»»» Υπαπαντή
Υπαπαντή
Λόγος εἰς τὴν ὑπαπάντην τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ καὶ εἰς τὸν Συμεῶνα τὸν Θεοδόχον
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Κυρίλλου ἀρχιεπισκόπου Ἱεροσολύμων
Χαῖρε σφόδρα, θύγατερ Σιών.
Κήρυττε χαράν, θύγατερ Ἱερουσαλήμ.
Χόρευε λαὸς πόλεως τῆς τοῦ Θεοῦ.
Σκιρτήσατε πύλαι καὶ τείχη Σιὼν καὶ πᾶσα ἡ γῆ.
Βοήσατε τὰ ὄρη, καὶ οἱ βουνοὶ μεγάλα σκιρτήσατε.
Ποταμοὶ κροτήσατε χεῖρας, καὶ ὄχλοι Σιὼν περιλάβετε, Θεοῦ παρουσίαν ἐν αὐτῇ βλέποντες.
Συμφωνείτω σήμερον τὰ οὐράνια τοῖς ἐπιγείοις, καὶ ἀνυμνείτω ἡ ἄνω μετὰ τῆς κάτω Ἱερουσαλήμ, διὰ Χριστὸν τὸν ἐν αὐτῇ, Οὐράνιον καὶ Ἐπίγειον.
Οὐράνιον νοεραὶ δυνάμεις περιχορεύσατε, Ἐπίγειον οἱ ἐπὶ τῆς γῆς σὺν ἀγγέλοις ὑμνήσατε.
Εἰς τὴν ὑπαπαντὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὴν Θεοτόκον καὶ εἰς τὸν Συμεῶνα
Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Οὐ μόνον φορεῖ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἀλλὰ καὶ κατὰ νόμον περιτέμνεται, ἵνα περιέλῃ τῆς Ἰουδαϊκῆς ἀπιστίας τὴν πρόφασιν.
Ἔρχεται γὰρ πρὸς νόμον ὑπὲρ νόμου, ἵνα τοὺς μαθητὰς ἐλευθερώσῃ διὰ τῆς πίστεως τοῦ νόμου·
καὶ λαμβάνει σάρκα, καὶ περιτέμνεται μετὰ Ἰουδαίων.
Ἐκοινώνησε σαρκὸς, ἐκοινώνησε καὶ περιτομῆς·
ἐβεβαίωσε τὴν συγγένειαν, ἵνα μὴ ἀρνήσωνται τὸν ἐρχόμενον ἐκ σπέρματος ∆αυῒδ Χριστὸν, ὃν καὶ προσεδόκων·
ἔδειξε τὸ τεκμήριον τῶν συγγενείας.
Εἰ γὰρ καὶ περιτεμνομένου αὐτοῦ ἔλεγον·
Οὐκ οἴδαμεν πόθεν ἐστίν·
εἰ μὴ περιετμήθη κατὰ σάρκα, ἔσχεν ἂν πρόφασιν εὔλογον αὐτῶν ἡ ἄρνησις.
Ὅτε τοίνυν ἐπληρώθησαν αἱ ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν τὸ παιδίον, ἦν Ἰησοῦς ἐκδεχόμενος τὴν αὔξησιν τοῦ ὀργάνου.