Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Ὁ Παράκλητος - Ἁγίου Κυρίλλου Ἱεροσολύμων / Κατήχησις ἑπτακαιδεκάτη φωτιζομένων ΙΖ

Κατήχησις ἑπτακαιδεκάτη φωτιζομένων ΙΖ


17.τ Κατήχησις ἑπτακαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα. τῶν περὶ ἁγίου πνεύματος τὰ λοιπά. καὶ ἀνάγνωσις ἐκ τῆς πρὸς Κορινθίους πρώτης· ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, καὶ τὰ ἑξῆς.

17.1 Ἐν μὲν τῇ πρὸ ταύτης κατηχήσει τῶν περὶ πνεύματος ἁγίου μαρτυριῶν ὀλίγον τι μέρος κατὰ δύναμιν παρεθέμεθα ταῖς τῆς ὑμετέρας ἀγάπης ἀκοαῖς, ἐν δὲ τῷ παρόντι τῶν λειπουσῶν ἐκ τῆς καινῆς διαθήκης κατὰ τὸ ἐγχωροῦν πάλιν ἐφαψόμεθα θεοῦ θέλοντος, τότε μὲν διὰ τὸ τῆς ἀκοῆς σύμμετρον τὴν προθυμίαν ἐπισχόντες (ἀκόρεστος γὰρ ὁ πνεύματος ἁγίου λόγος), νυνὶ δὲ τῶν λειπόντων μέρος τι πάλιν ὀλίγον ἐροῦντες (τὸ γὰρ καλύπτεσθαι τὴν ἡμετέραν ἀσθένειαν τῷ τῶν γεγραμμένων πλήθει μετ' εὐγνωμοσύνης καὶ νῦν ὁμολογοῦμεν), οὐκ ἀνθρωπίνοις καὶ σήμερον κεχρημένοι σοφίσμασιν (ἀσύμφορον γάρ), ἀλλὰ τὰ ἐκ τῶν θείων γραφῶν μόνον ὑπομιμνήσκοντες (ἀσφαλέστατον γὰρ κατὰ τὸν μακάριον ἀπόστολον Παῦλον, ὅς φησιν· ἃ καὶ λαλοῦμεν, οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες), καὶ παραπλήσια τοῖς ὁδοιποροῦσιν ἢ πλέουσιν ἐπιτελοῦντες, οἳ σκοπὸν ἔχοντες ἕνα μεγίστης ὁδοῦ τῇ μὲν προθυμίᾳ σπεύδουσι, διὰ δὲ τὴν ἀνθρωπίνην ἀσθένειαν διαφόροις πόλεσι παραβάλλειν ἢ λιμέσιν εἰώθασιν.

17.2 Αἱ μὲν οὖν περὶ τοῦ ἁγίου πνεύματος διαλέξεις διαιροῦνται, αὐτὸ δὲ ἀδιαίρετόν ἐστιν, ἓν καὶ τὸ αὐτὸ τυγχάνον. ὥσπερ γὰρ ἐν τοῖς περὶ τοῦ πατρὸς λόγοις ποτὲ μὲν περὶ μοναρχίας ἦν ἡμῖν τὸ διδασκόμενον, ποτὲ δὲ πῶς καλεῖται πατὴρ ἢ παντοκράτωρ, ποτὲ δὲ ὅπως δημιουργός ἐστι τῶν ὅλων, καὶ οὐ τὸ διαιρεῖσθαι τὰς κατηχήσεις διαίρεσιν εἶχε τῆς πίστεως (εἷς γὰρ ἦντε καὶ ἔστιν ὁ τῆς εὐσεβείας σκοπός), καὶ ὥσπερ ἐν τοῖς περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ποτὲ μὲν τὰ περὶ τῆς θεότητος, ποτὲ δὲ τὰ περὶ τῆς ἀνθρωπότητος ἐδιδάσκομεν, εἰς πολλὰς μὲν διαλέξεις τοὺς περὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λόγους διαιροῦντες, ἀδιαίρετον δὲ τὴν εἰς αὐτὸν πίστιν καταγγέλλοντες, οὕτως καὶ νῦν τῶν περὶ τοῦ ἁγίου πνεύματος. κατηχήσεων διαιρουμένων ἀδιαίρετον καταγγέλλομεν τὴν εἰς αὐτὸ πίστιν. ἓν γάρ ἐστι καὶ τὸ αὐτὸ πνεῦμα τὸ διαιροῦν μὲν τὰ χαρίσματα ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, αὐτὸ δὲ μόνον ἀδιαίρετον. οὐ γὰρ ἄλλος ἐστὶν ὁ παράκλητος παρὰ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἕν ἐστι καὶ τὸ αὐτὸ διαφόρως ταῖς προσηγορίαις ὀνομαζόμενον, ζῶν καὶ ὑφεστὸς καὶ λαλοῦν καὶ ἐνεργοῦν καὶ τῶν ὑπὸ θεοῦ διὰ Χριστοῦ γενομένων λογικῶν ἁπάντων, ἀγγέλων καὶ ἀνθρώπων, ἁγιαστικόν.

17.3 Ὑπὲρ δὲ τοῦ μὴ ταῖς διαφόροις ὀνομασίαις τοῦ ἁγίου πνεύματος νομίσαι τινὰς ἐξ ἀμαθείας διάφορα εἶναι ταῦτα πνεύματα καὶ μὴ ἓν καὶ τὸ αὐτὸ ὅπερ ἐστὶ μόνον, διὰ τοῦτο προασφαλιζομένη σε ἡ καθολικὴ ἐκκλησία παρέδωκεν ἐν τῇ τῆς πίστεως ἐπαγγελίᾳ πιστεύειν εἰς ἓν ἅγιον πνεῦμα, τὸν παράκλητον, τὸ λαλῆσαν ἐν τοῖς προφήταις, ὅπως εἰδέναι ἔχοις, ὅτι πολλαὶ μὲν αἱ προσηγορίαι τυγχάνουσιν, ἓν δὲ μόνον ἐστὶ τὸ πνεῦμα τὸ ἅγιον. περὶ ὧν προσηγοριῶν νῦν ὀλίγας ὑμῖν ἐκ πολλῶν ἐροῦμεν.

17.4 Καλεῖται μὲν γὰρ πνεῦμα κατὰ τὸ ἀρτίως ἀνεγνωσμένον, ᾧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας. καλεῖται δὲ πνεῦμα ἀληθείας, καθὼς ὁ σωτήρ φησιν, ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας. καλεῖται καὶ παράκλητος, καθὼς εἴρηκεν, ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς. ὅτι δὲ ἓν καὶ τὸ αὐτό ἐστι διαφόροις ταῖς προσηγορίαις ὀνομαζόμενον, δείκνυται σαφῶς ἐκ τούτων. περὶ μὲν γὰρ τοῦ εἶναι τὸ αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον καὶ τὸν παράκλητον εἴρηται ὁ δὲ παράκλητος τὸ πνεῦμα τὸ ἅγιον. περὶ δὲ τοῦ τὸ αὐτὸ εἶναι καὶ τὸν παράκλητον καὶ τὸ πνεῦμα τῆς ἀληθείας εἴρηται καὶ ἄλλον παράκλητον δώσω ὑμῖν, ἵνα μεθ' ὑμῶν μένῃ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας. καὶ πάλιν ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας. Καλεῖται καὶ πνεῦμα θεοῦ, καθὼς γέγραπται· καὶ εἶδον τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον, καὶ πάλιν, ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται, οὗτοι υἱοὶ θεοῦ εἰσιν. καλεῖται καὶ πνεῦμα πατρός, καθώς φησιν ὁ σωτήρ· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. καὶ πάλιν ὁ Παῦλος· τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα, καὶ ἑξῆς, ἵνα δῷ ὑμῖν κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ. καλεῖται καὶ πνεῦμα κυρίου, καθὼς Πέτρος εἶπε· τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; καλεῖται καὶ πνεῦμα θεοῦ καὶ Χριστοῦ, καθὼς γράφει Παῦλος· ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί, ἀλλ' ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. καλεῖται καὶ πνεῦμα τοῦ υἱοῦ τοῦ θεοῦ, καθὼς εἴρηται· ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ. καλεῖται καὶ πνεῦμα Χριστοῦ, καθὼς γέγραπται· εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς πνεῦμα Χριστοῦ. καὶ πάλιν· διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος [τοῦ] Ἰησοῦ Χριστοῦ.

17.5 Πρὸς δὲ τούτοις καὶ ἄλλας πάλιν τοῦ ἁγίου πνεύματος ὀνομασίας εὑρήσεις. καλεῖται μὲν γὰρ πνεῦμα ἁγιωσύνης, ὡς γέγραπται· κατὰ πνεῦμα ἁγιωσύνης. καλεῖται καὶ πνεῦμα υἱοθεσίας, ὡς Παῦλός φησιν· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ. καλεῖται καὶ πνεῦμα ἀποκαλύψεως, καθὼς γέγραπται· δῴη ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ. καλεῖται καὶ πνεῦμα ἐπαγγελίας, καθὼς ὁ αὐτός φησιν· ἐν ᾧ καὶ ὑμεῖς πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. καλεῖται καὶ πνεῦμα χάριτος, ὡς ὅτε πάλιν λέγει· καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας. καὶ ἄλλαις δὲ προσηγορίαις πλείοσιν ὀνομάζεται τοιαύταις. ἤκουσας δὲ σαφῶς καὶ ἐν τῇ πρὸ ταύτης κατηχήσει, ὅτι ἐν μὲν τοῖς ψαλμοῖς ποτὲ μὲν ἀγαθόν, ποτὲ δὲ ἡγεμονικὸν ὀνομάζεται, ἐν δὲ τῷ Ἡσαΐᾳ σοφίας καὶ συνέσεως καὶ βουλῆς καὶ ἰσχύος καὶ γνώσεως καὶ εὐσεβείας καὶ φόβου θεοῦ προσηγορεύετο. ∆ι' ὧν ἁπάντων, τῶντε πρότερον εἰρημένων καὶ τῶν νῦν, συνίσταται, διαφόρους μὲν εἶναι τὰς προσηγορίας, ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα τὸ ἅγιον, ζῶν καὶ ὑφεστός, καὶ πάντοτε πατρὶ καὶ υἱῷ συμπαρόν, οὐκ ἀπὸ στόματος καὶ χειλέων πατρὸς ἢ υἱοῦ λαλούμενον ἢ ἀναπνεόμενον, οὔτε εἰς ἀέρα διαχεόμενον, ἀλλ' ἐνυπόστατον, λαλοῦν αὐτὸ καὶ ἐνεργοῦν καὶ οἰκονομοῦν καὶ ἁγιάζον, ἀδιαστάτου δηλαδὴ καὶ συμφώνου καὶ μιᾶς οὔσης τῆς σωτηριώδους οἰκονομίας εἰς ἡμᾶς τῆς ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, καθὼς καὶ πρώην εἰρήκαμεν. μνημονεύειν γὰρ ὑμᾶς ἐκείνων ἄρτι λεγομένων βούλομαι, καὶ εἰδέναι σαφῶς, ὅτι οὐχ ἕτερον μὲν ἐν νόμῳ καὶ προφήταις, ἕτερον δὲ ἐν εὐαγγελίοις καὶ ἀποστόλοις, ἀλλ' ἕν ἐστι καὶ τὸ αὐτὸ πνεῦμα ἅγιον τὸ ἐν παλαιᾷ τε καὶ καινῇ διαθήκῃ τὰς θείας λαλῆσαν γραφάς.

17.6 Τοῦτο τὸ πνεῦμα τὸ ἅγιόν ἐστι τὸ ἐλθὸν ἐπὶ τὴν ἁγίαν παρθένον Μαρίαν. ἐπειδὴ γὰρ Χριστὸς ἦν ὁ μονογενὴς ὁ γεννώμενος, δύναμις ὑψίστου ἐπεσκίαζεν αὐτῇ, καὶ πνεῦμα ἅγιον ἐπελθὸν ἐπ' αὐτὴν ἡγίαζεν αὐτὴν πρὸς τὸ δυνηθῆναι δέξασθαι τὸν δι' οὗ τὰ πάντα ἐγένετο. οὐ χρεία δέ μοι πολλῶν λόγων, ἵνα μάθῃς ὅτι ἀῤῥύπαρος καὶ ἄχραντος ἡ γέννησις· ἔμαθες γάρ. Γαβριήλ ἐστιν ὁ λέγων πρὸς αὐτήν· ἐγὼ κήρυξ εἰμὶ τῶν γενησομένων, ἀλλ' οὐ συνεργός. εἰ γὰρ καὶ ἀρχάγγελος, ἀλλ' οἶδά μου τὴν τάξιν. καὶ τὸ μὲν χαίρειν ἐγὼ εὐαγγελίζομαι σοι, τὸ δὲ πῶς τέξῃ οὐκ ἀπὸ τῆς ἐμῆς χάριτος. πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ.

17.7 Τοῦτο τὸ πνεῦμα τὸ ἅγιον ἐνήργησεν ἐν τῇ Ἐλισάβετ. οὐ γὰρ μόνον παρθένους οἶδεν, ἀλλὰ γνωρίζει καὶ ἐγγάμους, ἐὰν κατὰ νόμον ᾖ ὁ γάμος. καὶ ἐπλήσθη πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἐπροφήτευσεν. καί φησιν ἡ καλὴ δουλὶς περὶ τοῦ ἑαυτῆς κυρίου· καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ πρός με ἡ μήτηρ τοῦ κυρίου μου; ἐμακάριζε γὰρ ἑαυτὴν ἡ Ἐλισάβετ. τούτου τοῦ ἁγίου πνεύματος πλησθεὶς καὶ Ζαχαρίας ὁ τοῦ Ἰωάννου πατὴρ προεφήτευσε λέγων, ὅσων τε ἀγαθῶν πρόξενός ἐστιν ὁ μονογενής, καὶ ὅτι πρόδρομος διὰ βαπτίσματος Ἰωάννης ἐκείνου. ὑπὸ τούτου τοῦ ἁγίου πνεύματος χρηματισθεὶς καὶ Συμεὼν ὁ δίκαιος μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν χριστὸν κυρίου, δεξάμενος αὐτὸν εἰς τὰς ἀγκάλας ἐν τῷ ἱερῷ τὰ περὶ αὐτοῦ σαφῶς ἐμαρτύρησεν.

17.8 Καὶ Ἰωάννης δὲ ὁ πνεύματος ἁγίου πλησθεὶς ἐκ κοιλίας μητρὸς αὐτοῦ διὰ τοῦτο ἡγιάσθη, ἵνα βαπτίσῃ τὸν κύριον, οὐ διδοὺς τὸ πνεῦμα, ἀλλὰ τὸν διδόντα τὸ πνεῦμα εὐαγγελιζόμενος. φησὶ γάρ· ἐγὼ ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος, καὶ ἑξῆς, αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί. πυρὶ δὲ διὰ τί; ἐπειδὴ ἐν πυρίναις γλώσσαις ἡ τοῦ ἁγίου πνεύματος ἐγένετο κάθοδος. περὶ οὗ λέγει χαίρων ὁ κύριος· πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;

17.9 Τοῦτο τὸ πνεῦμα τὸ ἅγιον κατῆλθε βαπτιζομένου τοῦ κυρίου, πρὸς τὸ μὴ λαθεῖν τοῦ βαπτιζομένου τὴν ἀξίαν, καθὼς Ἰωάννης φησίν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ἐφ' ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. Ἀλλὰ βλέπε τί λέγει τὸ εὐαγγέλιον. ἠνεῴχθησαν οἱ οὐρανοί. ἠνεῴχθησαν δὲ διὰ τὴν ἀξίαν τοῦ καταβάντος. ἰδοὺ γάρ, φησίν, ἀνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδε τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡς περιστερὰν καὶ ἐρχόμενον ἐπ' αὐτόν, αὐτοκινήτῳ δηλονότι τῇ καταβάσει. ἔδει γάρ, ὡς ἐξηγήσαντό τινες, τὰς ἀπαρχὰς καὶ τὰ πρωτεῖα τοῦ ἁγίου πνεύματος τῶν βαπτιζομένων τῇ ἀνθρωπότητι τοῦ σωτῆρος παρασχεθῆναι τοῦ τὴν τοιαύτην διδόντος χάριν. κατῆλθε δὲ ἴσως ἐν εἴδει περιστερᾶς, ὥς φασί τινες, τῆς καθαρᾶς καὶ ἀκάκου καὶ ἀκεραίου καὶ ταῖς ὑπὲρ γεννωμένων τέκνων καὶ συγχωρήσεως ἁμαρτιῶν εὐχαῖς συνεργούσης τύπον παραδηλοῦν, καθὼς αἰνιγματωδῶς προείρηται περὶ τοῦ τὸν Χριστὸν ὀφθαλμοφανῶς οὕτως ἐπιδειχθῆναι. ἐν γὰρ τοῖς ᾄσμασι περὶ τοῦ νυμφίου προσφωνεῖ καὶ λέγει· οἱ ὀφθαλμοί σοι ὡς περιστεραὶ ἐπὶ πληρώματα ὑδάτων.

17.10 Ταύτης ἔφερε τύπον μερικῶς κατά τινας ἡ ἐπὶ Νῶε περιστερά. ὥσπερ γὰρ ἐπ' ἐκείνου διὰ ξύλου καὶ ὕδατος αὐτοῖς μὲν ἐγένετο ἡ σωτηρία, καινῆς δὲ γενέσεως ἀρχή, καὶ ἡ περιστερὰ ἀνέστρεψε πρὸς αὐτὸν τὸ πρὸς ἑσπέραν ἔχουσα φύλλον ἐλαίας, οὕτω, φασί, καὶ τὸ πνεῦμα τὸ ἅγιον κατῆλθεν ἐπὶ τὸν ἀληθινὸν Νῶε, τὸν τῆς δευτέρας γενέσεως ποιητήν, τὸν παντοίων γενῶν προαιρέσεις εἰς τὸ αὐτὸ συνάγοντα, ὧν τύπον ἔφερον αἱ διάφοροι τῶν ἐν τῇ κιβωτῷ ζώων καταστάσεις, οὗ κατὰ τὴν παρουσίαν οἱ νοητοὶ λύκοι συμβόσκονται μετὰ ἀρνῶν, οὗ ἡ ἐκκλησία ἔχει μοσχάριον καὶ ταῦρον καὶ λέοντα ἅμα βοσκομένους, καθὼς μέχρι σήμερον βλέπομεν ἄρχοντας κοσμικοὺς ὑπὸ τῶν ἐκκλησιαστικῶν ἀγομένους καὶ διδασκομένους. κατῆλθε τοίνυν, ὡς ἐξηγοῦνταί τινες, ἡ νοητὴ περιστερὰ ἐν τῷ καιρῷ τοῦ βαπτίσματος, ἵνα δείξῃ ὅτι οὗτός ἐστιν ὁ διὰ ξύλου σταυροῦ σώζων τοὺς πιστεύοντας, ὁ μέλλων πρὸς ἑσπέραν διὰ τοῦ θανάτου αὐτοῦ χαρίζεσθαι τὴν σωτηρίαν.

17.11 Καὶ περὶ μὲν τούτων ἴσως καὶ ἄλλως ἐξηγητέον. αὐτοῦ δὲ τοῦ σωτῆρος καὶ νῦν ἀκουστέον τῶν περὶ ἁγίου πνεύματος ῥημάτων. φησὶ γάρ· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ θεοῦ. καὶ ὅτι παρὰ τοῦ πατρὸς ἡ χάρις, λέγει· πόσῳ μᾶλλον ὁ πατὴρ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. καὶ ὅτι τὸν θεὸν ἐν πνεύματι προσκυνεῖν δεῖ, φησίν· ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἔστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσ κυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. καὶ πάλιν· εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια. καὶ ἑξῆς εὐθύς· διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ, ὃς δ' ἂν εἴπῃ λόγον κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ αἰῶνι τούτῳ οὔτε ἐν τῷ μέλλοντι. Καὶ πάλιν φησί· κἀγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν, ἵνα μεθ' ὑμῶν ᾖ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό. ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ' ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται. καὶ πάλιν λέγει· ταῦτα λελάληκα ὑμῖν παρ' ὑμῖν μένων. ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος διδάξει ὑμᾶς πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν. καὶ πάλιν φησίν· ὅταν δὲ ἔλθῃ ὁ παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ. καὶ πάλιν ὁ σωτήρ· ἐὰν γὰρ ἐγὼ μὴ ἀπέλθω, ὁ παράκλητος οὐ μὴ ἔρχεται πρὸς ὑμᾶς. ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως. καὶ ἑξῆς πάλιν· ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ' οὐ δύνασθε βαστάζειν ἄρτι. ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν πᾶσαν. οὐ γὰρ ἀφ' ἑαυτοῦ λαλήσει, ἀλλ' ὅσα ἂν ἀκούσῃ λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν. διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Αὐτοῦ τοῦ μονογενοῦς νῦν ἀνέγνων σοι τὰς φωνάς, ἵνα μὴ προσέχῃς ἀνθρωπίνοις ῥήμασιν.

17.12 Τούτου τοῦ ἁγίου πνεύματος τὴν κοινωνίαν ἐχαρίσατο τοῖς ἀποστόλοις. γέγραπται γάρ· καὶ τοῦτο εἰπὼν ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον. ἐάν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς, ἐάν τινων κρατῆτε, κεκράτηνται. δεύτερον ἐμφύσημα τοῦτο, ἐπειδὴ τὸ πρῶτον ἠμαυρώθη διὰ τὰς ἑκουσίους ἁμαρτίας. ἵνα πληρωθῇ τὸ γεγραμμένον· ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμενός σε ἐκ θλίψεως. τὸ δὲ ἀνέβη πόθεν; ἐκ τοῦ ᾅδου. οὕτω γὰρ διηγήσατο τὸ εὐαγγέλιον, ὅτι μέτα τὴν ἀνάστασιν τότε ἐνεφύσησεν. Ἀλλὰ δίδωσι μὲν νῦν τὴν χάριν, ἐπιδαψιλεύεται δὲ ἐπὶ πλεῖον. καί φησι πρὸς αὐτούς· ἕτοιμος μέν εἰμι τοῦ δοῦναι καὶ νῦν, οὔπω δὲ τὸ ἀγγεῖον χωρεῖ. τέως μὲν οὖν λάβετε τὴν χάριν ὅσην χωρεῖτε, ἐκδέχεσθε δὲ καὶ πλείονα. ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ, ἕως ἂν ἐνδύσησθε δύναμιν ἐξ ὕψους. νῦν λάβετε μερικῶς, τότε φορέσετε αὐτοτελῶς. ὁ μὲν γὰρ δεχόμενος πολλάκις μερικῶς ἔχει τὸ διδόμενον, ὁ δὲ ἐνδυόμενος ὑπὸ τῆς στολῆς πανταχόθεν περιέχεται. μὴ φοβηθῆτε, φησίν, ὅπλα διαβόλου καὶ βέλη· φορέσετε γὰρ δύναμιν πνεύματος ἁγίου. μνημονεύετε δὲ τῶν ἀρτίως εἰρημένων, ὅτι πνεῦμα οὐ μεμέρισται, ἀλλ' ἡ δι' αὐτοῦ χάρις.

17.13 Ἀνῆλθε τοίνυν ὁ Ἰησοῦς εἰς οὐρανοὺς καὶ τὴν ἐπαγγελίαν ἐπλήρωσεν. εἶπε γὰρ πρὸς αὐτούς· ἐγὼ ἐρωτήσω τὸν πατέρα, καὶ ἄλλον παράκλητον δώσει ὑμῖν. ἐκαθέζοντο ἐκδεχόμενοι τὴν παρουσίαν τοῦ ἁγίου πνεύματος, καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἐνταῦθα ἐν τῇ πόλει ταύτῃ Ἱερουσαλήμ–ἡμέτερον γὰρ καὶ τοῦτο τὸ ἀξίωμα, καὶ λαλοῦμεν οὐ περὶ τῶν παρ' ἑτέροις γεγενημένων ἀγαθῶν, ἀλλὰ περὶ τῶν παρ' ἡμῖν κεχαρισμένων–τῆς πεντηκοστῆς οὖν οὔσης ἐκαθέζοντο, καὶ κατήρχετο ὁ παράκλητος ἐξ οὐρανοῦ, ὁ φρουρὸς καὶ ἁγιοποιὸς τῆς ἐκκλησίας, ὁ διοικητὴς τῶν ψυχῶν, ὁ κυβερνήτης τῶν χειμαζομένων, ὁ φωταγωγὸς τῶν πεπλανημένων καὶ ἀθλοθέτης τῶν ἀγωνιζομένων καὶ στεφανωτὴς τῶν νενικηκότων.

17.14 Κατήρχετο δέ, ἵνα ἐνδύσῃ δύναμιν καὶ ἵνα βαπτίσῃ τοὺς ἀποστόλους. λέγει γὰρ ὁ κύριος· ὑμεῖς βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. οὐ μερικὴ ἡ χάρις, ἀλλὰ αὐτοτελὴς ἡ δύναμις. ὥσπερ γὰρ ὁ ἐνδύνων ἐν τοῖς ὕδασι καὶ βαπτιζόμενος πανταχόθεν ὑπὸ τῶν ὑδάτων περιβάλλεται, οὕτω καὶ ὑπὸ τοῦ πνεύματος ἐβαπτίσθησαν ὁλοτελῶς. ἀλλὰ τὸ μὲν ὕδωρ ἔξωθεν περιχεῖται, τὸ δὲ πνεῦμα καὶ τὴν ἔνδοθεν ψυχὴν βαπτίζει ἀπαραλείπτως. καὶ τί θαυμάζεις; λάβε ὑπόδειγμα σωματικόν, μικρὸν μὲν καὶ εὐτελές, χρήσιμον δὲ τοῖς ἀφελεστέροις. εἰ τὸ πῦρ διὰ τῆς παχύτητος τοῦ σιδήρου διαβαῖνον ἔνδον τὸ ὅλον ἀπεργάζεται πῦρ, καὶ ὁ ψυχρὸς γίνεται ζεστός, καὶ ὁ μέλας γίνεται ἐκλάμπων, εἰ σῶμα ὂν τὸ πῦρ ἐν σώματι σιδήρου ἐνδύνον οὕτως ἀπαρεμποδίστως ἐργάζεται, τί θαυμάζεις, εἰ πνεῦμα ἅγιον ἐν τοῖς ἐνδοτάτοις τῆς ψυχῆς εἰσέρχεται;

17.15 Ἵνα δὲ τοσαύτης χάριτος κατερχομένης μὴ ἀγνοηθῇ τὸ μέγεθος, σάλπιγξ ὥσπερ ἐπουράνιος ἤχησεν. ἐγένετο γὰρ ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας σημαινούσης τὴν παρουσίαν τοῦ χαριζομένου τοῖς ἀνθρώποις μετὰ βίας ἁρπάζειν τὴν βασιλείαν τοῦ θεοῦ, ἵνα καὶ ὀφθαλμοὶ ἴδωσι τὰς πυρίνας γλώσσας καὶ ὦτα ἐπακούσῃ τοῦ ἤχου. καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθημένοι. δοχεῖον γέγονε τοῦ νοητοῦ ὕδατος ὁ οἶκος. οἱ μαθηταὶ ἔνδον ἐκαθέζοντο καὶ ὁ οἶκος πᾶς ἐπλήσθη. ἐβαπτίσθησαν τοίνυν ἀνελλειπῶς κατὰ τὴν ἐπαγγελίαν, ἐνεδύθησαν ψυχῇ τε καὶ σώματι θείαν ἔνδυσιν καὶ σωτήριον. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου. πυρὸς μετέλαβον, οὐ καταφλεκτικοῦ, ἀλλὰ σωτηριώδους πυρός, ἀφανίζοντος μὲν ἀκάνθας ἁμαρτιῶν, λαμπρύνοντος δὲ τὴν ψυχήν. τοῦτο μέλλει νῦν ἔρχεσθαι καὶ ἐφ' ὑμᾶς, καὶ τὰς μὲν ἀκανθώδεις ὑμῶν ἁμαρτίας περιαιρεῖν καὶ ἀναλίσκειν, τὸ δὲ τῆς ψυχῆς ὑμῶν κτῆμα τὸ τίμιον ἔτι λαμπρύνειν καὶ διδόναι ὑμῖν χάριν. ἔδωκε γὰρ καὶ τότε τοῖς ἀποστόλοις. ἐν εἴδει πυρίνων γλωσσῶν ἐπεκαθέζετο αὐτοῖς, ἵνα διαδήματα καινότερα περιθῶνται πνευματικὰ διὰ πυρίνων γλωσσῶν ἐπὶ κεφαλῆς. φλογίνη ῥομφαία πρότερον ἐκώλυε πύλας παραδείσου, πυρίνη γλῶσσα σωτηριώδης ἀπεκατέστησε τὴν χάριν.

17.16 Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. Γαλιλαῖος ὁ Πέτρος καὶ Ἀνδρέας ἢ ἐπέρσιζεν ἢ ἐμήδιζεν. Ἰωάννης καὶ οἱ λοιποὶ ἀπόστολοι πᾶσαν γλῶσσαν ἐλάλουν τοῖς ἀπὸ τῶν ἐθνῶν. οὐ γὰρ νῦν ἐνταῦθα ἤρξατο τῶν ξένων πλήθη συναθροίζεσθαι πανταχόθεν, ἀλλ' ἐκ τότε. ποῖος τοσοῦτος διδάσκαλος εὑρίσκεται, διδάσκων ἀθρόως ἃ μὴ μεμαθήκασιν; τοσούτοις ἔτεσι διὰ γραμματικῆς καὶ διὰ τεχνῶν μανθάνουσι μόνον ἑλληνιστὶ καλῶς λαλεῖν. καὶ οὐδὲ πάντες λαλοῦσιν ὁμοίως. ἀλλ' ὁ ῥήτωρ μὲν ἴσως κατορθοῖ λαλεῖν καλῶς, ὁ γραμματικὸς δὲ ἐνίοτε οὐ καλῶς, καὶ ὁ τὴν γραμματικὴν εἰδὼς τὰ φιλοσοφούμενα οὐκ οἶδεν. τὸ δὲ πνεῦμα τὸ ἅγιον ἅμα διδάσκει πολλὰς γλώσσας, ἅσπερ ἐν παντὶ τῷ χρόνῳ ἐκεῖνοι οὐκ οἴδασιν. τοῦτό ἐστιν ἀληθῶς σοφία πολλή, τοῦτο θεία δύναμις. ποία σύγκρισις τῆς ἐν πολλῷ χρόνῳ ἀμαθείας ἐκείνων πρὸς τὴν ἀθρόαν καὶ διάφορον καὶ ξένην ἐξαίφνης τῶν γλωσσῶν ἐνέργειαν;

17.17 Ἐγένετο σύγχυσις τοῦ πλήθους τῶν ἀκουσάντων. δευτέρα σύγχυσις ἀντὶ τῆς ἐν Βαβυλῶνι πρώτης κακῆς. ἐπὶ μὲν γὰρ τῆς συγχύσεως τῶν γλωσσῶν διαίρεσις ἦν τῆς προαιρέσεως, ἐπειδὴ ἀντίθεον ἦν τὸ φρόνημα, ὧδε δὲ ἀποκατάστασις καὶ ἕνωσις τῶν γνωμῶν, ἐπειδὴ εὐσεβὲς ἦν τὸ σπουδαζόμενον. δι' ὧν ἡ ἀπόπτωσις, διὰ τούτων ἡ ἐπάνοδος. [ὅθεν] ἐθαύμαζον λέγοντες· πῶς ἡμεῖς ἀκούομεν λαλούντων αὐτῶν; οὐδὲν θαυμαστὸν εἰ ὑμεῖς ἀγνοεῖτε. καὶ γὰρ καὶ Νικόδημος ἠγνόησε τοῦ πνεύματος τὴν παρουσίαν, καὶ πρὸς ἐκεῖνον ἐῤῥέθη· τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει. εἰ δὲ καὶ τὴν φωνὴν αὐτοῦ ἐὰν ἀκούσω οὐκ οἶδα πόθεν ἔρχεται, αὐτὸ τί ποτέ ἐστι τὴν ὑπόστασιν πῶς δύναμαι διηγήσασθαι;

17.18 Ἄλλοι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι γλεύκους μεμεστωμένοι εἰσίν, λέγοντες μὲν ἀληθῶς, ἀλλὰ χλευαστικῶς. νέος γὰρ ἦν ἀληθῶς ὁ οἶνος, καινῆς διαθήκης ἡ χάρις. ἀλλ' ὁ νέος οὗτος οἶνος ἀπὸ νοητῆς ἀμπέλου, πολλάκις ἔτι καρποφορησάσης ἐν προφήταις, καὶ ἐν καινῇ διαθήκῃ βλαστησάσης. ὥσπερ γὰρ αἰσθητῶς ἡ μὲν ἄμπελος ἀεὶ μένει ἡ αὐτή, κατὰ δὲ καιροὺς καινοτέρους ἐκφέρει καρπούς, οὕτω καὶ τὸ αὐτὸ πνεῦμα, μένον ὅπερ ἐστί, καὶ πολλάκις ἐν προφήταις ἐνεργῆσαν, νῦν νέον τι καὶ θαυμάσιον ἐνεδείξατο. ἔφθασε μὲν γὰρ καὶ ἐπὶ τοὺς πατέρας ἡ χάρις, ἀλλ' ὧδε ὑπερβολικῶς. ἐκεῖ μὲν γὰρ μετέσχον ἁγίου πνεύματος, ὧδε δὲ αὐτοτελῶς ἐβαπτίσθησαν.

17.19 Ἀλλ' ὁ Πέτρος ὁ ἔχων πνεῦμα ἅγιον καὶ εἰδὼς ὃ ἔχει φησίν· ἄνδρες Ἰσραηλῖται, οἱ τὸν μὲν Ἰωὴλ ἀπαγγέλλοντες, μὴ εἰδότες δὲ τὰ γεγραμμένα, οὐχ ὡς ὑμεῖς ὑπολαμβάνετε οὗτοι μεθύουσιν. μεθύουσι γάρ, οὐχ ὡς ὑμεῖς ὑπολαμβάνετε, ἀλλὰ καθὼς γέγραπται· μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου καὶ ἐκ τῶν χειμάῤῥων τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. μεθύουσι μέθην νηφάλιον, νεκρωτικὴν ἁμαρτίας, καὶ καρδίας ζωοποιητικήν, μέθην ἐναντίαν τῆς σωματικῆς. ἡ μὲν γὰρ καὶ τῶν ἐγνωσμένων ἐμποιεῖ λήθην, αὕτη δὲ καὶ τῶν μὴ ἐγνωσμένων τὴν γνῶσιν χαρίζεται. μεθύουσι πιόντες τὸν οἶνον τῆς νοητῆς ἀμπέλου, τῆς λεγούσης· ἐγώ εἰμι ἡ ἄμπελος καὶ ὑμεῖς τὰ κλήματα. εἰ δὲ μὴ πείθεσθέ μοι, ἐκ τοῦ καιροῦ σύνετε τὸ λεγόμενον· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. ὁ γὰρ ἐν τρίτῃ ὥρᾳ σταυρωθείς, ὡς Μάρκος φησί, τρίτῃ ὥρᾳ νῦν κατέπεμψε τὴν χάριν. οὐ γὰρ ἄλλη χάρις ἐκείνου καὶ ἄλλη χάρις τούτου, ἀλλ' ὁ τότε σταυρωθεὶς καὶ ἐπαγγειλάμενος ἐπλήρωσεν ὃ ἐπηγγείλατο. Εἰ δὲ βούλεσθε δέξασθαι καὶ μαρτυρίαν, ἀκούσατε, φησίν· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· καὶ ἔσται μετὰ ταῦτα, λέγει ὁ θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου. τὸ δὲ ἐκχεῶ πλουσίαν ἠνίξατο δόσιν. οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα. ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. δέδωκε δὲ αὐτῷ τὴν ἐξουσίαν καὶ τοῦ χαρίζεσθαι τοῦ παναγίου πνεύματος τὴν χάριν οἷς βούλεται. ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. καὶ ἑξῆς· καίγε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου καὶ προφητεύσουσιν. τὸ πνεῦμα τὸ ἅγιον ἀπροσωπόληπτόν ἐστιν. οὐ γὰρ ζητεῖ ἀξίωμα, ἀλλὰ ψυχῆς εὐλάβειαν. μήτε οἱ πλούσιοι τυφούσθωσαν, μήτε οἱ πένητες ταπεινούσθωσαν. μόνον δὲ ἕκαστος ἑαυτὸν ἑτοιμαζέτω πρὸς ὑποδοχὴν τῆς ἐπουρανίου χάριτος.

17.20 Πολλὰ μὲν οὖν ἡμῖν εἴρηται σήμερον, καὶ ἴσως κέκμηκεν ἡ ἀκρόασις, πλείονα δ' ἐστὶ τὰ παραλειφθέντα. καὶ χρεία ἦν ὡς ἀληθῶς ἐν τοῖς περὶ ἁγίου πνεύματος διδάγμασι καὶ τρίτης ἄλλης καὶ πλειόνων κατηχήσεων. συγγνώμη δὲ ἡμῖν εἰς ἑκάτερον. τῆς γὰρ ἁγίας ἑορτῆς τοῦ πάσχα λοιπὸν ἐφεστώσης ἐμηκύνθη τε ἡμῖν σήμερον ὁ λόγος, καὶ πάσας ὅσας ἐχρῆν μαρτυρίας ἀπὸ τῆς καινῆς διαθήκης ἀγαγεῖν εἰς μέσον οὐκ ἐνεχώρησεν. λείπει γὰρ ἡμῖν ἔτι πολλὰ μὲν ἀπὸ τῶν πράξεων τῶν ἀποστόλων, ἐν οἷς ἡ τοῦ ἁγίου πνεύματος χάρις ἐν Πέτρῳ καὶ πᾶσιν ὁμοῦ τοῖς ἀποστόλοις ἐνήργησεν, λείπει δὲ πολλὰ καὶ ἐκ τῶν καθολικῶν καὶ ἐκ τῶν Παύλου δεκατεσσάρων ἐπιστολῶν· ἐξ ὧν ὀλίγα νῦν ὥσπερ ἐκ μεγάλου λειμῶνος ὑπομνήσεως μόνης ἕνεκεν ἀπανθίσασθαι πειρασόμεθα.

17.21 Ἐν γὰρ τῇ δυνάμει τοῦ ἁγίου πνεύματος βουλήσει πατρὸς καὶ υἱοῦ, σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα καὶ ἐπάρας τὴν φωνὴν αὐτοῦ (κατὰ τὸ εἰρημένον· ὕψωσον ἐν ἰσχύι τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ), τῷ νοητῷ δικτύῳ τῶν λόγων ψυχὰς ὡσεὶ τρισχιλίας ἐζώγρησεν, τοσαύτης ἐν πᾶσι τοῖς ἀποστόλοις ὁμοῦ τῆς χάριτος ἐνεργούσης, ὡς ἐκ τῶν Ἰουδαίων τῶν τὸν Χριστὸν ἐσταυρωκότων ἐκείνων πιστεῦσαι τοσούτους καὶ ἐν ὀνόματι Χριστοῦ βαπτισθῆναι καὶ προσκαρτερεῖν τῇ διδαχῇ τῶν ἀποστόλων καὶ ταῖς προσευχαῖς. Ἐν τῇ αὐτῇ δὲ πάλιν δυνάμει τοῦ ἁγίου πνεύματος Πέτρος καὶ Ἰωάννης ἀναβάντες εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην, καὶ τὸν ἐν τῇ ὡραίᾳ πύλῃ χωλὸν ἐκ κοιλίας μητρὸς ἀπὸ ἐτῶν τεσσαράκοντα ὑπάρχοντα ἐν ὀνόματι Ἰησοῦ θεραπεύσαντες (ἵνα πληρωθῇ τὸ εἰρημένον· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός), τῇ πνευματικῇ μὲν τῆς διδασκαλίας σαγήνῃ πεντακισχιλίους ὁμοῦ πιστεύσαντας ἐζώγρησαν, τοὺς δὲ πεπλανημένους ἄρχοντας τοῦ λαοῦ καὶ ἀρχιερεῖς διήλεγξαν, [καὶ] οὐ δι' οἰκείαν σοφίαν (ἀγράμματοι γὰρ καὶ ἰδιῶται ἦσαν), ἀλλὰ διὰ τὴν τοῦ πνεύματος ἐνέργειαν. γέγραπται γάρ· τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπε πρὸς αὐτούς. καὶ τοσαύτη διὰ τῶν δώδεκα ἀποστόλων ἡ τοῦ ἁγίου πνεύματος ἐν τοῖς πιστεύσασιν ἐνήργησε χάρις, ὡς εἶναι μὲν αὐτῶν τὴν καρδίαν καὶ τὴν ψυχὴν μίαν, ἐπίκοινον δὲ τὴν τῶν ὄντων ἀπόλαυσιν, τῶν μὲν κτητόρων τὰς τιμὰς τῶν κτημάτων προσφερόντων εὐλαβῶς, ἐνδεοῦς δὲ μηδενὸς ὄντος ἐν αὐτοῖς, Ἀνανίου δὲ καὶ Σαπφείρης τῶν ψεύδεσθαι τὸ πνεῦμα τὸ ἅγιον ἐπιχειρησάντων τὴν πρέπουσαν δίκην ὑπομεινάντων.

17.22 ∆ιὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγένετο σημεῖα καὶ τέρατα πολλὰ ἐν τῷ λαῷ. καὶ τοσαύτη περιεκέχυτο τοῖς ἀποστόλοις ἡ πνευματικὴ χάρις, ὡς φοβεροὺς μὲν αὐτοὺς εἶναι καὶ ταῦτα πρᾴους ὄντας (τῶν γὰρ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός), προστίθεσθαι δὲ πλήθη τῶν τῷ κυρίῳ πιστευόντων, ἀνδρῶν τε καὶ γυναικῶν, πεπληρῶσθαι δὲ τὰς πλατείας τῶν ἐπὶ τοῖς κλιναρίοις καὶ κραββάτοις ἀσθενῶν, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν, συνέρχεσθαι δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς τὴν ἁγίαν ταύτην Ἱερουσαλήμ, φερόντων ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες.

17.23 Ἐν τῇ δυνάμει ταύτῃ τοῦ ἁγίου πνεύματος οἱ δώδεκα πάλιν ἀπόστολοι, διὰ τὸ κηρύσσειν τὸν Χριστὸν ὑπὸ τῶν ἀρχιερέων εἰς φυλακὴν ἐμβληθέντες καὶ ὑπὸ ἀγγέλου διὰ νυκτὸς παραδόξως ταύτης ἀπαλλαγέντες καὶ εἰς δικαστήριον ἐκ τοῦ ἱεροῦ πρὸς αὐτοὺς ἀχθέντες, ἀδυσωπήτως ἐχρήσαντο τοῖς ἐλέγχοις ἐν τοῖς περὶ Χριστοῦ πρὸς αὐτοὺς εἰρημένοις. καὶ τοῦτο προσθέντες, ὅτι καὶ τὸ πνεῦμα τὸ ἅγιον ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ, καὶ δαρέντες, ἐπορεύοντο μὲν χαίροντες, οὐκ ἐπαύοντο δὲ διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.

17.24 Οὐ μόνον δὲ ἐν τοῖς δώδεκα ἀποστόλοις ἡ τοῦ ἁγίου πνεύματος ἐνήργησε χάρις, ἀλλὰ γὰρ καὶ ἐν τοῖς πρωτογόνοις τέκνοις τῆς ποτε στείρας ἐκκλησίας ταύτης, τοῖς ἑπτὰ διακόνοις λέγω. καὶ οὗτοι γὰρ ἐξελέχθησαν, ὡς γέγραπται, πλήρεις ἁγίου πνεύματος καὶ σοφίας. ἐξ ὧν ὁ φερώνυμος Στέφανος, τὸ τῶν μαρτύρων ἀκροθίνιον, ἀνὴρ πλήρης πίστεως καὶ πνεύματος ἁγίου, ἐποίει μὲν τέρατα καὶ σημεῖα μεγάλα ἐν τῷ λαῷ, κατηγωνίζετο δὲ τοὺς συζητητάς. οὐ γὰρ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει. συκοφαντούμενος δὲ καὶ εἰς δικαστήριον ἀχθεὶς ἀγγελικὰς μὲν ἀπέλαμπεν αὐγάς (ἀτενίσαντες γὰρ εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον ἀγγέλου), διὰ δὲ τῆς συνετῆς ἀπολογίας αὐτοῦ τοὺς σκληροτραχήλους καὶ ἀπεριτμήτους τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν Ἰουδαίους ἐλέγξας, τοὺς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντας, ἐθεώρει μὲν τοὺς οὐρανοὺς ἀνεῳγμένους, εἶδε δὲ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ. εἶδε δὲ οὐκ ἐξ οἰκείας δυνάμεως, ἀλλ' ὡς ἡ θεία γραφή φησιν· ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδε δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ.

17.25 Ἐν τῇ δυνάμει ταύτῃ τοῦ ἁγίου πνεύματος καὶ Φίλιππος ἐν ὀνόματι Χριστοῦ ποτὲ μὲν ἐν τῇ πόλει τῆς Σαμαρείας ἀπήλαυνε τὰ ἀκάθαρτα πνεύματα βοῶντα φωνῇ μεγάλῃ, παραλελυμένους δὲ καὶ χωλοὺς ἐθεράπευσε, πολλὰ δὲ τῶν πιστευσάντων πλήθη τῷ Χριστῷ προσήγαγεν. οἷς κατελθόντες Πέτρος καὶ Ἰωάννης μετὰ προσευχῆς καὶ τῆς τῶν χειρῶν ἐπιθέσεως μετεδίδοσαν τῆς τοῦ ἁγίου πνεύματος κοινωνίας, ἧς μόνος Σίμων ὁ μάγος ἀλλότριος ἐπεφάνθη δικαίως. ποτὲ δὲ ὑπὸ τοῦ ἀγγέλου κυρίου κληθεὶς καθ' ὁδὸν διὰ τὸν εὐλαβέστατον αἰθίοπα, τὸν εὐνοῦχον, παρ' αὐτοῦ τοῦ πνεύματος φανερῶς ἀκούσας· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ, διδάξας τὸν αἰθίοπα καὶ βαπτίσας καὶ εἰς τὴν αἰθιοπίαν Χρι στοῦ κήρυκα πέμψας, κατὰ τὸ γεγραμμένον· αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ κυρίῳ, καὶ ἁρπασθεὶς ὑπὸ [τοῦ] ἀγγέλου τὰς ἐφεξῆς πόλεις εὐηγγελίζετο.

17.26 Τούτου τοῦ ἁγίου πνεύματος πεπλήρωτο καὶ Παῦλος μετὰ τὴν ὑπὸ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κλῆσιν. καὶ μάρτυς ἡμῖν τῶν λόγων ἡκέτω Ἀνανίας ὁ εὐλαβὴς ὁ ἐν ∆αμασκῷ, λέγων πρὸς αὐτόν· ὁ κύριος ἀπέσταλκέ με Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. ὅπερ εὐθὺς ἐνεργῆσαν τῶν μὲν ὀφθαλμῶν Παύλου τὴν τύφλωσιν μετέβαλεν εἰς ἀνάβλεψιν, τῇ δὲ ψυχῇ τὴν σφραγῖδα χαρισάμενον σκεῦος ἐκλογῆς ἐποίησε, τοῦ βαστάσαι τὸ ὄνομα τοῦ φανέντος αὐτῷ κυρίου ἐνώπιον βασιλέων υἱῶντε Ἰσραήλ, καὶ τόν ποτε διώκτην κήρυκα καὶ δοῦλον ἀγαθὸν ἀπειργάσατο, ἀπὸ Ἱεροσολύμων μὲν καὶ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκότα τὸ εὐαγγέλιον, κατηχήσαντα δὲ καὶ τὴν βασιλίδα Ῥώμην, καὶ μέχρι Σπανίας τὴν προθυμίαν τοῦ κηρύγματος ἐκτείναντα, μυρίους δὲ ὑπομεμενηκότα τοὺς ἄθλους, σημεῖά τε καὶ τέρατα πεποιηκότα, περὶ οὗ τέως αὐτάρκως.

17.27 Ἐν τῇ δυνάμει [οὖν] τοῦ αὐτοῦ ἁγίου πνεύματος καὶ ὁ πρωτοστάτης τῶν ἀποστόλων καὶ τῆς βασιλείας τῶν οὐρανῶν κλειδοῦχος Πέτρος ἐν Λύδδῃ μὲν τῇ νῦν ∆ιοσπόλει ἐν τῷ ὀνόματι Χριστοῦ τὸν παραλυτικὸν Αἰνέαν ἐθεράπευσεν, ἐν Ἰόππῃ δὲ τὴν ἀγαθοεργὸν Ταβιθὰν ἐκ νεκρῶν ἤγειρεν. ἐπὶ δὲ τοῦ δώματος ἐν ἐκστάσει τὸν οὐρανὸν ἰδὼν ἀνεῳγμένον καὶ διὰ τοῦ καθιεμένου ὡς ὀθόνης σκεύους τοῦ πολυμόρφων καὶ πολυτρόπων ζώων πλήρους τὸ μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον, κἂν ἐξ Ἑλλήνων τυγχάνῃ, σαφῶς ἔμαθεν, καὶ ὑπὸ τοῦ Κορνηλίου μετασταλεὶς παρ' αὐτοῦ φανερῶς ἤκουσε τοῦ ἁγίου πνεύματος· ἰδοὺ ἄνδρες ζητοῦσί σε· ἀλλ' ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος, ὅτι ἐγὼ ἀπέστειλα αὐτούς. Καὶ ἵνα δειχθῇ τοῦτο φανερῶς, ὅτι καὶ οἱ ἐξ ἐθνῶν πιστεύοντες τῆς χάριτος τοῦ ἁγίου πνεύματος κοινωνοὶ γίνονται, Πέτρου παραγενομένου εἰς τὴν Καισάρειαν καὶ τὰ περὶ Χριστοῦ διδάσκοντος ἡ γραφὴ λέγει περὶ Κορνηλίου καὶ τῶν συμπαρόντων· ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον, ὡς καὶ τοὺς ἐκ περιτομῆς τοὺς συνελθόντας τῷ Πέτρῳ θαυμάζοντας καὶ ἐξισταμένους λέγειν, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ ἁγίου πνεύματος ἐκκέχυται.

17.28 Καὶ ἐν Ἀντιοχείᾳ δὲ τῆς Συρίας ἐπισημοτάτῃ πόλει τοῦ περὶ Χριστοῦ κηρύγματος ἐνεργοῦντος, συνεργὸς τῶν ἀγαθῶν ἐντεῦθεν ἀπεστάλη Βαρνάβας ἕως Ἀντιοχείας, ἀνὴρ ἀγαθὸς καὶ πλήρης πνεύματος ἁγίου καὶ πίστεως, ὃς πολὺν θερισμὸν τῶν εἰς Χριστὸν πιστευόντων ἰδὼν συναγωνιστὴν ἀπὸ Ταρσοῦ Παῦλον εἰς Ἀντιόχειαν ἤγαγεν. ὄχλων τε ὑπ' αὐτῶν ἐν τῇ ἐκκλησίᾳ διδαχθέντων τε καὶ συναχθέντων ἐγένετο πρῶτον χρηματίσαι ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς χριστιανούς, τοῦ ἁγίου πνεύματος οἶμαι τὸ προκαταγγελθὲν ὑπὸ τοῦ κυρίου τοῖς πιστεύουσιν ὄνομα καινὸν ἐπιτιθέντος. ἐκχεομένης δὲ ὑπὸ τοῦ θεοῦ πλείονος ἐν Ἀντιοχείᾳ τῆς πνευματικῆς χάριτος προφῆται ἦσαν ἐκεῖ καὶ διδάσκαλοι, μεθ' ὧν καὶ Ἄγαβος. λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπε τὸ πνεῦμα τὸ ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Παῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. καὶ χειρῶν αὐτοῖς ἐπιτεθεισῶν ἐξεπέμφθησαν ὑπὸ τοῦ ἁγίου πνεύματος. δῆλον δὲ ὅτι τὸ πνεῦμα τὸ λέγον καὶ πέμπον ζῶν ἐστι καὶ ὑφεστὸς καὶ ἐνεργοῦν, ὡς εἰρήκαμεν.

17.29 Τοῦτο τὸ πνεῦμα τὸ ἅγιον, τὸ συμφωνίᾳ πατρὸς καὶ υἱοῦ τὴν καινὴν διαθήκην ἐπὶ τῆς καθολικῆς ἐκκλησίας συστησάμενον, ἠλευθέρωσεν ἡμᾶς τῶν δυσβαστάκτων τοῦ νόμου φορτίων, τῶν περὶ κοινοῦ καὶ καθαροῦ καὶ βρωμάτων λέγω, σαββάτων τε καὶ νουμηνιῶν, καὶ τῆς περιτομῆς, περιῤῥαντηρίων τε καὶ θυσιῶν, ἃ κατὰ καιρὸν μὲν δοθέντα σκιὰν εἶχε τῶν μελλόντων ἀγαθῶν, ἐλθούσης δὲ τῆς ἀληθείας συνεστέλλετο δικαίως. ∆ιὰ γὰρ τὴν ἐπὶ τῆς Ἀντιοχείας ἀναζήτησιν τῶν λεγόντων, δεῖν περιτέμνεσθαι καὶ τηρεῖν τὰ ἔθη Μωυσέως, Παύλου καὶ Βαρνάβα πεμφθέντων, οἱ ἐνταῦθα ἐν Ἱεροσολύμοις ὄντες ἀπόστολοι πάντων μὲν τῶν νομικῶν καὶ τυπικῶν πραγμάτων δι' ἐπιστολῆς ἐγγράφου τὴν οἰκουμένην ἅπασαν ἠλευθέρωσαν. οὐ μὴν ἑαυτοῖς ἔδωκαν τὴν αὐθεντείαν τοῦ τοιούτου πράγματος, ἀλλ' ὁμολογοῦσιν ἐγγράφως ἐπιστέλλοντες· ἔδοξε γὰρ τῷ ἁγίῳ πνεύματι καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ πνικτοῦ καὶ πορνείας· δι' ὧν ἔγραφον τοῦτο δηλοῦντες σαφῶς, ὅτι, εἰ καὶ δι' ἀποστόλων ἀνθρώπων ἦν τὸ γραφέν, ἀλλ' ἐξ ἁγίου πνεύματος οἰκουμενικόν ἐστι τὸ διάταγμα, ὅπερ οἱ περὶ τὸν Βαρνάβαν καὶ Παῦλον λαβόντες εἰς πᾶσαν τὴν οἰκουμένην ὠχύρωσαν.

17.30 Ἐνταῦθα δὲ τοῦ λόγου γενόμενος συγγνώμην αἰτῶ παρὰ τῆς ὑμετέρας ἀγάπης, μᾶλλον δὲ παρὰ τοῦ ἐνοικοῦντος ἐν Παύλῳ πνεύματος, εἰ μὴ δυναίμην τὰ πάντα διελθεῖν ἀσθενείας τε τῆς ἐμῆς ἕνεκεν καὶ τοῦ κόπου τῶν ἀκουόντων ὑμῶν. πότε γὰρ αὐτοῦ κατ' ἀξίαν διηγήσομαι τὰς ἐκ τῆς ἐνεργείας τοῦ ἁγίου πνεύματος ἐν ὀνόματι Χριστοῦ θαυμασίας πράξεις, τὰς ἐν Κύπρῳ ἐπὶ Ἐλύμα τοῦ μάγου καὶ τὰς ἐν Λύστροις ἐπὶ τῆς τοῦ χωλοῦ θεραπείας, τὰς ἐν Κιλικίᾳ καὶ Φρυγίᾳ καὶ Γαλατίᾳ καὶ Μυσίᾳ καὶ Μακεδονίᾳ, ἢ τὰ ἐν Φιλίπποις (τὸ κήρυγμα λέγω καὶ τοῦ πυθῶνος ἐν ὀνόματι Χριστοῦ τὴν ἀπέλασιν καὶ τὴν ἐν νυκτὶ μετὰ τὸν σεισμὸν τοῦ δεσμοφύλακος διὰ βαπτίσματος πανοικὶ σωτηρίαν), ἢ τὰ ἐν Θεσσαλονίκῃ, καὶ τὴν ἐν μέσοις Ἀθηναίοις ἐν ἀρείῳ πάγῳ δημηγορίαν, ἢ τὰς ἐν Κορίνθῳ διδασκαλίας καὶ ἐν Ἀχαΐᾳ πάσῃ; Πῶς δὲ κατ' ἀξίαν διηγήσομαι τὰς ἐν Ἐφέσῳ διὰ Παύλου γενομένας ὑπὸ τοῦ ἁγίου πνεύματος ἐνεργείας; ὅπερ ἀγνο οῦντες μὲν οἱ αὐτόθι πρότερον ἐπέγνωσαν διὰ τῆς Παύλου διδασκαλίας, ἐπιθέντος δὲ αὐτοῖς τὰς χεῖρας τοῦ Παύλου καὶ ἐλθόντος τοῦ ἁγίου πνεύματος ἐπὶ αὐτοὺς ἐλάλουν γλώσσαις καὶ ἐπροφήτευον. τοσαύτη τε ἦν ἐπ' αὐτῷ χάρις πνευματική, ὡς μὴ μόνον ἁπτόμενον ἰᾶσθαι, ἀλλὰ γὰρ καὶ τὰ ἀπὸ τοῦ χρωτὸς αὐτοῦ ἀποφερόμενα σουδάρια καὶ σημικίνθια θεραπεύειν τὰς νόσους καὶ ἀπελαύνειν τὰ πονηρὰ πνεύματα, ἤδη δὲ καὶ τοὺς τὰ περίεργα πράξαντας συνενέγκαντας τὰς βίβλους κατακαίειν ἐπὶ πάντων.

17.31 Παρατρέχω καὶ τὰ ἐν Τρωάδι καὶ τὸν Εὔτυχον, τὸν κατενεχθέντα μὲν ἀπὸ τοῦ ὕπνου καὶ πεσόντα ἀπὸ τριστέγου κάτω καὶ ἀρθέντα νεκρόν, ὑπὸ δὲ Παύλου διασωθέντα. παρατρέχω καὶ τὰς πρὸς τοὺς πρεσβυτέρους Ἐφέσου τοὺς ἐν Μιλήτῳ κληθέντας προφητείας, οἷς φανερῶς ἔλεγεν, ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί μοι λέγον ὅτι καὶ τὰ ἑξῆς. διὰ γὰρ τοῦ εἰπεῖν ὅτι κατὰ πόλιν ἐδήλωσεν ὁ Παῦλος, ὅτι τὰ ἐν ἑκάστῃ πόλει γενόμενα ὑπ' αὐτοῦ θαυμάσια ἐκ τῆς τοῦ ἁγίου νεύματος ἐνεργείας ἦν, πνεύματι θεοῦ καὶ ἐν ὀνόματι τοῦ ἐν αὐτῷ λαλοῦντος Χριστοῦ. Ἐκ τῆς δυνάμεως τούτου τοῦ ἁγίου πνεύματος ἔσπευδε μὲν εἰς τὴν ἁγίαν ταύτην πόλιν Ἱερουσαλὴμ ὁ αὐτὸς Παῦλος, καὶ ταῦτα τοῦ Ἀγάβου τὰ συμβησόμενα αὐτῷ προφητεύοντος πνεύματι, ἐδημηγόρει δὲ τὰ περὶ Χριστοῦ διηγούμενος ἐν πεποιθήσει. εἰς δὲ τὴν Καισάρειαν ἀναχθεὶς καὶ ἐν μέσοις δικαστηρίων βήμασι ποτὲ μὲν ἐπὶ Φήλικος, ποτὲ δὲ ἐπὶ Φήστου ἡγεμόνος καὶ Ἀγρίππα τοῦ βασιλέως τοσαύτην ἐκ πνεύματος ἁγίου νικητικὴν ἐν σοφίᾳ χάριν ἔσχεν ὁ Παῦλος, ὡς αὐτὸν ἤδη τὸν βασιλέα τῶν Ἰουδαίων Ἀγρίππαν εἰπεῖν· ἐν ὀλίγῳ με πείθεις χριστιανὸν γενέσθαι. Τοῦτο τὸ ἅγιον πνεῦμα τῷ Παύλῳ παρέσχε καὶ ἐν Μελίτῃ τῇ νήσῳ δηχθέντι μὲν ὑπὸ τῆς ἐχίδνης τὸ ἀβλαβὲς ἔχειν, διαφόρους δὲ ἐπὶ τῶν νοσούντων ἐπιτελέσαι τὰς θεραπείας. τοῦτο τὸ πνεῦμα τὸ ἅγιον καὶ μέχρι τῆς βασιλίδος Ῥώμης αὐτὸν κήρυκα Χριστοῦ, τόν ποτε διώκτην, ὡδήγησεν, ὃς πολλοὺς μὲν αὐτόθι τῶν Ἰουδαίων πιστεύειν εἰς Χριστὸν ἔπειθε, τοῖς δὲ ἀντιλέγουσιν ἔλεγε σαφῶς· καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος πρὸς τοὺς πατέρας ὑμῶν, καὶ τὰ ἑξῆς.

17.32 Καὶ ὅτι γε πνεύματος ἁγίου πλήρης ἦν ὁ Παῦλος καὶ οἱ τούτῳ παραπλήσιοι πάντες ἀπόστολοι καὶ οἱ μετ' αὐτοὺς εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα [ὁμοούσιον] πιστεύοντες, ἄκουε σαφῶς ἐν ταῖς ἐπιστολαῖς αὐτοῦ γράφοντος· καὶ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. καὶ πάλιν· ὁ δὲ σφραγισάμενος ἡμᾶς εἰς αὐτὸ τοῦτο θεός, ὁ δοὺς ἡμῖν τὸν ἀῤῥαβῶνα τοῦ πνεύματος. καὶ πάλιν· ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν. καὶ πάλιν πρὸς Τιμόθεον γράφων· τὴν καλὴν παρακαταθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν.

17.33 Ὅτι δὲ τὸ πνεῦμα τὸ ἅγιον ὑφέστηκε καὶ ζῇ καὶ λαλεῖ καὶ προλέγει, πολλάκις μὲν ἡμῖν ἐν τοῖς ἔμπροσθεν εἴρηται, γράφει δὲ σαφῶς πρὸς Τιμόθεον ὁ Παῦλος· τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως. ἅπερ οὐ μόνον ἐν τοῖς πρὸ ἡμῶν, ἀλλὰ καὶ ἐν τοῖς ἐφ' ἡμῶν σχίσμασιν ὁρῶμεν, ποικίλης καὶ πολυτρόπου τῆς τῶν αἱρετικῶν πλάνης οὔσης. Καὶ πάλιν ὁ αὐτός φησιν· ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις καὶ προφήταις ἐν πνεύματι, καὶ τὰ ἑξῆς. καὶ πάλιν· διὸ καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν· μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον. καὶ πάλιν τοῖς τῆς δικαιοσύνης ὁπλίταις προσφωνεῖ λέγων· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, διὰ πάσης προσευχῆς καὶ δεήσεως. καὶ πάλιν· μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἔστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν πνεύματι, λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. καὶ πάλιν· ἡ χάρις τοῦ κυρίου Ἰησοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν.

17.34 ∆ι' ὧν ἁπάντων καὶ τῶν παραλειφθέντων πλειόνων συνίσταται τοῖς νοοῦσιν ἡ ἐνυπόστατος καὶ ἁγιοποιὸς καὶ ἐνεργητικὴ τοῦ ἁγίου πνεύματος δύναμις. ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος, εἰ ἐβουλόμην λέγειν τὰ λείποντα περὶ ἁγίου πνεύματος ἐκ τῶν Παύλου τεσσαρεσκαίδεκα ἐπιστολῶν ἐν αἷς ποικίλως καὶ ἀνελλιπῶς καὶ εὐλαβῶς ἐδίδαξεν. ἔργον δ' ἂν εἴη τῆς δυνάμεως αὐτοῦ τοῦ ἁγίου πνεύματος, ἡμῖν μὲν ἐφ' οἷς ἐνελείπομεν διὰ τὸ τὸν ἡμερῶν ὀλίγον δοῦναι συγγνώμην, ὑμῖν δὲ τοῖς ἀκροαταῖς τῶν λειπόντων τελειοτέραν ἐνθεῖναι τὴν γνῶσιν, τῶν σπουδαίων ἐν ὑμῖν ἐκ τῆς πυκνοτέρας τῶν θείων γραφῶν ἀναγνώσεως ταῦτα μανθανόντων, ἤδη δὲ καὶ ἐκ τῶν παρουσῶν τούτων κατηχήσεων καὶ ἐκ τῶν πρότερον εἰρημένων ἡμῖν βεβαιοτέραν τὴν πίστιν ἐχόντων τὴν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον τὸν παράκλητον. τῆς μὲν λέξεώς τε καὶ ὀνομασίας αὐτῆς τῆς τοῦ πνεύματος ἐν ταῖς θείαις γραφαῖς κειμένης ἐπικοίνως (λέγεται γὰρ περὶ τοῦ πατρὸς, πνεῦμα ὁ θεός, ὡς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ γέγραπται, καὶ περὶ τοῦ υἱοῦ, πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος, ὥς φησιν Ἱερεμίας ὁ προφήτης, καὶ περὶ τοῦ ἁγίου πνεύματος, ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον, ὡς εἴρηται), τῆς δὲ ἐν τῇ πίστει τάξεως εὐσεβῶς νοουμένης καὶ τὴν Σαβελλίου πλάνην ἀπελαυνούσης, ἐπανέλθωμεν τῷ λόγῳ πρὸς τὸ νῦν κατεπεῖγον καὶ ὑμῖν συμφέρον.

17.35 Βλέπε μήποτε κατὰ τὸν Σίμωνα προσέρχῃ τοῖς βαπτίζουσιν ὑποκρινόμενος, ἡ δὲ καρδία σου οὐ ζητῇ τὴν ἀλήθειαν. ἡμέτερον τὸ διαμαρτύρασθαι, σὸν δὲ τὸ ἀσφαλίζεσθαι. εἰ ἕστηκας ἐν πίστει, μακάριος τυγχάνεις. εἰ πέπτωκας ἐν ἀπιστίᾳ, ῥίψον τὴν ἀπιστίαν ἀπὸ τῆς σήμερον καὶ πληροφορήθητι. κατὰ γὰρ τὸν καιρὸν τοῦ βαπτίσματος, ὅταν προσέλθῃς ἐπὶ τῶν ἐπισκόπων ἢ πρεσβυτέρων ἢ διακόνων (ἁπανταχοῦ γὰρ ἡ χάρις, καὶ ἐν κώμαις καὶ ἐν πόλεσιν, καὶ ἐπὶ ἰδιωτῶν καὶ ἐλλογίμων, καὶ ἐπὶ δούλων καὶ ἐλευθέρων, ἐπειδὴ οὐκ ἐξ ἀνθρώπων ἡ χάρις, ἀλλ' ἐκ θεοῦ δι' ἀνθρώπων ἡ δόσις), σὺ μὲν προσέρχου τῷ βαπτίζοντι, προσέρχου δὲ μὴ προσέχων τῷ προσώπῳ τοῦ φαινομένου, ἀλλὰ μέμνησο τοῦ πνεύματος τοῦ ἁγίου τούτου, περὶ οὗ νῦν ὁ λόγος. τοῦτο γὰρ ἕτοιμον πάρεστι σφραγίσαι σου τὴν ψυχήν, καὶ δίδωσι σφραγίδα, ἣν τρέμουσι δαίμονες, ἐπουράνιόν τινα καὶ θείαν, καθὼς καὶ γέγραπται· ἐν ᾧ καὶ πιστεύσαντες ἐσφραγίσθητε τῷ πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ.

17.36 Ἀλλὰ δοκιμάζει τὴν ψυχήν, οὐ βάλλει τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων. εἰ ὑποκρίνῃ, νῦν ἄνθρωποί σε βαπτίζουσι, τὸ δὲ πνεῦμά σε οὐ βαπτίσει. ἐὰν δὲ ἐκ πίστεως προσέλθῃς, ἄνθρωποι μὲν ὑπηρετοῦσιν εἰς τὸ φαινόμενον, πνεῦμα δὲ ἅγιον δίδωσι τὸ μὴ φαινόμενον. εἰς μεγάλην ἐξέτασιν ἔρχῃ, εἰς μεγάλην στρατολογίαν κατὰ τὴν μίαν ὥραν, ἣν ἐὰν ἀπολέσῃς, ἀκατόρθωτόν σοι τὸ κακόν. ἐὰν δὲ καταξιωθῇς τῆς χάριτος, φωτίζεταί σου ἡ ψυχή, λαμβάνεις δύναμιν ἣν οὐκ εἶχες. λαμβάνεις ὅπλα φρικώδη τοῖς δαίμοσιν. καὶ ἐὰν μὴ ῥίψῃς τὰ ὅπλα, ἔχῃς δὲ τὴν σφραγίδα ἐπὶ ψυχῆς, οὐ προσέρχεται δαίμων· πτήσσει γάρ· καὶ δὴ ἐν πνεύματι θεοῦ ἐκβάλλεται τὰ δαιμόνια.

17.37 Ἐὰν πιστεύσῃς, οὐ μόνον λαμβάνεις ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ καὶ ποιεῖς τὰ ὑπὲρ ἄνθρωπον. γένοιτο δέ σε ἄξιον εἶναι καὶ προφητικοῦ χαρίσματος. λαμβάνεις γὰρ τοσοῦτον τῆς χάριτος ὅσον χωρεῖς, καὶ οὐχ ὅσον ἐγὼ λέγω. ἐγχωρεῖ γὰρ ἐμὲ μὲν μικρὰ λέγειν, σὲ δὲ μείζονα λαμβάνειν, ἐπειδὴ πραγματεία πλατεῖα ἡ πίστις. παραμένει σοι διὰ παντὸς ὁ φρουρὸς ὁ παράκλητος. περὶ σοῦ μεριμνᾷ ὥσπερ ἰδίου στρατιώτου, περὶ τῶν εἰσόδων σου καὶ περὶ τῶν ἐξόδων σου καὶ περὶ τῶν ἐπιβουλευόντων, καὶ δίδωσί σοι παντοίας χαρισμάτων δόσεις, ἐὰν μὴ δι' ἁμαρτίας αὐτὸν λυπήσῃς. γέγραπται γάρ· καὶ μὴ λυπῆτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. τί οὖν ἐστιν, ἀγαπητοί, τὸ διατηρῆσαι τὴν χάριν; ἕτοιμοι γίνεσθε εἰς τὸ ὑποδέξασθαι τὴν χάριν, καὶ δεξάμενοι μὴ ἀποβάλητε ταύτην.

17.38 Αὐτὸς δὲ ὁ τῶν ὅλων θεός, ὁ λαλήσας ἐν πνεύματι ἁγίῳ διὰ τῶν προφητῶν, ὁ ἐξαποστείλας αὐτὸ ἐπὶ τοὺς ἀποστόλους ἐν ἡμέρᾳ πεντηκοστῆς ἐνταῦθα, τοῦτο καὶ νῦν αὐτὸς ἐφ' ὑμᾶς ἐξαποστείλειε, καὶ διὰ τοῦτο καὶ ἡμᾶς τηρήσειε, κοινὴν ἅπασιν ἡμῖν παρασχὼν τὴν εὐεργεσίαν, ἵνα πάντοτε τοὺς καρποὺς τοῦ ἁγίου πνεύματος ἀποδιδῶμεν, ἀγάπην, χαράν, εἰρήνην, μακροθυμίαν, χρηστότητα, ἀγαθωσύνην, πίστιν, πραΰτητα, ἐγκράτειαν, ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι' οὗ καὶ μεθ' οὗ σὺν ἁγίῳ πνεύματι δόξα τῷ πατρὶ καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.



Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα