»»» Ψευδοπροφήτες
Ψευδοπροφήτες
Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.
Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων.
Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς·
πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου
ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναί με·
καὶ καθὼς εἶπεν ὁ Κύριος, οὐκέτι λαλήσω μεθ' ὑμῶν.
Ἡ Διδαχὴ τῶν Δώδεκα Ἀποστόλων
Διδαχὴ Κυρίου διὰ τῶν δώδεκα ἀποστόλων τοῖς ἔθνεσιν.
Κείμενο τοῦ πρώτου ἢ ἀρχὲς τοῦ δευτέρου αἰώνος μ.Χ., τὸ ὁποῖο διατηρεῖ τμήματα τῶν παλαιοτέρων διασωζομένων κατηχήσεων τῆς Ἐκκλησίας.
Α'
1. Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου (Ἱερ. 21,8),
διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.
2. Ἡ μὲν οὖν τῆς ζωῆς ἐστιν αὕτη·
πρῶτον ἀγαπήσεις τὸν Θεὸν τὸν ποιήσαντά σε,
δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν (Ματθ.22, 37-39 Σοφ.Σειράχ 7,30)·
πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι,
καὶ σὺ ἄλλῳ μὴ ποίει (Τωβίτ 4,15).
3. Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη·
«εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν
καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν» (Ματθ. 5,44-46 Λουκ. 6,27-28),
νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς·
ποία γὰρ χάρις, ἐὰν φιλῆτε τοὺς φιλῶντας ὑμᾶς;
Οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν;
Ὑμεῖς δὲ φιλεῖτε τοὺς μισοῦντας ὑμᾶς (Ματθ, 5,46),
καὶ οὐχ ἕξετε ἐχθρόν.
4. Ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν (Α' Πέτρ. 2,11)·
ἐὰν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα,
στρέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ ἔσῃ τέλειος·
ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν,
ὕπαγε μετ’ αὐτοῦ δύο·
ἐὰν ἄρῃ τις τὸ ἱμάτιόν σου,
δὸς αὐτῷ καὶ τὸν χιτῶνα·
ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν, μὴ ἀπαίτει (Ματθ. 5,39-41)·
οὐδὲ γὰρ δύνασαι.
5. Παντὶ τῷ αἰτοῦντί σε δίδου καὶ μὴ ἀπαίτει (Λουκ. 6,30)·
πᾶσα γὰρ θέλει δίδοσθαι ὁ Πατὴρ
ἐκ τῶν ἰδίων χαρισμάτων.
Μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν·
ἀθῷος γάρ ἐστιν.
Οὐαὶ τῷ λαμβάνοντι·
εἰ μὲν γὰρ γὰρ χρείαν ἔχων λαμβάνει τις,
ἀθῷος ἔσται·
ὁ δὲ μὴ χρείαν ἔχων δώσει δίκην,
ἱνατί ἔλαβε καὶ εἰς τί·
ἐν συνοχῇ δὲ γενόμενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε, καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν,
μέχρις οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην (Ματθ. 5,26).
6. Ἀλλὰ καὶ περὶ τούτου δὲ εἴρηται·
Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖράς σου,
μέχρις ἂν γνῷς, τίνι δῷς (Σοφ. Σειράχ 12,1).
Ἔργα διαβόλου καί ἔργα Θεοῦ
Πρίν ἀπό τήν Δευτέρα Παρουσία τοῦ Χριστοῦ, πού ὁ Χριστιανισμός, ἡ πνευματική μόρφωση καί ἡ κρίση θά ἀμβλυνθοῦν, καί θά χαλαρώσουν σέ φοβερό βαθμό, θά παρουσιασθοῦν ψευδόχριστοι καί ψευδοπροφῆται, πού θά κάνουν σημεῖα μεγάλα καί τέρατα, μέ ἀποτέλεσμα νά πλανοῦν ἀκόμη καί (ἄν αὐτό εἶναι δυνατόν) ἐκλεκτούς[8].