»»» Φιλανθρωπία
Φιλανθρωπία
Εἰς τὴν παραβολὴν περὶ τοῦ ἀσώτου
Ἀεὶ μὲν, ἀδελφοὶ, τὴν τοῦ Θεοῦ φιλανθρωπίαν κηρύττειν ὀφείλομεν (δι' αὐτῆς γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν)·
μάλιστα δὲ ἐν τούτῳ τῷ καιρῷ χρεωστοῦμεν τοῦτο ποιεῖν, διὰ τὴν κοινὴν ὠφέλειαν, καὶ τὴν εὐεργεσίαν τῶν μελλόντων ἐκ τῆς κολυμβήθρας ἀνατέλλειν ἀστέρων.
Καὶ γὰρ οὗτοι διὰ ταύτης ἐκλάμψουσι,
καὶ ἡμεῖς δι' αὐτῆς ἐσώθημεν καὶ σωζόμεθα·
ἥτις ἡμῖν ἀντὶ κληρονομίας ἐδόθη ἐκ τοῦ δημιουργοῦ Θεοῦ καὶ πατρὸς ἡμῶν.
Ο μόνος φιλάνθρωπος
Τὸ χειρότερο πρᾶγμα γιὰ τοὺς ἀνθρώπους εἶναι ὁ θάνατος: τὸ νὰ γίνω λάσπη, νὰ μεταβληθῶ σὲ σκουλήκια, σὲ πηλό! Ἀξίζει τάχα νὰ εἶναι κανεὶς ἄνθρωπος; Γιατὶ νὰ σὲ ἀγαπήσω, Θεέ μου, ἀφοῦ αὔριο θὰ μεταβληθῶ σὲ σκουλήκια καὶ πηλό;
Είς Εὐτρόπιον - Ἁγίου Ιωάννου Χρυσοστόμου
Πρόλογος
Οἱ δύο λόγοι «Εἰς Εὐτρόπιον» τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου (354-407) εἶναι ἀναμφισβήτητα ἀπό τά πιό ἀντιπροσωπευτικά δείγματα τόσο τῆς ρητορικῆς δεινότητος ὅσο καί τῆς ποιμαντικῆς δεξιοτεχνίας τοῦ μεγάλου ἱεράρχη.
Ἀλλά ποιός ἦταν ὁ Εὐτρόπιος; Ἕνας εὐφυής καί πανοῦργος αὐλικός, πού εἶχε κατορθώσει μέ τέχνασμα νά δώσει ὡς σύζυγο στόν τότε αὐτοκράτορα Ἀρκάδιο (395-408) τήν Εὐδοξία, πανέμορφη κόρη στρατιωτικοῦ. Κερδίζοντας ἔτσι τήν εὔνοια τῆς νεαρῆς αὐτοκράτειρας, ἀναρριχήθηκε στήν ἐξουσία καί σύντομα ἔγινε πρωθυπουργός. Πανίσχυρος καί ἀσύδοτος καθώς ἦταν, χρησιμοποιοῦσε ἀδίσταχτα κάθε µέσο γιά νά ἱκανοποιεῖ τήν ἀχαλίνωτη φιλοδοξία καί τήν ἀκόρεστη πλεονεξία του. Ὁ λαός τόν μισοῦσε καί ὁ ἱερός Χρυσόστομος ἀσκοῦσε δριμύτατο ἔλεγχο τῶν παρονομιῶν καί τῶν ἐγκλημάτων του.
Ο Ανθρωπισμός, το κτίσιμο του πύργου της Βαβέλ και η Σύγχυσις
Ἀπόσπασμα ἀπὸ ὁμιλία τοῦ
π.Ἀθανασίου Μυτιληναίου † - Γένεσις
Ἡ ἔννοια τοῦ ἀνθρωπισμοῦ εἶναι διάχυτη ὡς ἑξῆς στὴν ἐποχή μας - τὰ καλὰ αἰσθήματα ἀπέναντι στὸν ἄλλο ἄνθρωπο. Tὰ καλὰ αἰσθήματα - αὐτὸ λέμε ἀνθρωπισμό, καὶ λέμε γιὰ κοίταξε αὐτὸς ὁ ἄνθρωπος δὲν εἶναι ἀνθρωπιστὴς ἢ εἶναι ἀνθρωπιστὴς ἢ κάποιος ὁδηγὸς κτύπησε κάποιον στὸ δρόμο καὶ δὲν τὸν πῆρε μαζί του, δὲν ἦταν κἂν ἀνθρωπιστής.
Σήμερα ἡ λέξη ἀνθρωπισμὸς κινεῖται συνήθως πάνω σὲ μία προσπάθεια τοῦ ἀνθρώπου νὰ δείξει πρὸς τὸν ἄλλο ἄνθρωπο τὰ καλά του αἰσθήματα.
Δὲν εἶναι αὐτὸ ὁ ἀνθρωπισμός.
Προσέξατέ το δὲν εἶναι αὐτὸ ὁ ἀνθρωπισμός.
Ὁ ἀνθρωπισμὸς εἶναι ἡ προσπάθεια τοῦ ἀνθρώπου νὰ στηριχθεῖ σὲ ὅτι γεννάει καὶ πληροφορεῖ τὸ δικό του τὸ μυαλὸ καὶ συνεπῶς ὁ ἀνθρωπισμὸς δὲν εἶναι τίποτε ἄλλο παρὰ ἕνας ἀνθρωποκεντρισμός.
Εἰς τὴν γυναῖκα τὴν ἁμαρτωλὸν τὴν ἀλείψασαν τὸν Κύριον μύρῳ καὶ εἰς τὸν φαρισαῖον.
Ἱκανῶς ἡμᾶς πρώην ἐψυχαγώγησεν ὁ Χριστὸς
παρὰ Ζακχαίῳ ἑστιώμενος·
ὅπου γὰρ Χριστὸς ἑστιᾶται καὶ τοῖς ἀνθρώποις συνανακλίνεται καὶ ποτοῦ καὶ τραπέζης ἀπολαύει τῆς ἡμετέρας, πάντα πρὸς τὸν τῆς εὐφροσύνης μετάγεται λόγον.
Περὶ μετανοίας
∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον,
ἵνα μήτε ὁ ἁμαρτάνων ἀπογινώσκῃ,
μήτε ὁ κατορθῶν μέγα φρονῇ.
∆ίκαιος εἶ; μὴ ἐκπέσῃς·
ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς·
κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει·
ὅπερ ἐν ταῖς οἰκίαις ποιοῦμεν ταῖς παλαιαῖς,
ὅταν σαθρωθῶσιν,
ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα,
καὶ καινὰ ἐπισκευάζομεν,
καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολείπομεν.
Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν...
Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ Πράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χριστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν σημείων τῶν ἀποστόλων.
Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις·
ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο καταθήσων ὑμῖν σήμερον.
Εἰ δὲ μετ' ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς, ὑμεῖς ἂν εἰδείητε οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν ἀργυρίων τούτων μέλλοντες τὸν λόγον διδόναι τῷ ∆εσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τάλαντα πιστευθέντες καλῶνται, καὶ τὰς εὐθύνας ὑπέχωσιν·
ὅταν ἐλθὼν ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων.
Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό.
Ὢ τῆς πολλῆς καὶ ἀφάτου φιλανθρωπίας τοῦ ∆εσπότου!
Ἀνθρώπους κωλύων ἀπαιτεῖν τόκους, αὐτὸς ἀπαιτεῖ τόκους.
∆ιὰ τί;
Ἐπειδὴ ἐκεῖνος ὁ τόκος διαβεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος·
oὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος.
Ἐκεῖνος τοίνυν ὁ τόκος, ὁ τῶν χρημάτων λέγω, καὶ τὸν λαμβάνοντα, καὶ τὸν διδόντα ζημιοῖ, καὶ τοῦ μὲν λαμβάνοντος ἀπόλλυσι τὴν ψυχὴν, τοῦ δὲ διδόντος ἐπιτρίβει τὴν πενίαν.
Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ' ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν πραγματεύηται συμφοράς;
Ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρωπίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον;
Τί ποιεῖς, ἄνθρωπε;
Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ' ἵνα λύσῃς αὐτοῦ τὴν πενίαν·
σὺ δὲ ταυτὸν ποιεῖς, οἷον οἱ τὰ δηλητήρια κεραννύντες φάρμακα·
καὶ γὰρ ἐκεῖνοι τὴν συνήθη τροφὴν αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦτο φάρμακον.
∆ιόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων καὶ δανειζομένων εἰπεῖν.