»»» Επίγνωση
Επίγνωση
Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον λόγος
Οἱ πόῤῥωθεν τοὺς λειμῶνας θεασάμενοι, ποικίλην μὲν βλέπουσι τῶν ἀνθέων τὴν τερπνότητα· τότε δὲ αὐτῶν τὸ εὐειδὲς γινώσκουσιν, ὅταν πλησίον γενόμενοι, τὰ ἄνθη ταῖς χερσὶν αὐτῶν ψηλαφήσωσι.
Τοιαύτην μοι νόει, ἀγαπητὲ, τῆς Ἐκκλησίας τὴν κατάστασιν, ἐπειδὴ καθάπερ ἄνθη ἀμάραντα πρόκειται τοῖς βουλομένοις τὰ τῶν θεοπνεύστων Γραφῶν ἀναγνώσματα.
Ἴδοι γὰρ ἄν τις ἐν τοῖς πνευματικοῖς παραδείσοις προφήτας χορεύοντας, ταξιαρχοῦντας ἀποστόλους, πρεσβεύοντας μάρτυρας, συμμαχοῦντας ἀγγέλους, διδασκάλους ἀγωνιζομένους τὸν τῆς εὐσεβείας ἀγῶνα, ἄφθονον τὴν τοῦ Πνεύματος χάριν, αἵματι ∆εσποτικῷ λογικὰ σφραγιζόμενα ποίμνια, καὶ τὸ μεῖζον τῶν εἰρημένων, τὴν τῶν ἀγαθῶν κορυφὴν, τὴν τῶν ἐλπίδων βεβαίωσιν, τῆς τρυφῆς τὸ κεφάλαιον, τὴν τῆς χαρᾶς τελειότητα·
λέγω δὴ τὰ τοῦ Χριστοῦ Εὐαγγέλια, ἐν οἷς ἀπόκειται τῆς ἡμετέρας ζωῆς ἡ τελείωσις.
Περὶ τοῦ ἀπομακρύνεσθαι ἐκ τοῦ κόσμου, καὶ ἐξ ὅλων, ὅσα θολώνουσι καὶ σκοτίζουσι τὸν νοῦν.
ΛΟΓΟΣ Ε'.
Περὶ τοῦ ἀπομακρύνεσθαι ἐκ τοῦ κόσμου,
καὶ ἐξ ὅλων, ὅσα θολώνουσι καὶ σκοτίζουσι τὸν νοῦν.
Ο ΘΕΟΣ ἔδωκε πολλὴν τιμὴν εἰς τοὺς ἀνθρώπους διὰ τῆς μαθήσεως τῶν δύο νόμων τοῦ τε φυσικοῦ καὶ τοῦ γραπτοῦ, διὰ τῆς ὁποίας μαθήσεως ἐχάρισεν εἰς αὐτοὺς φωτισμόν, καὶ πανταχόθεν ἤνοιξεν εἰς αὐτοὺς πᾶσαν κεκλεισμένην θύραν, ἵνα εἰσέλθωσιν εἰς τὴν σωτηριώδη ἐπίγνωσιν τοῦ Θεοῦ.
Θέλεις πιστὸν μάρτυρα διὰ τὰ εἰρημένα;
σὺ ὁ ἴδιος γενοῦ εἰς ἑαυτόν, καὶ δὲν θέλεις ἀπωλεσθῆ•
ἐὰν δὲ θέλῃς καὶ ἔξωθεν νὰ γνωρίσῃς τοῦτο, ἔχεις ἄλλον διδάσκαλον καὶ μάρτυρα, ἵνα σὲ ὁδηγήσῃ ἀπλανῶς εἰς τὴν ὁδὸν τῆς ἀληθείας.
Σε τι και πόσο βοηθούν τα θαύματα.
Ο Θεός, για να αποκαταστήση την κοινωνία με τον εκπεσόντα άνθρωπο, ευδόκησε να περιβληθή ο Λόγος Του σώμα ανθρώπινο• να φανή ανάμεσά μας• να μας συναναστραφή• να έχη στενή επικοινωνία μαζί μας. Και αφού έτσι μας προσοικειωθή, να μας ανεβάση τον ουρανό.
Ομιλία 10
Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιποθοῦσαι τῆς παρ' ἑτέρων ὑπομνήσεως οὐ τοσοῦτον χρῄζουσιν οὔτε τοῦ οὐρανίου πόθου καὶ τοῦ πρὸς Κύριον ἔρωτος, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ' ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι.