»»» Λόγος
Λόγος
Ο Θεάνθρωπος - Κύριος ημών Ιησούς Χριστός
Μικρὰ ἀποσπάσματα ἀπό τὸν 1ο λόγο τοῦ Ἁγίου Ἀθανασίου
κατὰ Ἀρειανῶν
Καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ Υἱὸς,
καὶ Κύριος τῆς δόξης ὕψιστός τε ἦν,
καὶ ἐξ οὐρανοῦ κατέβη,
καὶ ἀεὶ προσκυνητός ἐστιν,
οὐκ ἄρα καταβὰς ἐβελτιώθη,
ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεόμενα βελτιώσεως.
καὶ εἰ τοῦ βελτιῶσαι χάριν καταβέβηκεν,
οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι Υἱὸς καὶ Θεὸς,
ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ Πατρὶ,
καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους γενόμενος αὐτὸς ἄνθρωπος.
Οὐκ ἄρα ἄνθρωπος ὢν,
ὕστερον γέγονε Θεός.
ἀλλὰ Θεὸς ὢν,
ὕστερον γέγονεν ἄνθρωπος,
ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ.
Ἁγίου Ἀθανασίου τοῦ Μέγα - Περί ὅρων
Ἁγίου Ἀθανασίου τοῦ Μέγα
Ἐξετάσεις διαφόρων ὅρων
Ὅροι διάφοροι κατὰ τὴν παράδοσιν καὶ πίστιν τῆς καθολικῆς Ἐκκλησίας, συλλεγέντες ἀπό τε Κλήμεντος καὶ ἑτέρων ὁσίων ἀνδρῶν καὶ μακαρίων Πατέρων·
οὓς δεῖ πρὸ παντὸς ἑτέρου μαθήματος μετιέναι καὶ ἐνστηθίζειν, τὸν τῇ βοηθείᾳ τοῦ Θεοῦ προΐστασθαι τοῦ Λόγου τῆς ἀληθείας βουλόμενον, καὶ πάντα ἄνθρωπον ὀρθοδόξως φρονοῦντα, καὶ πίστιν πρὸς Θεὸν τὴν εἰλικρινῆ ἐσχηκότα.