»»» Δευτέρα Παρουσία
Δευτέρα Παρουσία
Εἰς τὴν Παρουσίαν τοῦ Κυρίου, καὶ περὶ συντελείας, καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου
Εἰς τὴν Παρουσίαν τοῦ Κυρίου,
καὶ περὶ συντελείας,
καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου.
Ἐφραὶμ τοῦ Σύρου
Πῶς ἐγὼ ὁ ἐλάχιστος καὶ ἁμαρτωλὸς Ἐφραίμ, καὶ πλήρης πλημμελημάτων, θέλω δυνηθῇ νὰ διηγηθῶ τὰ ὑπὲρ τὴν δύναμίν μου! Ἀλλ' ἐπειδὴ ὁ Σωτὴρ διὰ τῆς εὐσπλαγχνίας του, τοὺς ἀγραμμάτους σοφίαν ἐδίδαξε, καὶ δι' αὐτῶν τοὺς πανταχοῦ πιστοὺς κατεφώτισε, θέλει ἐνδυναμώσει καὶ ἡμῶν τὴν γλῶσσαν πρὸς ὠφέλειαν καὶ οἰκοδομήν, καὶ ἐμοῦ τοῦ λέγοντος καὶ πάντων τῶν ἀκροατῶν. Θὰ λαλήσω δὲ μὲ ὀδύνας, καὶ θὰ εἴπω μὲ στεναγμούς, περὶ τῆς συντελείας τοῦ κόσμου τούτου, καὶ περὶ τοῦ ἀναιδέστατου καὶ φοβεροῦ Δράκοντος, ὅστις μέλλει νὰ ταράξη πᾶσαν τὴν ὑπὸ τὸν οὐρανόν κτίσιν, καὶ νὰ ἐμβάλῃ δειλίαν, καὶ ὁλιγωρίαν, καὶ δεινήν ἀπιστίαν εἰς τὰς καρδίας τῶν ἀνθρώπων, καὶ νὰ ποίηση τέρατα καὶ σημεῖα καὶ φόβητρα, ὥστε, ἐὰν δυνηθῇ, νὰ πλανήσῃ καὶ τοὺς ἐκλεκτούς, καὶ νὰ ἀπατήσῃ πάντας διὰ ψευδῶν σημείων, καὶ διὰ φαντασμῶν τεράτων, ὑπὸ αὐτοῦ γενομένων. Διότι κατὰ συγχώρησιν τοῦ ἁγίου Θεοῦ λαμβάνει ἐξουσίαν ν' ἀπατήσῃ τὸν κόσμον· διότι ἐπληθύνθη ἡ ἀσέβεια τοῦ κόσμου, καὶ πανταχοῦ διάφορα κακά πράττονται. Καὶ ἐπειδὴ οἱ ἄνθρωποι ἠθέλησαν νὰ ἀπομακρυνθῶσιν ἀπό τοῦ Θεοῦ, καὶ ν' ἀγαπήσωσι τὸν Πονηρόν, διὰ τοῦτο ὁ ἄχραντος Δεσπότης συνεχώρησε.
Μέγας εἶναι ὁ ἀγών, ἀδελφοὶ, μάλιστα δὲ εἰς τοὺς πιστοὺς, κατὰ τοὺς καιροὺς ἐκείνους, ὅταν γίνωνται σημεῖα καὶ τέρατα ὑπ' αὐτοῦ τοῦ Δράκοντος ἐν πολλῇ ἐξουσία· ὅταν πάλιν δεικνύῃ ἑαυτόν ὡς Θεόν διὰ φοβερῶν φαντασμάτων, καὶ ἵπταται εἰς τὸν ἀέρα, καὶ πάντες οἱ δαίμονες σηκώνονται εἰς τὸν ἀέρα, ὡς ἄγγελοι, ἔμπροσθεν τοῦ τυράννου· διότι φωνάζει μετὰ δυνάμεως, ἀλλάσσων μορφάς· καὶ ἐκφοβίζων καθ' ὑπερβολήν ἅπαντας τοὺς ἀνθρώπους· τότε, ἀδελφοί, τίς θέλει εὑρεθῇ τετειχισμένος, καὶ μένων ἀσάλευτος, ἐὰν δὲν ἔχῃ τὸ σημεῖον ἐν τῇ ψυχῇ του, δηλαδὴ τὴν ἁγίαν παρουσίαν τοῦ μονογενοὺς Υἱοῦ τοῦ Θεοῦ ἡμῶν; ὅταν ἴδῃ τὴν ἀπερίγραπτον ἐκείνην θλίψιν, ἥτις γίνεται πανταχοῦ εἰς πᾶσαν ψυχήν, ἡ ὁποία δὲν ἔχει τελείως παραμυθίαν, οὔτε πάλιν ἄνεσιν ἐν γῇ καὶ θαλλάσσῃ· ὅταν ἴδῃ ὅτι συνταράσσεται ὁ σύμπας κόσμος, καὶ φεύγει ἕκαστος διὰ νὰ κρυβῇ εἰς τὰ ὄρη, καὶ ἄλλος μὲν ἀποθνήσκει τῆς πείνης· ἄλλος δὲ ἀναλύεται ὡς κηρὸς ἐν δεινῇ θλίψει, καὶ οὐδεὶς ὑπάρχει ὁ ἐλεῶν· ὅταν ἴδῃ ἅπαντα τὰ πρόσωπα δακρύοντα, καὶ μετὰ πόθου ἐρωτῶντας τοὺς ἀνθρώπους, μήπως ἀκούεται λόγος Θεοῦ ἐπὶ τῆς γῆς; καὶ ἀκούει οὐδαμοῦ. Τὶς θέλει ὑποφέρει τὰς ἡμέρας ἐκείνας; Τὶς δὲ θὰ ὑπομείνῃ τὴν θλίψιν τὴν ἀφόρητον; ὅταν ἴδῃ σύγχυσιν τῶν λαῶν, οἱ ὁποῖοι ἔρχονται ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν θέαν τοῦ οὐρανοῦ, καὶ ἰδῆ ὅτι πολλοὶ προσκυνοῦσιν ἔμπροσθεν τοῦ τυράννου, καὶ κράζουσι μετὰ τρόμου, ὅτι σὺ εἶσαι ὁ Σωτὴρ ἡμῶν· ὅταν ἰδῇ ὅτι ἡ θάλασσα ταράσσεται, καὶ ἡ γῆ ξηραίνεται, οἱ οὐρανοί δὲν βρέχουσι, τὰ φυτὰ μαραίνονται· ἅπαντες δὲ οἱ ὄντες πρὸς ἀνατολάς, φεύγουσι πρὸς δυσμάς, ἐκ τῆς πολλῆς δειλίας καὶ πάλιν δὲ οἱ ὄντες πρὸς δυσμάς, φεύγουσι πρὸς ἀνατολάς μετὰ τρόμου, ὁ δὲ ἀναιδὴς εἰς πάντα τὰ πέρατα, ὥστε νὰ κηρύξῃ παρρησία, ὅτι βασιλεύς μέγας ἐφάνη μετὰ δόξης, ἔλθετε καὶ ἴδητε αὐτόν. Τὶς εἶναι ὁ ἔχων οὕτω ἀδαμαντίνην ψυχήν, ὥστε νὰ ὑποφέρῃ γενναίως ἅπαντα τὰ σκάνδαλα; Τὶς ἄρα ὁ ἄνθρωπος αὐτός, ὡς προεῖπον, ὥστε νὰ μακαρίσουσιν αὐτὸν πάντες οἱ ἄγγελοι;
Περὶ ἐξόδου ψυχῆς, καὶ περὶ τῆς δευτέρας παρουσίας - Άγιος Κύριλλος Αλεξανδρείας
Φοβοῦμαι τὸν θάνατον, ὅτι πικρός μοί ἐστι.
Φοβοῦμαι τὴν γέενναν, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι τὸν τάρταρον, ὅτι οὐ μετέχει θέρμης.
Φοβοῦμαι τὸ σκότος, ὅτι οὐ μετέχει φωτός.
Φοβοῦμαι τὸν σκώληκα τὸν ἰοβόλον, ὅτι ἀτελεύτητός ἐστι.
Φοβοῦμαι τοὺς ἀγγέλους τοὺς ἐπὶ τῆς κρίσεως, ὅτι ἀνελεήμονές εἰσι.
Φοβοῦμαι ἐννοῶν τῆς ἡμέρας ἐκείνης τὸ φοβερὸν καὶ ἀδέκαστον δικαστήριον, τὸ βῆμα τὸ φρικῶδες, τὸν δικαστὴν τὸν ἀδέκαστον.
Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.
Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων.
Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς·
πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου
ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναί με·
καὶ καθὼς εἶπεν ὁ Κύριος, οὐκέτι λαλήσω μεθ' ὑμῶν.
Ἐπιτομή Ἑρμηνείας τοῦ Βιβλίου τῆς Ἀποκαλύψεως τοῦ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου.
π. Ἀθαν. Μυτιληναίου.
Ἡ Ἀποκάλυψις εἶναι τό ἔσχατον Βιβλίον τῆς Καινῆς Διαθήκης ἀλλά καί ὁλοκλήρου τῆς Ἁγ. Γραφῆς. Ἀποτελεῖ τήν κατακλεῖδα της καί ἔχει ἱκανή ἀντιστοιχία μέ τό πρῶτον Βιβλίον, τήν Γένεσιν μέ τήν ὁποίαν συνιστᾶ τόν ἄξονα: Πτῶσις- Σωτηρία. Ἔτσι, ἄν ἡ Γένεσις μᾶς περιγράφει τήν Δημιουργίαν τοῦ Κόσμου, τοῦ Ἀνθρώπου καί τήν πτῶσιν του, ἡ Ἀποκάλυψις μᾶς περιγράφει προφητικά τήν πορείαν τῆς Ἐκκλησίας καί τῆς Δημιουργίας μέσα εἰς τόν χρόνον, τήν ἀναγέννησιν τοῦ ἀνθρώπου, τήν ἀναδημιουργίαν τοῦ κτιστοῦ ὁρατοῦ κόσμου καί τήν αἰωνίαν των δόξαν. Ἡ Ἀποκάλυψις περιέχει ἐν συντομίᾳ ὁλόκληρον τό Μυστήριον τῆς Θείας Οἰκονομίας, ἀπό τῆς Ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου, ὅπου ἡ Γυνή – Θεοτόκος μέ τό ἄρρεν παιδίον, τόν Ἰησοῦν, καταδιώκεται καί τῆς ὁποίας τό ἄρρεν παιδίον ἁρπάζεται εἰς τόν Οὐρανόν, δηλαδή ἡ Ἀνάληψις τοῦ Ἰησοῦ. Ἀναφέρεται εἰς τήν ἵδρυσιν ἐπί τῆς γῆς τῆς Βασιλείας τοῦ Θεοῦ, δηλ. τῆς Ἐκκλησίας, τήν ἱστορικήν της παρουσίαν καί τήν παγκοσμίαν ἐπέκτασίν της. Τήν ἐξέλιξιν τῆς πάλης της μέ τάς ἀντιθέους δυνάμεις, τάς ἐσχάτους πληγάς πού θά ἐπιπέσουν εἰς τήν ἀμετανόητον ἀνθρωπότητα. Τέλος, εἰς τήν ἐμφάνισιν τοῦ Ἀντιχρίστου, τήν τελικήν συντριβήν του, τήν Δευτέραν Παρουσίαν τοῦ Χριστοῦ ὡς Κριτοῦ, τήν ἀνάστασιν ὅλων τῶν ἀπ᾿ αἰῶνος νεκρῶν, τήν τελικήν Κρίσιν, τήν αἰωνίαν τιμωρίαν τῶν ἀσεβῶν, τήν αἰωνίαν δόξαν τῶν πιστῶν, τήν ἀποκάλυψιν τῆς Καινῆς Ἱερουσαλήμ – τῆς Βασιλείας τοῦ Θεοῦ, τήν ἀνακαίνισιν τοῦ ὁρατοῦ κτιστοῦ κόσμου, τήν αἰωνίαν κοινωνίαν τῶν θεωμένων πιστῶν μετά τοῦ Χριστοῦ. Κεντρική ἰδέα τοῦ Βιβλίου παραμένει πάντοτε ἡ Δευτέρα τοῦ Χριστοῦ Παρουσία. Κύριον θέμα, ὁ ἀγών τῆς Ἐκκλησίας κατά τῶν ἀντιθέων δυνάμεων μέ νικηφόρον ἔκβασιν τῆς Ἐκκλησίας. Ὅλα αὐτά καταγράφονται μέ ὁράματα, παραστάσεις καί εἰκόνες πού ἀποτελοῦν τήν συμβολικήν γλῶσσαν τοῦ Βιβλίου. Ἡ Ἀποκάλυψις, ὡς προφητικόν Βιβλίον, ἀποκαλύπτει ὄχι μόνον τά μέλλοντα ἀλλά καί τά παρόντα σέ σχέσι μέ τόν χρόνον καταγραφῆς της.
ΟΜΙΛΙΑ οστʹ Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
αʹ. Εἰπὼν περὶ τῶν κακῶν τῶν τὴν πόλιν καταληψομένων, καὶ τῶν πειρασμῶν τῶν ἀποστολικῶν, καὶ ὅτι ἀχείρωτοι μενοῦσι, καὶ πᾶσαν διαδραμοῦνται τὴν οἰκουμένην, λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ, τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς.
Καὶ ὅρα πῶς διηγεῖται τὸν πόλεμον, διὰ τῶν δοκούντων εἶναι μικρῶν παριστῶν αὐτοῦ τὸ ἀφόρητον.
Τότε γὰρ, φησὶν, οἱ ἐν τῇ Ἰουδαίᾳ,
φευγέτωσαν εἰς τὰ ὄρη.
Τότε, πότε;
Ὅταν ταῦτα γένηται, ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ.
Ὅθεν μοι δοκεῖ τὰ στρατόπεδα λέγειν.
Φεύγετε τοίνυν τότε, φησίν·
οὐδεμία γὰρ λοιπὸν ἐλπὶς σωτηρίας ὑμῖν.
Γρηγορείτε ουν και προσεύχεσθε
Ο Κύριος μας έχει προαναγγείλει την θλίψη, που θα προηγηθή της Δευτέρας Παρουσίας. Και έδωκε εντολή στους μαθητές Του να έχουν τα μάτια τους ανοιχτά. Και να προσεύχωνται. Τους είπε: «Βλέπετε. Αγρυπνείτε. Προσεύχεσθε. Ουκ οίδατε γαρ πότε ο καιρός εστιν»[112]. Η προσευχή χρειάζεται πάντοτε. Και είναι πάντοτε στον άνθρωπο ωφέλιμη. Γιατί αυτή τον κρατεί σε κοινωνία με τον Θεό και υπό την σκέπη Του. Αυτή τον φυλάει από τη φιλαυτία και την αυτοπεποίθηση και από το παραστράτημα της ματαιοδοξίας και της υπερηφάνειας. Και μην ξεχνάμε, πως όλους αυτούς τους λογισμούς, επακόλουθα, κακές συνέπειες της πτώσεως, του ενσπείρουν στο νου μας τα εκπεσόντα πνεύματα της πονηρίας.
Σε περίοδο θλίψης και κινδύνων, ορατών και αοράτων, η προσευχή χρειάζεται ακόμη πιο πολύ. Γιατί είναι η έκφραση της απάρνησης της αυτοπεποίθησης και έκφραση της ελπίδας στο Θεό. Γιατί εφέλκει σε μας την θεία βοήθεια. Και ο παντοδύναμος Θεός έρχεται συνεργός μας. Και με ενέργειές Του θαυμαστές μας βγάζει από τις δύσκολες περιστάσεις, που βρισκόμαστε.
Περὶ σωτηρίας ψυχῆς
Ἀγαπητοὶ,
ὅσοι τὰ τοῦ βίου μάταια καὶ ἀπολλύμενα πράγματα κατελίπετε, ἀγωνίσασθε, ἵνα μὴ πάλιν ἐπ' αὐτὰ τὸν ὑμέτερον νοῦν ἐπιστρέψητε.
Ὁ γὰρ πλοῦτος παρέρχεται, καὶ ἡ δόξα ἀπόλλυται,
καὶ τὸ κάλλος μαραίνεται, καὶ πάντα ἀλλάσσονται,
καὶ ὡς καπνὸς ἀπόλλυνται, καὶ ὡς σκιὰ παράγουσι,
καὶ ὡς ἐνύπνιον ἐξαφανίζονται.
∆ιὰ τοῦτο ἔλεγεν ὁ Σολομών·
Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης·
καὶ ὁ ∆αυῒδ λέγει· Ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος.
Πλὴν μάτην ταράσσονται πάντες οἱ τὰ τοῦ παρόντος βίου πράγματα ἀγωνιῶντες·
ὄντως μάτην ταράσσονται, μάτην θορυβοῦνται,
μάτην χειμάζονται, ἐπισυνάγοντες καὶ θησαυρίζοντες τὰ μετ' ὀλίγον καταλειπόμενα·
ἅπερ λαβεῖν μεθ' ἑαυτῶν οὐ δυνάμεθα, ἀλλὰ πάντα καταλιπόντες, γυμνοὶ ὡς ἐγεννήθημεν πορευσόμεθα πρὸς τὸν φοβερὸν δικαστήν.
Η αντιμετώπιση του θανάτου
Πολλά πράγματα θέλουμε να μαθαίνουμε και να κατανοούμε, προπαντός όμως τον καιρό που θα γίνει η συντέλεια του κόσμου. Ο απόστολος Παύλος, για να περιορίσει την άκαιρη αυτή πολυπραγμοσύνη μας, γράφει σε μιαν επιστολή του: «Σχετικά με το χρόνο του ερχομού του Κυρίου, αδελφοί, δεν χρειάζεται να σας γράψω, γιατί κι εσείς το ξέρετε πολύ καλά, ότι η ημέρα του Κυρίου θα έρθει απροειδοποίητα, όπως ο κλέφτης τη νύχτα» (Α' Θεσ. 5:1-2).
Ἡ Δευτέρα Παρουσία - Ὁσίου Ἐφραὶμ τοῦ Σύρου
Ἡ δευτέρα παρουσία
ΑΓΑΠΗΤΟΙ μου ἀδελφοί, ἀκοῦστε γιὰ τὴ δεύτερη καὶ φοβερὴ παρουσία τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ.
Ἡ Διδαχὴ τῶν Δώδεκα Ἀποστόλων
Διδαχὴ Κυρίου διὰ τῶν δώδεκα ἀποστόλων τοῖς ἔθνεσιν.
Κείμενο τοῦ πρώτου ἢ ἀρχὲς τοῦ δευτέρου αἰώνος μ.Χ., τὸ ὁποῖο διατηρεῖ τμήματα τῶν παλαιοτέρων διασωζομένων κατηχήσεων τῆς Ἐκκλησίας.
Α'
1. Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου (Ἱερ. 21,8),
διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.
2. Ἡ μὲν οὖν τῆς ζωῆς ἐστιν αὕτη·
πρῶτον ἀγαπήσεις τὸν Θεὸν τὸν ποιήσαντά σε,
δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν (Ματθ.22, 37-39 Σοφ.Σειράχ 7,30)·
πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι,
καὶ σὺ ἄλλῳ μὴ ποίει (Τωβίτ 4,15).
3. Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη·
«εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν
καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν» (Ματθ. 5,44-46 Λουκ. 6,27-28),
νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς·
ποία γὰρ χάρις, ἐὰν φιλῆτε τοὺς φιλῶντας ὑμᾶς;
Οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν;
Ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς (Ματθ, 5,46),
καὶ οὐχ ἕξετε ἐχθρόν.
4. Ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν (Α' Πέτρ. 2,11)·
ἐὰν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα,
στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ ἔσῃ τέλειος·
ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν,
ὕπαγε μετ’ αὐτοῦ δύο·
ἐὰν ἄρῃ τις τὸ ἱμάτιόν σου,
δὸς αὐτῷ καὶ τὸν χιτῶνα·
ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν, μὴ ἀπαίτει (Ματθ. 5,39-41)·
οὐδὲ γὰρ δύνασαι.
5. Παντὶ τῷ αἰτοῦντί σε δίδου καὶ μὴ ἀπαίτει (Λουκ. 6,30)·
πᾶσα γὰρ θέλει δίδοσθαι ὁ Πατὴρ
ἐκ τῶν ἰδίων χαρισμάτων.
Μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν·
ἀθῷος γάρ ἐστιν.
Οὐαὶ τῷ λαμβάνοντι·
εἰ μὲν γὰρ γὰρ χρείαν ἔχων λαμβάνει τις,
ἀθῷος ἔσται·
ὁ δὲ μὴ χρείαν ἔχων δώσει δίκην,
ἱνατί ἔλαβε καὶ εἰς τί·
ἐν συνοχῇ δὲ γενόμενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε, καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν,
μέχρις οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην (Ματθ. 5,26).
6. Ἀλλὰ καὶ περὶ τούτου δὲ εἴρηται·
Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖράς σου,
μέχρις ἂν γνῷς, τίνι δῷς (Σοφ. Σειράχ 12,1).
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου... Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως· ὑπόθεσίς τε ἐξομολογήσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον.
Λαμπρὸς ὁ βίος τῶν δικαίων·
πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς;
Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ,
ὡς τῆς ἀνδρείας μητέρα·
ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων·
Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.
Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει·
Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται.
Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα·
Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται.
Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ τούτου τὸ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.
Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ;
τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν;
Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ·
ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν.
Ἡ Δευτέρα Παρουσία
Ἡ Δευτέρα Παρουσία - Ὁσίου Ἐφραὶμ τοῦ Σύρου
Ο ΟΣΙΟΣ Ἐφραίμ, ποὺ ἡ Ἐκκλησία μας ἑορτάζει στὶς 28 Ἰανουαρίου, εἶναι ὁ μεγαλύτερος Σύρος ἀσκητικὸς πατέρας, θεολόγος καὶ ποιητής.
Γεννήθηκε τὸ 306 καὶ ἀνατράφηκε μέσα σὲ χριστιανικὸ περιβάλλον. Πολὺ νέος, φλεγόμενος ἀπὸ τὴν ἀγάπη πρὸς τὸ Θεό, ἔγινε μοναχός. Γρήγορα ἀναδείχθηκε σὲ μεγάλο διδάσκαλο μοναχῶν καὶ λαϊκῶν.
Συνέθεσε πολυάριθμους καὶ συγκλονιστικοὺς ὕμνους καὶ λόγους. Ἡ διδαχή του ὅλους τοὺς συνάρπαζε καὶ πολλοὺς ἔσωζε. Οἱ κατανυκτικές του ὁμιλίες, ἰδίως γιὰ τὴ μέλλουσα κρίση καὶ τὸν παράδεισο, συνοδεύονταν ἀπὸ ἀκατάπαυστα δάκρυα.
Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Προσέλθετε καὶ δεῦτε, υἱοὶ φωτός, ἀκούσατε τῆς εὐλογημένης φωνῆς καὶ μακαρίας ἐκείνης τοῦ Σωτῆρος ἡμῶν τῆς λεγούσης πρὸς ἡμᾶς·
δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου,
κληρονομήσατε τὴν βασιλείαν τῶν οὐρανῶν.
Βλέπετε, ἀδελφοί μου,
μηδεὶς ὑμῶν στερηθῇ τῆς μακαρίας ταύτης κληρονομίας.
Ἰδοὺ γὰρ ἐπὶ θύραις ἐστί.
Ομιλία 50
Τίς ἦν ὁ κλείσας τὰς θύρας τῶν οὐρανῶν; Ἠλίας ἢ ὁ Θεὸς ἦν ἐν αὐτῷ ὁ ἐπιτάξας καὶ τῷ ὑετῷ; νομίζω ὅτι ὁ ἐξουσιαστὴς τοῦ οὐρανοῦ αὐτὸς ἐνεκαθέσθη ἐντὸς τοῦ νοὸς αὐτοῦ, καὶ διὰ τῆς γλώττης αὐτοῦ ὁ λόγος τοῦ Θεοῦ ἐκώλυσε τοῦ μὴ κατελθεῖν ὑετὸν ἐπὶ τῆς γῆς. Καὶ πάλιν εἶπε, καὶ ἠνοίγησαν αἱ πύλαι τῶν οὐρανῶν καὶ κατῆλθεν ὁ ὑετός. Ὁμοίως καὶ Μωϋσῆς ἔθηκε ῥάβδον, καὶ ἐγένετο ὄφις.