»»» Μεταμέλεια
Μεταμέλεια
Εἰς τὸν Ζακχαῖον τὸν τελώνην - Ἅγιος Ἰωάννης ὁ Χρυσόστομος
Οἱ τῶν καλῶν ἐρῶντες, οὐδὲν ἀπέχουσι τῶν διψώντων,
ὦ ἀγαπητοί.
Ὅσῳ γὰρ οὐχ εὑρίσκουσι τὸ ζητούμενον,
τοσούτῳ πρὸς τὴν δίψαν τῶν ποθουμένων ἐκκαίονται·
καὶ νύκτωρ μὲν φαντάζονται τὰς ποθουμένας,
ὡς διψῶντες, πηγάς·
μεθ' ἡμέραν δὲ τόπον ἐκ τόπου περιερχόμενοι,
ὄμμασι πολυκινήτοις περιβλεπόμενοι,
ζητοῦσι τὰ τῆς καρδίας ποθούμενα.
Καὶ ὥσπερ ὁδοιπόροι ἐν ὥρᾳ καύσωνος τὴν ἄνυδρον γῆν διατρέχουσιν,
ὑπὸ τῆς δίψης πιεσθέντες,
καὶ τὰς πηγὰς περιβλέπονται, ὡς πολλάκις
καὶ ἐπὶ βουνοὺς ἀνατρέχοντας αὐτοὺς ὅπου πηγή·
κἂν ἴδωσιν αὐτὴν πόῤῥωθεν, χαίρουσι,
καὶ ἐπιτείνονται τὴν πορείαν πρὸς αὐτὴν σπεύδοντες·
εἶτα ἐλθόντες ἐπὶ τὴν πηγὴν τὴν δίψαν τῷ ὕδατι παύουσι·
τοιοῦτοί εἰσιν οἱ φιλόχριστοι ἄνδρες.