»»» Φιλόθεος
Φιλόθεος
Ομιλία 11
Τὸ πῦρ τὸ οὐράνιον τῆς θεότητος, ὅπερ δέχονται οἱ Χριστιανοὶ ἐντὸς αὐτῶν ἐν τῇ καρδίᾳ νῦν ἐν τῷ αἰῶνι τούτῳ, τοῦτο αὐτὸ τὸ ἐντὸς τῆς καρδίας αὐτῶν διακονοῦν, ὅταν ἀναλυθῇ τὸ σῶμα, ἐξώτερον γίνεται καὶ πάλιν συμπήσσει τὰ μέλη καὶ ποιεῖ ἀνάστασιν τῶν λελυμένων μελῶν.
Ομιλία 10
Αἱ φιλαλήθεις καὶ φιλόθεοι ψυχαὶ αἱ τελείως τὸν Χριστὸν ἐνδύσασθαι ἐν πολλῇ ἐλπίδι καὶ πίστει ἐπιποθοῦσαι τῆς παρ' ἑτέρων ὑπομνήσεως οὐ τοσοῦτον χρῄζουσιν οὔτε τοῦ οὐρανίου πόθου καὶ τοῦ πρὸς Κύριον ἔρωτος, κἂν ἐπὶ ποσὸν ἐλαττοῦσθαι ὑπομένουσιν, ἀλλ' ὅλαι ἐξ ὅλου τῷ σταυρῷ τοῦ Χριστοῦ προσηλωμέναι πρὸς τὸν πνευματικὸν νυμφίον ὁσημέραι πνευματικῆς προκοπῆς ἐν ἑαυταῖς αἴσθησιν ἐπιγινώσκουσι.