»»» Συντέλεια
Συντέλεια
Κατηχητικός λόγος (15ος) του Αγίου Κυρίλλου Ιεροσολύμων εις τον Ερχόμενον εν δόξη κρίναι ζώντας και νεκρούς, ου της βασιλείας ουκ έσται τέλος. (Και περί Αντιχρίστου)
15.τ Κατήχησις πεντεκαιδεκάτη φωτιζομένων, ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα εἰς τὸ καὶ ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ περὶ τοῦ Ἀντιχρίστου. Καὶ ἀνάγνωσις ἐκ τοῦ ∆ανιήλ(Δανιήλ 7 9-14)· ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθητο. Καὶ ἑξῆς· ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος. Καὶ τὰ ἑξῆς.
Ομιλίες περί της κατήχησης από τον π. Αθανάσιο Μυτιληναίο (1927 - †2006) http://arnion.gr
01 | 02 | 03 | 04 | 05 | 06 | 07 | 08 | 09 | 10 | 11 | 12
13 | 14 | 15 | 16 | 17 | 18 | 19 | 20 | 21 | 22 | 23 | 24
15.1 Χριστοῦ παρουσίαν καταγγέλλομεν οὐ μίαν μόνον, ἀλλὰ καὶ δευτέραν τῆς προτέρας πολὺ καλλίονα. Ἡ μὲν γὰρ ὑπομονῆς εἶχεν ἐπίδειξιν, ἡ δὲ θείας βασιλείας φέρει τὸ διάδημα. Ὡς γὰρ ἐπὶ τὸ πλεῖστον πάντα διπλᾶ παρὰ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ. Διπλῆ γέννησις, μία ἐκ θεοῦ πρὸ τῶν αἰώνων, καὶ μία ἐκ παρθένου ἐπὶ συντελείᾳ τῶν αἰώνων. Διπλαῖ αἱ κάθοδοι, μία ἡ ἀσυμφανής, ἡ ὡς ἐπὶ πόκον, καὶ δευτέρα ἡ ἐπιφανής, ἡ μέλλουσα. Ἐν τῇ προτέρᾳ παρουσίᾳ ἐσπαργανώθη ἐν τῇ φάτνῃ, ἐν τῇ δευτέρᾳ ἀναβάλλεται φῶς ὡς ἱμάτιον. Ἐν τῇ προτέρᾳ ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν τῇ δευτέρα ἔρχεται ὑπὸ στρατιᾶς ἀγγέλων δορυφορούμενος, δοξαζόμενος. Οὐχ ἱστάμεθα τοίνυν ἐπὶ τῇ πρώτῃ παρουσίᾳ μόνον, ἀλλὰ καὶ τὴν δευτέραν προσδοκῶμεν. Καὶ ἐν τῇ προτέρᾳ μὲν εἰπόντες εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, καὶ ἐν τῇ δευτέρᾳ ἐροῦμεν πάλιν τὸ αὐτό, ἵνα μετὰ ἀγγέλων συναντήσαντες τῷ δεσπότῃ προσκυνοῦντες εἴπωμεν εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Ἔρχεται ὁ σωτὴρ οὐ δικασθῆναι πάλιν, ἀλλὰ δικάσαι τοὺς δικάσαντας. Ὁ πρότερον ἐν τῷ κρίνεσθαι σιωπήσας ὑπομιμνήσκων λέγει τοῖς παρανόμοις τοῖς τὰ τολμηρὰ ἐπὶ τοῦ σταυροῦ πεποιηκόσιν· ταῦτα ἐποίησας καὶ ἐσίγησα. Δι' οἰκονομίαν τότε ἦλθε, σὺν πειθοῖ διδάσκων ἀνθρώπους, τότε δὲ καὶ ἀνάγκῃ βασιλευθήσονται κἂν μὴ θέλωσιν.
Εἰς τὴν Παρουσίαν τοῦ Κυρίου, καὶ περὶ συντελείας, καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου
Εἰς τὴν Παρουσίαν τοῦ Κυρίου,
καὶ περὶ συντελείας,
καὶ εἰς τὴν παρουσίαν τοῦ Ἀντιχρίστου.
Ἐφραὶμ τοῦ Σύρου
Πῶς ἐγὼ ὁ ἐλάχιστος καὶ ἁμαρτωλὸς Ἐφραίμ, καὶ πλήρης πλημμελημάτων, θέλω δυνηθῇ νὰ διηγηθῶ τὰ ὑπὲρ τὴν δύναμίν μου! Ἀλλ' ἐπειδὴ ὁ Σωτὴρ διὰ τῆς εὐσπλαγχνίας του, τοὺς ἀγραμμάτους σοφίαν ἐδίδαξε, καὶ δι' αὐτῶν τοὺς πανταχοῦ πιστοὺς κατεφώτισε, θέλει ἐνδυναμώσει καὶ ἡμῶν τὴν γλῶσσαν πρὸς ὠφέλειαν καὶ οἰκοδομήν, καὶ ἐμοῦ τοῦ λέγοντος καὶ πάντων τῶν ἀκροατῶν. Θὰ λαλήσω δὲ μὲ ὀδύνας, καὶ θὰ εἴπω μὲ στεναγμούς, περὶ τῆς συντελείας τοῦ κόσμου τούτου, καὶ περὶ τοῦ ἀναιδέστατου καὶ φοβεροῦ Δράκοντος, ὅστις μέλλει νὰ ταράξη πᾶσαν τὴν ὑπὸ τὸν οὐρανόν κτίσιν, καὶ νὰ ἐμβάλῃ δειλίαν, καὶ ὁλιγωρίαν, καὶ δεινήν ἀπιστίαν εἰς τὰς καρδίας τῶν ἀνθρώπων, καὶ νὰ ποίηση τέρατα καὶ σημεῖα καὶ φόβητρα, ὥστε, ἐὰν δυνηθῇ, νὰ πλανήσῃ καὶ τοὺς ἐκλεκτούς, καὶ νὰ ἀπατήσῃ πάντας διὰ ψευδῶν σημείων, καὶ διὰ φαντασμῶν τεράτων, ὑπὸ αὐτοῦ γενομένων. Διότι κατὰ συγχώρησιν τοῦ ἁγίου Θεοῦ λαμβάνει ἐξουσίαν ν' ἀπατήσῃ τὸν κόσμον· διότι ἐπληθύνθη ἡ ἀσέβεια τοῦ κόσμου, καὶ πανταχοῦ διάφορα κακά πράττονται. Καὶ ἐπειδὴ οἱ ἄνθρωποι ἠθέλησαν νὰ ἀπομακρυνθῶσιν ἀπό τοῦ Θεοῦ, καὶ ν' ἀγαπήσωσι τὸν Πονηρόν, διὰ τοῦτο ὁ ἄχραντος Δεσπότης συνεχώρησε.
Μέγας εἶναι ὁ ἀγών, ἀδελφοὶ, μάλιστα δὲ εἰς τοὺς πιστοὺς, κατὰ τοὺς καιροὺς ἐκείνους, ὅταν γίνωνται σημεῖα καὶ τέρατα ὑπ' αὐτοῦ τοῦ Δράκοντος ἐν πολλῇ ἐξουσία· ὅταν πάλιν δεικνύῃ ἑαυτόν ὡς Θεόν διὰ φοβερῶν φαντασμάτων, καὶ ἵπταται εἰς τὸν ἀέρα, καὶ πάντες οἱ δαίμονες σηκώνονται εἰς τὸν ἀέρα, ὡς ἄγγελοι, ἔμπροσθεν τοῦ τυράννου· διότι φωνάζει μετὰ δυνάμεως, ἀλλάσσων μορφάς· καὶ ἐκφοβίζων καθ' ὑπερβολήν ἅπαντας τοὺς ἀνθρώπους· τότε, ἀδελφοί, τίς θέλει εὑρεθῇ τετειχισμένος, καὶ μένων ἀσάλευτος, ἐὰν δὲν ἔχῃ τὸ σημεῖον ἐν τῇ ψυχῇ του, δηλαδὴ τὴν ἁγίαν παρουσίαν τοῦ μονογενοὺς Υἱοῦ τοῦ Θεοῦ ἡμῶν; ὅταν ἴδῃ τὴν ἀπερίγραπτον ἐκείνην θλίψιν, ἥτις γίνεται πανταχοῦ εἰς πᾶσαν ψυχήν, ἡ ὁποία δὲν ἔχει τελείως παραμυθίαν, οὔτε πάλιν ἄνεσιν ἐν γῇ καὶ θαλλάσσῃ· ὅταν ἴδῃ ὅτι συνταράσσεται ὁ σύμπας κόσμος, καὶ φεύγει ἕκαστος διὰ νὰ κρυβῇ εἰς τὰ ὄρη, καὶ ἄλλος μὲν ἀποθνήσκει τῆς πείνης· ἄλλος δὲ ἀναλύεται ὡς κηρὸς ἐν δεινῇ θλίψει, καὶ οὐδεὶς ὑπάρχει ὁ ἐλεῶν· ὅταν ἴδῃ ἅπαντα τὰ πρόσωπα δακρύοντα, καὶ μετὰ πόθου ἐρωτῶντας τοὺς ἀνθρώπους, μήπως ἀκούεται λόγος Θεοῦ ἐπὶ τῆς γῆς; καὶ ἀκούει οὐδαμοῦ. Τὶς θέλει ὑποφέρει τὰς ἡμέρας ἐκείνας; Τὶς δὲ θὰ ὑπομείνῃ τὴν θλίψιν τὴν ἀφόρητον; ὅταν ἴδῃ σύγχυσιν τῶν λαῶν, οἱ ὁποῖοι ἔρχονται ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν θέαν τοῦ οὐρανοῦ, καὶ ἰδῆ ὅτι πολλοὶ προσκυνοῦσιν ἔμπροσθεν τοῦ τυράννου, καὶ κράζουσι μετὰ τρόμου, ὅτι σὺ εἶσαι ὁ Σωτὴρ ἡμῶν· ὅταν ἰδῇ ὅτι ἡ θάλασσα ταράσσεται, καὶ ἡ γῆ ξηραίνεται, οἱ οὐρανοί δὲν βρέχουσι, τὰ φυτὰ μαραίνονται· ἅπαντες δὲ οἱ ὄντες πρὸς ἀνατολάς, φεύγουσι πρὸς δυσμάς, ἐκ τῆς πολλῆς δειλίας καὶ πάλιν δὲ οἱ ὄντες πρὸς δυσμάς, φεύγουσι πρὸς ἀνατολάς μετὰ τρόμου, ὁ δὲ ἀναιδὴς εἰς πάντα τὰ πέρατα, ὥστε νὰ κηρύξῃ παρρησία, ὅτι βασιλεύς μέγας ἐφάνη μετὰ δόξης, ἔλθετε καὶ ἴδητε αὐτόν. Τὶς εἶναι ὁ ἔχων οὕτω ἀδαμαντίνην ψυχήν, ὥστε νὰ ὑποφέρῃ γενναίως ἅπαντα τὰ σκάνδαλα; Τὶς ἄρα ὁ ἄνθρωπος αὐτός, ὡς προεῖπον, ὥστε νὰ μακαρίσουσιν αὐτὸν πάντες οἱ ἄγγελοι;
Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.
Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων.
Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς·
πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου
ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναί με·
καὶ καθὼς εἶπεν ὁ Κύριος, οὐκέτι λαλήσω μεθ' ὑμῶν.
ΟΜΙΛΙΑ οστʹ Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ ἐν τῷ ἀγρῷ αὐτοῦ, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ.
αʹ. Εἰπὼν περὶ τῶν κακῶν τῶν τὴν πόλιν καταληψομένων, καὶ τῶν πειρασμῶν τῶν ἀποστολικῶν, καὶ ὅτι ἀχείρωτοι μενοῦσι, καὶ πᾶσαν διαδραμοῦνται τὴν οἰκουμένην, λέγει πάλιν τὰς Ἰουδαϊκὰς συμφορὰς, δεικνὺς ὅτι ὅταν ὦσιν οὗτοι λαμπροὶ, τὴν οἰκουμένην διδάξαντες ἅπασαν, τότε ἐκεῖνοι ἐν συμφοραῖς.
Καὶ ὅρα πῶς διηγεῖται τὸν πόλεμον, διὰ τῶν δοκούντων εἶναι μικρῶν παριστῶν αὐτοῦ τὸ ἀφόρητον.
Τότε γὰρ, φησὶν, οἱ ἐν τῇ Ἰουδαίᾳ,
φευγέτωσαν εἰς τὰ ὄρη.
Τότε, πότε;
Ὅταν ταῦτα γένηται, ὅταν τὸ βδέλυγμα τῆς ἐρημώσεως στῇ ἐν τόπῳ ἁγίῳ.
Ὅθεν μοι δοκεῖ τὰ στρατόπεδα λέγειν.
Φεύγετε τοίνυν τότε, φησίν·
οὐδεμία γὰρ λοιπὸν ἐλπὶς σωτηρίας ὑμῖν.
Η αντιμετώπιση του θανάτου
Πολλά πράγματα θέλουμε να μαθαίνουμε και να κατανοούμε, προπαντός όμως τον καιρό που θα γίνει η συντέλεια του κόσμου. Ο απόστολος Παύλος, για να περιορίσει την άκαιρη αυτή πολυπραγμοσύνη μας, γράφει σε μιαν επιστολή του: «Σχετικά με το χρόνο του ερχομού του Κυρίου, αδελφοί, δεν χρειάζεται να σας γράψω, γιατί κι εσείς το ξέρετε πολύ καλά, ότι η ημέρα του Κυρίου θα έρθει απροειδοποίητα, όπως ο κλέφτης τη νύχτα» (Α' Θεσ. 5:1-2).
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου... Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Περὶ ὑπομονῆς, καὶ περὶ συντελείας τοῦ αἰῶνος τούτου, καὶ δευτέρας παρουσίας, ἀδιαδόχου τε τῶν δικαίων βασιλείας, καὶ ἀτελευτήτου τῶν ἁμαρτωλῶν κολάσεως· ὑπόθεσίς τε ἐξομολογήσεως, καὶ πρὸς τὴν τῶν θείων Γραφῶν μελέτην προτροπὴ, τίνες τε αἱ μεθοδεῖαι τοῦ Ἐχθροῦ, καὶ τί τὸ τῆς ἡσυχίας ὠφέλιμον.
Λαμπρὸς ὁ βίος τῶν δικαίων·
πῶς δὲ λαμπρύνεται, ἀλλ' ἢ διὰ τῆς ὑπομονῆς;
Ταύτην κτησάμενος ἀγάπησον, ὦ ἀδελφὲ,
ὡς τῆς ἀνδρείας μητέρα·
ὁ μὲν γὰρ ψαλμὸς παραινεῖ λέγων·
Ὑπόμεινον τὸν Κύριον, καὶ φύλαξον τὴν ὁδὸν αὐτοῦ.
Ὁ δὲ Παῦλος ὅπως κτήσῃ τὴν ἀρετὴν, λέγει·
Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται.
Ταύτην μετερχόμενος, εὑρήσεις τὴν πηγὴν τῶν ἀγαθῶν, τὴν ἐλπίδα·
Ἡ δὲ ἐλπὶς οὐ καταισχύνεται.
Ὑποτάγηθι τοίνυν τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτῷ, καὶ εὑρήσεις ἐκ τούτου τὸ, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου.
Τί τούτου μακαριώτερον, τοῦ κεκτῆσθαι βασιλέως τοιούτου ἀκοὴν εὐμενῆ;
τίς οὐ θελήσει ἀνεῳγμένην ἔχειν καὶ ὑπακούουσαν τοῦ κριτοῦ τὴν ἀκοήν;
Ἐργάτης τυγχάνεις τῆς ἀρετῆς, ἀδελφέ·
ἐμισθώσατό σε Χριστὸς εἰς τὸν ἀμπελῶνα αὐτοῦ·
ὡς καιρὸν ἔχεις, ἐργάζου τὸ ἀγαθόν.
53. Χαίρειν εις τον Ναόν
Η πτωχή χήρα — Η αληθής ελεημοσύνη — Λαμπρότης του Ναού — «Ούτε λίθος επί λίθου» — Ο Ιησούς εις το Όρος των Ελαιών — Η Συντέλεια των αιώνων — Η παραβολή των Δέκα Παρθένων — Τελευταίος εσπερινός περίπατος εις Βηθανίαν