»»» Αποτομή κεφαλής Ιωάννου Πρόδρομου
Αποτομή κεφαλής Ιωάννου Πρόδρομου
Εἰς τὴν ἀποτομήν τοῦ Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου καὶ εἰς τὴν Ἡρωδιάδα
Πάλιν Ἡρωδιὰς μαίνεται, πάλιν ταράττεται, πάλι ὀρχεῖται, πάλιν ἐπιζητεῖ τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ ἀνόμως ὑπὸ Ἡρώδου ἀποτμηθῆναι.
Πάλιν Ἰεζάβελ περιέρχεται ζητοῦσα τοῦ Ναβουθαὶ τὸν ἀμπελῶνα ἁρπάσαι, καὶ τὸν ἅγιον Ἠλίαν καταδιῶξαι ἐπὶ τὰ ὄρη.
Οἶμαι δὲ μὴ μόνον ἐμὲ εἰς ἔκστασιν τυγχάνειν, ἀλλὰ καὶ πάντας ὑμᾶς τοὺς ἀκούοντας τῆς τοῦ Εὐαγγελίου φωνῆς, καὶ θαυμάζειν σὺν ἐμοὶ τὴν μὲν Ἰωάννου παῤῥησίαν τὴν δὲ Ἡρώδου κουφότητα, καὶ τὴν τῶν ἀθέων γυναικῶν θηριώδη μανίαν.
Τί γὰρ ἠκούομεν;
Ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔθετο ἐν φυλακῇ.
∆ιὰ τί;
∆ιὰ Ἡρωδιάδα γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ.
Καὶ ψέξειεν ἄν τις τὴν Ἡρώδου κουφότητα ὑπὸ δυστήνων γυναικῶν παραχθεῖσαν.
Τί δ' ἄν τις εἴποι, ἢ πῶ τις ἐκφράσειε τὴν τῶν γυναικῶν ἐκείνων ἀκόλαστον πονηρίαν; Ἐμοὶ μὲν δοκεῖ μηδὲν εἶναι ἐν κόσμῳ θηρίον ἐφάμιλλον γυναικὸς πονηρᾶς.
Ἀλλὰ νῦν ἐμοὶ περὶ πονηρᾶς ὁ λόγος, οὐ περὶ ἀγαθῆς καὶ σώφρονος.
Οἶδα γὰρ πολλὰς εὐσχήμονας καὶ ἀγαθὰς, ὧν με δεῖ μνημονεῦσαι τὸν βίον πρὸς οἰκοδομὴν καὶ ἔρωτα τῶν καλῶν.
Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος, καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ.
αʹ. Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγγαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα. Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε τὴν Ἡρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κῶμον ἀνδρῶν παραφρόνων, καὶ τράπεζαν ἐναγῆ, καὶ δῶρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι. Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ' ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα· εἴ γε ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, τοῦ τοιαῦτα δεδρακότος πράγματα.
Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὁμολογεῖ τοῦ προφήτου τὸν φόνον, ὃν οὐ δύναται ψεύσασθαι· καὶ ᾔδει ὃν ἀπέκτεινεν, ὅτι προφήτης ἐστὶ, καὶ ἀνὴρ δίκαιος.