»»» Κυριακή των Βαΐων
Κυριακή των Βαΐων
Κυριακή τῶν Βαΐων: Εὐλογημένος ὁ Ἐρχόμενος
τοῦ Φώτη Κόντογλου
Ἐκεῖνος πού ἔχει θρόνο τόν οὐρανό καί ὑποπόδιο τή γῆ, ὁ γυϊός τοῦ Θεοῦ καί ὁ Λόγος του ὁ συναΐδιος, σήμερα ταπεινώθηκε καί ἦρθε στή Βηθανία ἀπάνω σ' ἕνα πουλάρι. Καί τά παιδιά τῶν Ἑβραίων τόν ὑποδεχθήκανε φωνάζοντας: «Ὡσαννά ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ὁ βασιλιᾶς τοῦ Ἰσραήλ»
Λόγος εἰς τὰ βαΐα
Φρικτόν, ἀγαπητοί, μυστήριον καὶ σήμερον ἐν Ἰερουσαλὴμ γέγονε.
Μυστήριον δέ φημι τὸ ὑπὸ τῶν προφητῶν κηρυχθὲν καὶ ὑπὸ Χριστοῦ τελεσθέν.
Ὄντως γὰρ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» κατὰ τὸν μακάριον ∆αυίδ.
Καὶ πάλιν ὁ αὐτός·
«ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.»
Τὴν γὰρ κοινὴν ἀνάστασιν τοῦ τῶν ἀνθρώπων γένους πιστούμενος ὁ πάντων δεσπότης καὶ δημιουργός, Ἰησοῦς Χριστός, ὁ πάντα δι' ἡμᾶς οἰκονομήσας πρὸ τοῦ σωτηρίου αὐτοῦ πάθους ἐκ νεκρῶν ἤγειρε τὸν Λάζαρον.
Ὅθεν μετὰ τοῦτο σπεύδων ὡς λοιπὸν ἔφην τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος ἀναδέξασθαι.
«Ἀποστέλλει,» φησὶν ὁ εὐαγγελιστής,
«δύο τινὰς τῶν ἑαυτοῦ μαθητῶν λέγων·
πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον σὺν αὐτῇ·
λύσαντες ἀγάγετέ μοι.»
Λόγος εἰς τὰ βαΐα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἤδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσματα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ μηνύματα, ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀρραβῶνα δεξάμενος Λάζαρος τῷ κυρίῳ συνανάκειται, ἤδη τῆς δωρεᾶς τὸ μυστήριον τοὺς τῷ βαπτίσματι προστρέχοντας εὐωδιάζει, ἤδη ὁ πιστεύσας λαὸς εἰς ὑπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἀρτίως ἤκουες·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,
βασιλεὺς τοῦ Ἰσραήλ.
Εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος καὶ ὢν μεθ' ἡμῶν καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος.