»»» Τίμιος Σταυρός
Τίμιος Σταυρός
Εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ.
τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσόστομου
λόγος εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ
Πᾶσα μὲν ἡ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβολὴ μεγίστην χαρὰν καὶ εὐφροσύνην τῷ γένει τῶν ἀνθρώπων κατεργάζεται. Πέφυκε γὰρ ἡ ἀνθρωπίνη φύσις, τῶν κρειττόνων ὀρεγομένη, ἀεὶ σπεύδειν ἐπὶ τὴν τῶν βελτιόνων κατάληψιν. Οὕτω γοῦν ἡδεῖα τοῖς πλέουσιν ἡ ἐκ χειμῶνος εἰς εὐδίαν καὶ γαλήνην μετάβασις· ἡδεῖα δὲ καὶ τοῖς ὁδοιπόροις ἡ ἐκ καμάτου ἐπ' ἀνάπαυσιν ἡσυχία· ἡδεῖα δὲ καὶ τοῖς λυπουμένοις ἡ ἐκ κατηφείας εἰς εὐφροσύνην μετάθεσις· ἡδυτέρα δὲ καὶ τοῖς νοσοῦσιν ἡ ἐξ ἀσθενίας εἰς ὑγίειαν καὶ εὐρωστίαν ἀνάληψις· ἡδεῖα δὲ καὶ τοῖς πολεμίοις ἡ ἀπὸ ἔχθρας εἰς φιλίαν καὶ εἰρήνην βεβαίωσις· ἡδυτέρα δὲ καὶ ἡ ἀπὸ τοῦ σκότους καὶ τῆς νυκτὸς εἰς τὴν ἡμέραν μετάπτωσις. Καὶ πᾶσα πρᾶξις, ὡς ἔστιν εἰπεῖν, ἡδυτέραν ἔχει τὴν ἐργασίαν, ὅταν ὄφελος μετὰ τοῖς ποθοῦσιν αὐτὴν ἀπεργάζηται. Οὕτω γοῦν ὁρῶμεν καὶ τὴν ὑπὸ Θεοῦ δεδομένην ἡμῖν ἀπόλαυσιν, τῇ μεταβολῇ τὴν εὐφροσύνην ἡμῖν παρεχομένην.