»»» Οίηση
Οίηση
Εἰς τὸν τελώνην καὶ τὸν Φαρισαῖον λόγος
Οἱ πόῤῥωθεν τοὺς λειμῶνας θεασάμενοι, ποικίλην μὲν βλέπουσι τῶν ἀνθέων τὴν τερπνότητα· τότε δὲ αὐτῶν τὸ εὐειδὲς γινώσκουσιν, ὅταν πλησίον γενόμενοι, τὰ ἄνθη ταῖς χερσὶν αὐτῶν ψηλαφήσωσι.
Τοιαύτην μοι νόει, ἀγαπητὲ, τῆς Ἐκκλησίας τὴν κατάστασιν, ἐπειδὴ καθάπερ ἄνθη ἀμάραντα πρόκειται τοῖς βουλομένοις τὰ τῶν θεοπνεύστων Γραφῶν ἀναγνώσματα.
Ἴδοι γὰρ ἄν τις ἐν τοῖς πνευματικοῖς παραδείσοις προφήτας χορεύοντας, ταξιαρχοῦντας ἀποστόλους, πρεσβεύοντας μάρτυρας, συμμαχοῦντας ἀγγέλους, διδασκάλους ἀγωνιζομένους τὸν τῆς εὐσεβείας ἀγῶνα, ἄφθονον τὴν τοῦ Πνεύματος χάριν, αἵματι ∆εσποτικῷ λογικὰ σφραγιζόμενα ποίμνια, καὶ τὸ μεῖζον τῶν εἰρημένων, τὴν τῶν ἀγαθῶν κορυφὴν, τὴν τῶν ἐλπίδων βεβαίωσιν, τῆς τρυφῆς τὸ κεφάλαιον, τὴν τῆς χαρᾶς τελειότητα·
λέγω δὴ τὰ τοῦ Χριστοῦ Εὐαγγέλια, ἐν οἷς ἀπόκειται τῆς ἡμετέρας ζωῆς ἡ τελείωσις.
Μακάριος ο Αιγύπτιος - Mελέτημα 21
1. Ὅπως ὁ πλεονέκτης, κι' ἄν μαζέψει ἀναρίθμητα χρήματα, δὲν χορταίνει, ἀλλὰ μεγαλώνει ἡ ἐπιθυμία του γιὰ περισσότερα. Ἤ ὅπως ἐκεῖνος ποὺ ἀπομακρύνεται ἀπὸ ἕνα ποτάμι μὲ γλυκύτατο νερὸ πρίν ξεδιψάσει νοιώθει μεγαλύτερη δίψα. Ἔτσι καὶ στὸν καθένα μας ἡ γεύση τοῦ Θεοῦ δὲν ἔχει κορεσμὸ ἤ τέλος. Ἀλλὰ ὅσο πλουτίζει κανεὶς μ' αὐτὸν τὸν πλοῦτο, τόσο νομίζει τὸν ἑαυτό του φτωχό.