»»» Πένθος
Πένθος
Περὶ ζήλου καὶ εὐσεβείας, καὶ εἰς τὸν ἐκ γενετῆς τυφλόν
αʹ. Πηγὴ φωτὸς ὁ τοῦ Θεοῦ λόγος·
φωτὸς γὰρ γέμων, καὶ φωτὸς ἐκλάμπων,
φωτίζει καὶ περιαστράπτει τὰς τῶν πιστῶν διανοίας.
Αὐτὸς γὰρ ἐξ ἑαυτοῦ καὶ ἐν ἑαυτῷ λάμπει,
καὶ τοὺς ἀπολαύοντας αὐτοῦ καταυγάζει·
καὶ οὐ μόνον φωτίζει τῶν πιστῶν τὴν διάνοιαν,
ἀλλὰ καὶ ὄνομα φωτὸς χαρίζεται.
Ἡ γὰρ θεία Γραφὴ τοὺς τῇ ἀγνοίᾳ συντρόφους ὄντας,
καὶ τῇ ἀπιστίᾳ συζῶντας, δικαίως ὀνομάζει σκότος, μὴ δεχομένους τὴν λαμπάδα τῆς ἀληθείας, ἵνα ὦσιν υἱοὶ φωτός.
∆ιὰ τοῦτό φησι καὶ ὁ θεῖος ἀπόστολος Παῦλος·
Οὐκ ἐσμὲν υἱοὶ νυκτὸς, οὐδὲ σκότους,
ἀλλ' υἱοὶ φωτὸς καὶ ἡμέρας.
Καὶ ὡς ἀληθῶς υἱοὶ φωτός ἐσμεν οἱ τοῦ εὐαγγελικοῦ λόγου τοῦ λαληθέντος διὰ στόματος Θεοῦ·
Ἐγὼ γάρ εἰμι, φησὶν ὁ Χριστὸς, τὸ φῶς τοῦ κόσμου·
ὁ ἀκολουθῶν ἐμοὶ, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.
Ἐκεῖνος γὰρ λόγος ἐστὶ φωτὸς, ὃς ἐὰν πιστευθῇ παρ' ἡμῶν,
υἱὸς φωτὸς παρασκευάζει γενέσθαι.
Ὅθεν φησὶ καὶ ὁ Σωτήρ·
Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς,
ἵνα υἱοὶ φωτὸς γένησθε.
Ὡς γὰρ ἐπὶ τῶν σωμάτων τὸ αἰσθητὸν τὸ τοῦτο φῶς,
οὕτως ἐπὶ τῶν ψυχῶν ὁ νοερὸς τοῦ Θεοῦ λόγος·
καὶ ὅπερ ἐστὶν ἐν τῇ νυκτὶ τὸ σκότος, τοῦτο ἐν ταῖς πεπλανημέναις ψυχαῖς ἡ ἄγνοια.
Ομιλία 15
Ὥσπερ ἀνήρ τις πλούσιος σφόδρα, βασιλεὺς ἔνδοξος, εἰ εὐδοκήσει ἐπὶ γυναικὶ πενιχρᾷ μηδὲν κεκτημένῃ εἰ μὴ μόνον τὸ ἴδιον αὐτῆς σῶμα, καὶ ταύτης ἐραστὴς γένηται καὶ βουληθῇ ἑαυτῷ νύμφην καὶ σύνοικον αὐτὴν ἀγαγέσθαι, κἀκείνη λοιπὸν πᾶσαν εὔνοιαν ἐνδείκνυται τῷ ἀνδρὶ καὶ τὴν πρὸς αὐτὸν ἀγάπην ἀποσῴζουσα, ἰδοὺ ἡ πενιχρὰ ἐκείνη καὶ ἐνδεὴς ἡ μηδὲν κεκτημένη πάντων δέσποινα τυγχάνει τῶν τοῦ ἀνδρὸς αὐτῆ
Περί του χαροποιού πένθους
ΛΟΓΟΣ ΕΒΔΟΜΟΣ
Περί του χαροποιού πένθους
Ἡ ψυχὴ ἀφοῦ ἀπογυμνωθῆ ἀπὸ τὴν θέλησί της, πρέπει νὰ στέκεται ἐνώπιον τοῦ Θεοῦ
Ἐλπίζοντας, ἀδελφέ, στὸν ἴδιο τὸν Θεό, ποὺ σὲ προσκαλεῖ λέγοντας: «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς» (Ματθ. 11,29), δηλαδὴ ἐλᾶτε ὅλοι ἐσεῖς ποὺ εἶσθε κουρασμένοι καὶ φορτωμένοι κι ἐγὼ θὰ σᾶς ἀναπαύσω, σ᾿ αὐτὸ τὸ κάλεσμα λέγω τοῦ Θεοῦ πρέπει νὰ ἀκολουθῇς προσμένοντας τὸν ἐρχομὸ τοῦ Ἁγίου Πνεύματος.