»»» Προδοσία
Προδοσία
Εἰς τὴν Ἁγίαν καὶ Μεγάλην Πέμπτην - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Εἰς τὴν Προδοσία τοῦ Ἰούδα, Καὶ εἰς τὸ Πάσχα, καὶ εἰς τὴν παράδοσιν τῶν μυστηρίων, καὶ περὶ τοῦ μὴ μνησικακεῖν.
Τῇ ἁγίᾳ καὶ μεγάλῃ Πέμπτῃ. Ὁμιλία αʹ.
αʹ. Ὀλίγα ἀνάγκη σήμερον πρὸς τὴν ὑμετέραν ἀγάπην εἰπεῖν·
ὀλίγα δὲ ἀνάγκη εἰπεῖν,
οὐκ ἐπειδὴ τῷ πλήθει τῶν λεγομένων ὑμεῖς βαρύνεσθε·
οὐδὲ γὰρ ἔστιν ἑτέραν πόλιν εὑρεῖν οὕτως ἐρωτικῶς πρὸς τὴν ἀκρόασιν τῶν πνευματικῶν λογίων διακειμένην.
Οὐ τοίνυν διὰ τοῦτο ὀλίγα λέγομεν,
ἐπειδὴ ἀποκναίομεν ὑμᾶς τῷ πλήθει,
ἀλλ' ἐπειδὴ ἀναγκαία τῆς βραχυλογίας σήμερον ἡ αἰτία·
καὶ γὰρ ὁρῶ πολλοὺς τῶν πιστῶν ἐπειγομένους πρὸς τὴν τῶν φρικτῶν μυστηρίων κοινωνίαν.
Ἵν' οὖν μήτ' ἐκείνης τῆς τραπέζης ἀποτύχωσι,
μήτε ταύτης ἐκπέσωσιν,
ἀνάγκη σύμμετρον ποιήσασθαι τὴν ἑστίασιν,
ἵν' ἑκατέρωθεν ὑμῖν τὸ κέρδος γένηται,
καὶ ἀπὸ ταύτης ἐφοδιασθέντες καὶ τῶν παρ' ἡμῶν λόγων, οὕτως ἀπέλθητε, καὶ μετὰ φόβου καὶ τρόμου
καὶ τῆς προσηκούσης εὐλαβείας τῇ φοβερᾷ
καὶ φρικτῇ προσέλθητε κοινωνίᾳ.
Εἰς προδοσίαν τοῦ Ἰούδα, καὶ εἰς τὸ πάθος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τῇ ἁγίᾳ πέμπτῃ.
Στυγνὴν τὴν Ἐκκλησίαν ὁρῶ, σκυθρωπάζουσαν μορφὴν τὴν τοῦ οἰκείου υἱοῦ προδοσίαν σημαίνουσαν. ∆εινὸν γὰρ τὸ μελετηθὲν, καὶ φόνος τὸ κατασκευασθὲν, καὶ κριτὴς ὁ ταῦτα πάσχων νεκρῶν καὶ ζώντων οὐράνιος. Τὸ δὲ πάντων δεινότερον, ἄφνω ἐχθρὸς καὶ ἐπίβουλος ὁ πρὸ μικροῦ μαθητὴς καὶ ὑπήκοος, ἀθρόως θηρίον τὸ πρόβατον, ἀποστάτης φωτὸς ὁ ἀπόστολος, πράτης ∆εσπότου ὁ δοῦλος ἀσύμφωνος, τῶν ἕνδεκα μαθητῶν ὁ δωδέκατος.
54. Η αρχή του τέλους
Το συμβούλιον εν τη οικία του Καϊάφα — Τα τριάκοντα αργύρια — Αι αφορμαί του Ιούδα — «Εισήλθεν ο Σατανάς εις τον Ιούδαν» — Ο τελευταίος ύπνος του Ιησού επί της γης