῳ. μὴ μείνῃς ἐπὶ γῆς, ἀνάβηθι λοιπὸν καὶ ἐπὶ τὰ ἄνω. ἀνάβηθι μοι τῇ διανοίᾳ καὶ εἰς πρῶτον οὐρανὸν καὶ βλέπε μοι τοσαύτας ἐκεῖ μυριάδας ἀναριθμήτους ἀγγέλων. ὑπερανάβηθι τοῖς λογισμοῖς, εἰ δύνασαι, καὶ ἀνωτέρω. βλέπε μοι καὶ ἀρχαγγέλους, βλέπε μοι καὶ πνεύματα, βλέπε δυνάμεις, βλέπε ἀρχάς, βλέπε ἐξουσίας, βλέπε θρόνους, βλέπε κυριότητας. τούτων πάντων ἐπιστάτης παρὰ θεοῦ καὶ διδάσκαλος καὶ ἁγιοποιὸς ὁ παράκλητος. τούτου χρείαν ἔχει Ἠλίας καὶ Ἐλισσαῖος καὶ Ἠσαΐαςἐν ἀνθρώποις, τούτου χρείαν ἔχει Μιχαὴλ καὶ Γαβριὴλ ἐν ἀγγέλοις. Οὐδὲν αὐτῷ τῶν γενητῶν ἰσότιμον. τὰ γὰρ τῶν ἀγγέλων γένη καὶ αἱ στρατιαὶ πᾶσαι ὁμοῦ συναχθεῖσαι οὐ φέρουσιν ἰσότητα πρὸς τὸ ἅγιον πνεῦμα. καλύπτει ταῦτα πάντα τοῦ παρακλήτου ἡ πανάγαθος δύναμις. καὶ τὰ μέν ἐστιν εἰς λειτουργίαν ἀποστελλόμενα, τὸ δὲ ἐρευνᾷ καὶ τὰ βάθη τοῦ θεοῦ, καθὼς ὁ ἀπόστολός φησι· τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ.

16.24 Τοῦτο περὶ Χριστοῦ ἐκήρυξεν ἐν προφήταις. τοῦτο ἐνήργησεν ἐν ἀποστόλοις. τοῦτο μέχρι σήμερον ἐν βαπτίσματι σφραγίζει τὰς ψυχάς. καὶ πατὴρ μὲν δίδωσιν υἱῷ, καὶ υἱὸς μεταδίδωσιν ἁγίῳ πνεύματι. αὐτὸς γάρ ἐστιν ὁ Ἰησοῦς ὁ λέγων, οὐκ ἐγώ· πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου. καὶ περὶ τοῦ ἁγίου πνεύματος λέγει· ὅταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, καὶ ἑξῆς, ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. ὁ πατὴρ δι' υἱοῦ σὺν ἁγίῳ πνεύματι τὰ πάντα χαρίζεται. οὐκ ἄλλα πατρὸς χαρίσματα καὶ ἄλλα υἱοῦ καὶ ἄλλα ἁγίου πνεύματος· μία γὰρ ἡ σωτηρία, μία ἡ δύναμις, μία ἡ πίστις. εἷς θεὸς ὁ πατήρ, εἷς κύριος ὁ μονογενὴς αὐτοῦ υἱός, ἓν τὸ πνεῦμα τὸ ἅγιον ὁ παράκλητος. καὶ αὔταρκες ἡμῖν ταῦτα εἰδέναι, φύσιν δὲ ἢ ὑπόστασιν μὴ πολυπραγμόνει. εἰ γὰρ ἦν γεγραμμένον, ἐλέγομεν· ὃ οὐ γέγραπται, μὴ τολμήσωμεν. αὔταρκες ἡμῖν εἰδέναι πρὸς σωτηρίαν, ὅτι ἔστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα.

16.25 Τοῦτο τὸ πνεῦμα κατῆλθεν ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους ἐπὶ Μωυσέως. Ἀλλὰ τὸ μῆκος τῶν λόγων, ἀγαπητοί, μὴ κάματον ὑμῖν ἐμποιείτω. παράσχοι δὲ αὐτὸ περὶ οὗ ὁ λόγος δύναμιν ἑκάστῳ καὶ τῶν λεγόντων ἡμῶν καὶ ὑμῶν τῶν ἀκουόντων. Τοῦτο τὸ πνεῦμα κατῆλθεν, ὡς ἔφην, ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους τοὺς ἐπὶ Μωυσέως. λέγω δὲ ταῦτά σοι, ἵνα παραστήσω νῦν, ὅτι οἶδε τὰ πάντα καὶ ἐνεργεῖ καθὼς βούλεται. ἐξελέχθησαν οἱ ἑβδομήκοντα πρεσβύτεροι, καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ Μωυσέως καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους, οὐ τοῦ πνεύματος μερισθέντος, ἀλλὰ τῆς χάριτος μερισθείσης πρὸς τὰ δοχεῖα καὶ τὴν τῶν δεχομένων δύναμιν. ἀλλ' ἑξήκοντα μὲν καὶ ὀκτὼ παρῆσαν καὶ προεφήτευσαν, Ἑλδὰδ δὲ καὶ Μωδὰδ οὐ παρῆσαν. ἵνα τοίνυν δειχθῇ, ὅτι οὐ Μωυσῆς ἦν ὁ χαριζόμενος, ἀλλὰ τὸ πνεῦμα τὸ ἐνεργοῦν, Ἑλδὰδ καὶ Μωδάδ, οἱ κληθέντες μέν, οὔπω δὲ ἀπαντήσαντες, προφητεύουσιν.

16.26 Ἐξεπλάγη Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ διάδοχος Μωυσέως, καὶ προσελθὼν λέγει τῷ Μωυσῇ· ἤκουσας ὅτι Ἑλδὰδ καὶ Μωδὰδ προφητεύουσιν; ἐκλήθησαν καὶ οὐκ ἀπήντησαν. κύριέ μου Μωυσῆ, κώλυσον αὐτούς. Οὐ δύναμαι κωλῦσαι αὐτούς, φησίν, ἐπουράνιος γὰρ ἡ χάρις. καὶ τοσοῦτον ἀπέχω τοῦ κωλῦσαι αὐτούς, ὥστε καὶ αὐτὸς κατὰ χάριν ἔχω. ἀλλ' οὐ νομίζω σε τοῦτο φθόνῳ εἰρηκέναι. μὴ ζηλοῖς σύ μοι, ὅτι ἐκεῖνοι μὲν προεφήτευσαν, σὺ δὲ οὔπω προφητεύεις. ἔκδεξαι τὸν καιρόν. καὶ τίς δῴη πάντα τὸν λαὸν κυρίου προφήτας, ὅταν δῷ κύριος τὸ πνεῦμα αὐτοῦ ἐπ' αὐτούς; προφητικῶς καὶ τοῦτο λέγων τὸ κύριος ὅταν δῷ. νῦν δὲ ἄρα οὔπω ἔδωκε, σὺ οὖν οὔπω ἔχεις. Ἀβραὰμ ἄρα καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Ἰωσὴφ οὐκ εἶχον;οἱ πρὸ τούτου ἄρα οὐκ ἔσχον; ἀλλὰ τὸ ὅταν δῷ κύριος δῆλον ὅτι σημαίνει τὸ ἐπὶ πάντας. νῦν μερικὴ ἡ χάρις, τότε δαψιλὴς ἡ δόσις. Ἠινίσσετο δὲ τὸ γενησόμενον ἐν τῇ πεντηκοστῇ παρ' ἡμῖν. καὶ αὐτὸ γὰρ κατῆλθε παρ' ἡμῖν. κατῆλθε δὲ καὶ πρότερον ἐπὶ πολλούς. γέγραπται γάρ· καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐνεπλήσθη πνεύματος σοφίας. ἐπέθηκε γὰρ Μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ' αὐτόν. βλέπεις πανταχοῦ τὸν τύπον ἐν παλαιᾷ καὶ καινῇ τὸν αὐτόν. ἐπὶ Μωυσέως διὰ χειροθεσίας ἐδίδοτο τὸ πνεῦμα. καὶ Πέτρος διὰ χειροθεσίας δίδωσι τὸ πνεῦμα. μέλλει δὲ καὶ ἐπὶ σὲ τὸν βαπτιζόμενον φθάνειν ἡ χάρις. τὸ δὲ πῶς οὐ λέγω. οὐ γὰρ προλαμβάνω τὸν καιρόν.

16.27 Τοῦτο καὶ ἦλθεν ἐπὶ πάντας δικαίους καὶ προφήτας, τὸν Ἐνὼς λέγω, τὸν Ἐνώχ, τὸν Νῶε καὶ τοὺς λοιπούς, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ. περὶ γὰρ τοῦ τὸν Ἰωσὴἔχειν πνεῦμα θεοῦ ἐν αὐτῷ ἤδη καὶ Φαραὼ κατείληφεν. περὶ γὰρ Μωυσέως καὶ τῶν ἐπ' αὐτοῦ θαυμασίων ἐκ πνεύματος ἐνεργειῶν ἤκουσας πολλάκις. τοῦτο καὶ ὁ ἀνδρειότατος εἶχεν Ἰώβ, καὶ πάντες οἱ ἅγιοι, κἂν τὰ ὀνόματα πάντων μὴ διέλθωμεν. τοῦτο καὶ ἐν τῇ κατασκευῇ τῆς σκηνῆς ἀποσταλὲν ἐνέπλησε σοφίας τοὺς περὶ τὸν Βεσελεὴλ σοφούς.

16.28 Ἐν τῇ δυνάμει τούτου τοῦ πνεύματος, καθὼς ἔχομεν ἐν κριταῖς, Γοθονιὴλ μὲν ἔκρινε, Γεδεὼν δὲ ἐνεδυναμώθη, ἐνίκησε δὲ Ἰεφθάε, ∆εββῶρα δὲ ἡ γυνὴ ἐπολέμει καὶ Σαμψὼν ἔτι δικαιοπραγῶν καὶ μὴ λυπῶν αὐτὸ τὰ ὑπὲρ ἄνθρωπον ἐνήργησεν. περὶ γὰρ Σαμουὴλ καὶ ∆αβὶδ φανερῶς ἐν ταῖς τῶν βασιλειῶν ἔχομεν βίβλοις, ὅπως ἐν ἁγίῳ πνεύματι ἐπροφήτευον αὐτοί, καὶ προφητῶν ἦσαν ἔξαρχοι. καὶ ὁ μὲν Σαμουὴλ ὁ ὁρῶν ἐκαλεῖτο, ὁ δὲ ∆αβὶδ σαφῶς, πνεῦμα κυρίου, φησίν, ἐλάλησεν ἐν ἐμοί. καὶ ἐν ψαλμοῖς· καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. καὶ πάλιν· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Καὶ ὡς ἐν παραλειπομένοις ἔχομεν, ἁγίου πνεύματος μετέσχον Ἀζαρίας μὲν ἐπὶ τοῦ Ἀσὰφ βασιλέως καὶ Ὀζιὴλ ἐπὶ Ἰωσαφὰτ βασιλέως, καὶ πάλιν ἄλλος Ἀζαρίας ὁ λιθασθείς. ὁ δὲ Ἔσδρας φησίν· καὶ τὸ πνεῦμά σου τὸ ἀγαθὸν ἔδωκας συνετίσαι αὐτούς. περὶ δὲ Ἠλία τοῦ ἀναληφθέντος καὶ Ἐλισσαίου τῶν πνευματοφόρων καὶ θαυματοποιῶν φανερὸν κἂν μὴ λέγωμεν, ὅτι πλήρεις ἦσαν ἁγίου πνεύματος.

16.29 Εἰ δὲ καὶ πάσας τις διέλθοι τάς τε τῶν δώδεκα καὶ τῶν λοιπῶν προφητῶν τὰς βίβλους, πολλὰς τὰς περὶ τοῦ ἁγίου πνεύματος μαρτυρίας εὑρήσει, Μιχαίου μὲν λέγοντος ἐκ προσώπου τοῦ θεοῦ· ἐὰν μὴ ἐγὼ ἐμπλήσω ἰσχὺν ἐν πνεύματι κυρίου· τοῦ δὲ Ἰωὴλ βοῶντος· καὶ ἔσται μετὰ ταῦτα, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ τὰ ἑξῆς· καὶ Ἀγγαίου φάσκοντος· διότι ἐγὼ μεθ' ὑμῶν εἰμί, λέγει κύριος παντοκράτωρ, καὶ τὸ πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· Ζαχαρίου δὲ ὁμοίως· πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις.

16.30 Καὶ ἕτερα Ἡσαΐας ὁ μεγαλοφωνότατός φησιν· καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ, δηλῶν ἓν μὲν εἶναι τοῦτο καὶ ἀδιαίρετον, διαφόρους δὲ αὐτοῦ ἐνεργείας. καὶ πάλιν· Ἰακὼβ ὁ παῖς μου, καὶ ἑξῆς, ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν. καὶ πάλιν· ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου. καὶ πάλιν· καὶ νῦν κύριος παντοκράτωρ ἀπέσταλκέ με καὶ τὸ πνεῦμα αὐτοῦ. καὶ πάλιν· αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπε κύριος, τὸ πνεῦμα τὸ ἐμὸν ὃ ἔστιν ἐπὶ σοί. καὶ πά λιν· πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, καὶ τὰ ἑξῆς. καὶ πάλιν ἐν τοῖς κατὰ Ἰουδαίων· αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ. καί, ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον; Ἔχεις καὶ ἐν τῷ Ἰεζεκιὴλ (εἰ λοιπὸν ἀκούων μὴ κέκμηκας) τὸ ἤδη ῥηθέν· καὶ ἔπεσεν ἐπ' ἐμὲ πνεῦμα καὶ εἶπε πρός με· λέγε, τάδε λέγει κύριος. τὸ δὲ ἔπεσεν ἐπ' ἐμὲ καλῶς ἐκληπτέον, ὅτι φιλοστόργως, καὶ ὥσπερ ὁ Ἰακὼβ εὑρὼν τὸν Ἰωσὴφ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ὥσπερ ἐν εὐαγγελίοις ὁ φιλόστοργος πατὴρ τὸν ἐκ τῆς ἀποδημίας ἐπανελθόντα υἱὸν ἰδὼν ἐσπλαγχνίσθη καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν. καὶ πάλιν ἐν τῷ Ἰεζεκιήλ· καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ. τὰ γὰρ ἄλλα πρότερον ἐν τοῖς περὶ βαπτίσματος ἤκουσας· καὶ ῥανῶ ἐφ' ὑμᾶς ὕδωρ καθαρόν, καὶ τὰ ἑξῆς, καὶ δώσω ὑμῖν καρδίαν καινήν, καὶ πνεῦμα καινὸν δώσω ἐν ὑμῖν. καὶ εὐθύς· καὶ τὸ πνεῦμά μου δώσω ἐν ὑμῖν. καὶ πάλιν· καὶ ἐγίνετο ἐπ' ἐμὲ χεὶρ κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι κυρίου.

16.31 Τοῦτο ἐσόφισε τὴν ψυχὴν τοῦ ∆ανιήλ, ἵνα γένηται δικαστὴς πρεσβυτέρων ὁ νέος. κατεκρίθη Σωσάννα ἡ σώφρων ὡς ἀκόλαστος. ἔκδικος οὐκ ἦν. τίς γὰρ ἐξῃρεῖτο ἀπὸ τῶν ἀρχόντων; ἀπήγετο τὴν ἐπὶ θανάτῳ. εἰς χεῖρας ἦν λοιπὸν τῶν δημίων. ἀλλ' ὁ βοηθὸς παρῆν, ὁ παράκλητος, τὸ πνεῦμα τὸ ἁγιάζον πᾶσαν νοητὴν φύσιν. δεῦρο δή μοι, φησὶ τῷ ∆ανιήλ, ὁ νέος ἔλεγξον πρεσβύτας νοσήσαντας τὰ νεότητος ἁμαρτήματα. γέγραπται γάρ· ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ παιδαρίου νεωτέρου. καὶ ἵνα συντόμως παρέλθωμεν, διὰ τῆς ἀποφάσεως τοῦ ∆ανιὴλ ἐσώθη ἡ σώφρων. μαρτυρίας ἕνεκεν ταῦτα παραφέρομεν· οὐ γὰρ ἐξηγήσεως ὁ καιρός. Ἤιδει καὶ Ναβουχοδονόσορ ὅτι ἔστιν ἐν τῷ ∆ανιὴλ τὸ πνεῦμα τὸ ἅγιον. φησὶ γὰρ πρὸς αὐτόν· Βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, τοῦτο ἐγὼ ἔγνων, ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί. ἓν ἀληθὲς εἶπε καὶ ἓν ψεῦδος. ὅτι μὲν γὰρ ἔσχε πνεῦμα ἅγιον, ἀληθὲς ἦν, οὐκ ἦν δὲ ἄρχων τῶν ἐπαοιδῶν. οὐ γὰρ ἦν μάγος, ἀλλ' ἐκ πνεύματος ἁγίου σοφός. καὶ πρὸ τούτου δὲ συνέκρινεν αὐτῷ τὴν ὅρασιν τῆς εἰκόνος, ἣν αὐτὸς ὁ ἰδὼν οὐκ ᾔδει. εἰπέ μοι, φησί, τὴν ὅρασιν ἣν ἐγὼ ὁ ἰδὼν οὐκ οἶδα. βλέπεις ἁγίου πνεύματος δύναμιν; ὃ οἱ ἰδόντες οὐκ οἴδασιν, οἱ μὴ ἰδόντες γινώσκουσι καὶ ἑρμηνεύουσιν.

16.32 Καὶ ἐνῆν μὲν ἀληθῶς πάμπολλα ἐκ τῆς παλαιᾶς διαθήκης ἀναλέξαι καὶ πλατύτερον διηγήσασθαι τὰ περὶ ἁγίου πνεύματος. ἀλλ' ὀλίγος ὁ καιρός· δεῖ δὲ φείδεσθαι καὶ τοῦ συμμέτρου τῆς ἀκροάσεως. ὅθεν τοῖς ἐκ τῆς παλαιᾶς πρὸς τὸ παρὸν τέως ἀρκεσθέντες ἐπὶ τὰ λείποντα ἐκ τῆς καινῆς διαθήκης, εἰ ὁ θεὸς θέλοι, τῇ ἑξῆς κατηχήσει πάλιν ἐλευσόμεθα. Ὁ δὲ θεὸς τῆς εἰρήνης διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος πάντας ὑμᾶς τῶν πνευματικῶν καὶ ἐπουρανίων καταξιώσειε δωρεῶν. ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.



Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα