»»» Μεγάλο Σάββατο
Μεγάλο Σάββατο
Εἰς τὴν φωτοφόρον καὶ ἁγίαν ἀνάστασιν τοῦ Κυρίου - Γρηγορίου ἐπισκόπου Νύσσης
Εὐλόγητος ὁ Θεός.
Εὐφημήσωμεν σήμερον τὸν μονογενῆ Θεὸν,
Τὸν τῶν οὐρανίων γεννήτορα,
Τὸν τῶν κρυφίων λαγόνων τῆς γῆς ὑπερκύψαντα
καὶ ταῖς φαεσφόροις ἀκτῖσι τὴν ὅλην οἰκουμένην ἀποσκιάσαντα.
Εὐφημήσωμεν σήμερον τὴν ταφὴν τοῦ Mονογενοῦς,
τὴν ἀνάστασιν τοῦ Νικητοῦ,
τὴν Xαρὰν τοῦ κόσμου,
τὴν Zωὴν τῶν ἐθνῶν τοῦ κόσμου.
Μεγάλο Σάββατο - Η Παννυχίδα της Αναστάσεως (Κεκλεισμένων των Θυρών)
Δεῦτε λάβετε φῶς ἐκ τοῦ ἀνεσπέρου φωτὸς καὶ δοξάσατε Χριστὸν τὸν ἀναστάντα ἐκ νεκρῶν.
Άγιοι Ισίδωροι, Λυκαβηττός, Αθήνα
Τῷ ἁγίῳ καὶ μεγάλῳ Σαββάτῳ.
Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου ἐπισκόπου Κύπρου λόγος εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὸν Ἰωσὴφ τὸν ἀπὸ Ἀριμαθαίας, καὶ εἰς τὴν ἐν τῷ ᾅδῃ τοῦ Κυρίου κατάβασιν, μετὰ τὸ σωτήριον πάθος παραδόξως γεγενημένην.
Τί τοῦτο;
σήμερον σιγὴ πολλὴ ἐν τῇ γῇ·
σιγὴ πολλὴ καὶ ἠρεμία λοιπόν·
σιγὴ πολλὴ, ὅτι ὁ Βασιλεὺς ὑπνοῖ·
γῆ ἐφοβήθη καὶ ἡσύχασεν, ὅτι ὁ Θεὸς σαρκὶ ὕπνωσε, καὶ τοὺς ἀπ' αἰῶνος ὑπνοῦντας ἀνέστησεν.
Ὁ Θεὸς ἐν σαρκὶ τέθνηκε, καὶ ὁ ᾅδης ἐτρόμαξεν.
Ὁ Θεὸς πρὸς βραχὺ ὕπνωσε, καὶ τοὺς ἐν τῷ ᾅδῃ ἐξήγειρε.
Ποῦ ποτε νῦν εἰσιν αἱ πρὸ βραχέος ταραχαὶ, καὶ φωναὶ, καὶ θόρυβοι κατὰ τοῦ Χριστοῦ, ὦ παράνομοι;
ποῦ οἱ δῆμοι, καὶ ἐνστάσεις, καὶ τάξεις, καὶ τὰ ὅπλα, καὶ δόρατα;
ποῦ οἱ βασιλεῖς καὶ ἱερεῖς καὶ κριταὶ οἱ κατάκριτοι;
ποῦ αἱ λαμπάδες καὶ μάχαιραι καὶ οἱ θρύλλοι οἱ ἄτακτοι;
ποῦ οἱ λαοὶ, καὶ τὸ φρύαγμα, καὶ ἡ κουστωδία ἡ ἄσεμνος;
ἀληθῶς ὄντως, ἐπεὶ καὶ ὄντως ἀληθῶς λαοὶ ἐμελέτησαν κενὰ καὶ μάταια.
Προσέκοψαν τῷ ἀκρογωνιαίῳ λίθῳ Χριστῷ, ἀλλ' αὐτοὶ συνετρίβησαν·
προσέῤῥηξαν τῇ πέτρᾳ τῇ στερεᾷ, ἀλλ' αὐτοὶ συνετρίβησαν,
αὶ εἰς ἀφρὸν τὰ κύματα αὐτῶν διελύθησαν·
προσέκοψαν τῷ ἀηττήτῳ ἄκμονι, καὶ αὐτοὶ κατεκλάσθησαν·
ὕψωσαν ἐπὶ ξύλου τὴν πέτραν τῆς ζωῆς, καὶ κατελθοῦσα αὐτοὺς ἐθανάτωσεν·
ἐδέσμησαν τὸν μέγαν Σαμψὼν ἥλιον Θεόν·
ἀλλὰ λύσας τὰ ἀπ' αἰῶνος δεσμὰ, τοὺς ἀλλοφύλους καὶ παρανόμους ἀπώλεσεν.
Μεγάλο Σάββατο - Η Θεία Λειτουργία του Μ.Βασιλείου (Κεκλεισμένων των Θυρών)
Άγιοι Ισίδωροι, Λυκαβηττός, Αθήνα
Λόγος εἰς τὸ ἅγιον Σάββατον
Ἰωάννου ταπεινοῦ μοναχοῦ καὶ πρεσβυτέρου τοῦ ∆αμασκηνοῦ, λόγος εἰς τὸ ἅγιον Σάββατον.
αʹ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
Τίς τὸ ἄπλετον καὶ ἀχανὲς τῆς αὐτοῦ ἀγαθότητος διηγήσεται πέλαγος;
τίς τὴν ἀτέκμαρτον πρὸς τοὺς δούλους ἀγάπησιν;
τίς τὴν ὑπὲρ νοῦν συγκατάβασιν;
τίς τὴν περὶ ἡμᾶς εὐσπλαγχνίαν, καὶ τὴν ἐκ ταύτης ἄφραστον κηδεμονίαν;
Οὐκ ἔστιν οὐδεὶς, οὐδ' εἰ ταῖς γλώσσαις τῶν ἀγγέλων λαλοῖ καὶ ἀνθρώπων·
οὐδ' εἰ πᾶσαν ἐν ἑαυτῷ συνειληφὼς εἴη τὴν ἀνθρωπίνην σύνεσιν.
Εἰ γὰρ καὶ τὸ πνεῦμα πρόθυμον, ἀλλ' ἀσθενὴς ἡ γλῶσσα πρὸς τὸ λέγειν, καὶ ὁ νοῦς ἀμαυρὸς πρὸς κατανόησιν.
Μέγα γὰρ ὁμολογουμένως τὸ τῆς θείας οἰκονομίας μυστήριον, οὐ νοήσει, πίστει δὲ μόνῃ χωρούμενον, ἁγνείας ψυχικῆς ἐκ φόβου θείου καὶ πόθου συνισταμένης, δεόμενον.
Οὐ γὰρ ἔστιν ἄλλως ψυχῆς περιποιήσασθαι κάθαρσιν, ἢ φόβῳ θείῳ καὶ ἔρωτι.
Οὐδ' αὖ πάλιν θείαν ἔλλαμψιν δέξασθαι, μὴ τὸ τῆς ψυχῆς ὀπτικὸν κεκαθαρμένον γενέσθαι πρότερον.
Ἀπρόσιτον γὰρ τοῖς βεβήλοις τὸ Θεῖον·
μόνοι δὲ καθαροὶ τῇ καρδίᾳ τὸν Θεὸν ὄψονται, ᾖ φησι, Χριστὸς ἡ ὄντως ἀλήθεια.
Ἐπεὶ καὶ ἐν τῇ πάλαι γεγενημένῃ τῷ Μωϋσῇ ἐπὶ τοῦ βάτου θεοφανείᾳ, ἀποδύσασθαι πρότερον προστάσσεται τὸ ὑπόδημα, καὶ οὕτω τῷ φαινομένῳ προσιέναι συμβόλῳ.
Ἡ δὲ τῶν ὑποδημάτων ἄρσις, τῶν νεκρῶν καὶ χαμαιζήλων ἐννοιῶν δηλοῖ τὴν ἀπόθεσιν.
Καὶ αὖθις καπνιζομένου τοῦ ὄρους Σινᾶ ἐπὶ τῆς θείας νομοδοσίας, οὐ πάντες ἀνίεσαν, τοῖς δὲ ἀνιοῦσι τῇ καθάρσει ἐμετρεῖτο ἡ ἄνοδος.
Εἰ τοίνυν ἐπὶ τῶν συμβόλων ἁπάσης κηλίδος ῥύψις ἐνενομοθέτητο, πόσῳ δέον εἰλικρινεῖς καὶ θεοειδεῖς αὐτοὺς ἀπεργάσασθαι τοῖς ἀληθινοῖς καὶ πρωτοτύποις προσφοιτᾷν μέλλοντας;
καθαίρωμεν τοιγαροῦν ἑαυτοὺς, ὦ ἀδελφοὶ, παντὸς γηΐνου φρονήματος, καὶ τύρβης ἁπάσης, καὶ βιωτικῆς θολώσεως, ἵνα τηλαυγῶς τὰς φωτοειδεῖς μαρμαρυγὰς τοῦ θείου λόγου δεξώμεθα, καὶ τραφῶμεν τὰς ψυχὰς τῷ πνευματικῷ ἄρτῳ τῇ τῶν ἀγγέλων τροφῇ, καὶ ἐντὸς τῶν ἀδύτων γενόμενοι, γνῶμεν ἐναργῶς τὰ θεῖα πάθη τοῦ ἀπαθοῦς, καὶ παντὸς τοῦ κόσμου σωτήρια.