»»» Μεταμόρφωσις
Μεταμόρφωσις
Λόγος εἰς τὴν Mεταμόρφωσιν τοῦ Kυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν
Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου
λόγος εἰς τὴν Mεταμόρφωσιν τοῦ Kυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
Ἄγαν αἰδέσιμον ἡμῖν ὁ δαψιλὴς ἑστιάτωρ Χριστὸς καὶ σήμερον προέθηκε τράπεζαν οὐ τῇ συνηθείᾳ τιμωμένην, ἀλλὰ τῇ θεογνωσίᾳ γνωριζομένην·
τράπεζαν οὐ τῶν ἐπιγείων γλιχομένην,
ἀλλὰ τῶν ἐπουρανίων ἐχομένην·
τράπεζαν οὐ τοῖς Σολομωνιακοῖς ὄψοις φαιδρυνομένην, ἀλλὰ τοῖς θεϊκοῖς νόμοις στεφανουμένην·
τράπεζαν οὐ πλήθει σιτίων μακαριζομένην,
ἀλλὰ θείοις νοήμασι σεμνυνομένην.
Τί γὰρ τῆς Σολομωνιακῆς τραπέζης πλουσιώτερον τῆς δαπανησάσης καθ' ἑκάστην ἡμέραν, καθὼς ἡ τρίτη τῶν Βασιλειῶν περιέχει, τριάκοντα κόρους σεμιδάλεως καὶ ἑξήκοντα κόρους ἀλεύρου κεκοπανισμένου καὶ δέκα μόσχους ἁπαλοὺς καὶ ἐκλεκτοὺς καὶ εἴκοσι βόας νομάδας καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν;
Ἀλλ' οὐδὲν τὸν μέγιστον Σολομῶνα ἡ τοσαύτη τῶν ὄψων πληθὺς εὐεργέτησεν ἢ πρὸς τελείαν ἀρετὴν ἴθυνεν·
τοὐναντίον δὲ αὐτὸν πρὸς τῷ τέλει διαφθεῖραι πεποίηκεν ἀμέτρως βακχεύσασα.
Ἡ δέ γε τοῦ κυρίου τράπεζα καὶ σήμερον ἡμῖν δαψιλῶς προτεθεῖσα,
ἡ ἄϋλος, ἡ ἀπέριττος, ἡ ἄφθαρτος, ἡ ἀθάνατος,
ἡ ἀπερίγραπτος, ἡ ἀλογοθέτητος,
οὐ μόνον τὰ ἐπίγεια
ἀλλὰ καὶ τὰ ἐπουράνια βραβεύει·
οὐ γὰρ τριάκοντα κόρους σεμιδάλεως προΐεται,
ἀλλὰ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς ἀλεύρου σάτα τρία ἐζυμωμένην χαρίζεται·
οὐδ' αὖ ἑξήκοντα κόρους ἀλεύρου προβάλλεται,
ἀλλ' αὐτὸν τὸν ἐπουράνιον ἄρτον,
λέγω δὴ αὐτὸς ἑαυτῷ ὁ δεσπότης Χριστὸς
πᾶσι τοῖς πιστοῖς καθ' ἑκάστην βραβεύει.