»»» Κυριακή του Παραλύτου
Κυριακή του Παραλύτου
Ὁμιλία Κυριακή του Παραλύτου - Αγίου Κυρίλλου του Αρχιεπισκόπου Ιεροσολύμων
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν
ΚΥΡΙΛΛΟΥ ἀρχιεπισκόπου Ἱεροσολύμων
ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΠΑΡΑΛΥΤΙΚΟΝ
τὸν ἐπὶ τὴν κολυμβήθραν.
Ὅπου ἂν φανῇ Ἰησοῦς, ἐκεῖ καὶ ἡ σωτηρία· κἄν τε γὰρ ἴδῃ τελώνην καθήμενον ἐπὶ τοῦ τελωνίου, τοῦτον ἀπόστολον ποιεῖ καὶ εὐαγγελιστήν, κἄν τε μετὰ νεκρῶν ταφῇ, νεκροὺς ἐγείρει· καὶ τυφλοῖς μὲν τὸ βλέπειν χαρίζεται, κωφοῖς δὲ τὸ ἀκούειν· καὶ τὰς κολυμβήθρας περιέρχεται, οὐ τὰς οἰκοδομὰς ζητῶν, ἀλλὰ τοὺς νοσοῦντας ἰατρεύων.
Ἐν γὰρ τοῖς Ἱεροσολύμοις ἦν προβατικὴ κολυμβήθρα πέντε στοὰς ἔχουσα, τέσσαρας μὲν περιτρεχούσας, μέσην δὲ τὴν πέμπτην, ἐν ᾗ κατέκειτο πλῆθος ἀσθενούντων· καὶ ἀπιστία ἦν πολλὴ τῶν Ἰουδαίων· ὁ δὲ τῶν ψυχῶν καὶ σωμάτων Ἰατρὸς καὶ Θεραπευτὴς μέτρῳ τὴν ἴασιν ἐχαρίζετο, τὸν πολυχρόνιον πρῶτον θεραπεύων, ἵνα τάχιον ἀπαλλαγῇ τῶν ἀλγηδόνων· οὐ γὰρ μία ἡμέρα ἦν αὐτῷ κατακεῖσθαι, ὡς οὐδὲ δευτέρα, οὐδὲ πρῶτος μὴν ἢ ἐνιαυτός, ἀλλ' ὀκτὼ καὶ τριάκοντα ἔτη· κατακείμενος πολυχρονίῳ νόσῳ γνώριμος ἦν τοῖς ὁρῶσιν, καὶ δεικνύων τοῦ θεραπεύοντος τὴν ἐνέργειαν· ἐγνωρίζετο γὰρ ὑπὸ πάντων διὰ τὸν χρόνον ὁ παραλυτικός· ὁ δὲ Ἀρχιατρὸς ἐδείκνυ μὲν τὴν δύναμιν, ἠθετεῖτο δὲ ὑπὸ τῶν κακῶς ἐκδεχομένων.