»»» Μεγάλη Δευτέρα
Μεγάλη Δευτέρα
Το Ευαγγέλιο της Μεγάλης Δευτέρας 13 Απριλίου 2020.
3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ’ ἰδίαν λέγοντες· Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; 4 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. 5 πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ἐγώ εἰμι ὁ Χριστός, καὶ πολλοὺς πλανήσουσι.
Εἰς τὴν παραβολὴν περὶ συκῆς
Ὀφθαλμὸς μὲν ὁρῶν
ἢ δένδρον ἀνθοφόρον,
ἢ πηγὴν ὑδροτόκον, ὑπ' αὐτῆς τῆς θέας ἕλκεται,
καὶ τὸν τῆς καρδίας νοῦν μεταστρέφει ἐκεῖ.
Ὁμοίως δὲ καὶ ὁ ἀκούων διὰ λόγων πράξεις καὶ ἱστορίας, πρὸς ἐκείνας τὴν διάνοιαν ἀνατείνει, ὡς εἶναι τὸν τοιοῦτον τῷ μὲν σώματι ἐν τῷδε τῷ τόπῳ, τῇ δὲ διανοίᾳ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ὁ λόγος τῆς ἱστορίας διαστρέφει τὸ πρᾶγμα.
Τοιοῦτόν τι καὶ ἐμοὶ συμβέβηκεν, ἀγαπητοί.
Ἀκούσας γὰρ τοῦ εὐαγγελιστοῦ διηγουμένου τὰ ἐν Βηθανίᾳ κατὰ τὴν συκῆν γεγονότα πράγματα, ὧδε μέν εἰμι τῷ σώματι·
τῇ δὲ διανοίᾳ ἐμαυτὸν εἶναι ἐκεῖ φαντάζομαι·
καὶ οἴομαι νῦν ἀκολουθεῖν τῷ ∆εσπότῃ Ἰησοῦ,
καὶ ὁρᾷν τὴν συκῆν πρὸ μὲν τοῦ ∆εσποτικοῦ προστάγματος ἀνθηρὰν καὶ κατάκομον, μετὰ δὲ τὸ Κυριακὸν πρόσταγμα στυγερὰν καὶ κατάξηρον.