»»» Ύψωση
Ύψωση
Εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ.
τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσόστομου
λόγος εἰς τὴν Ὕψωσιν τοῦ τιμίου Σταυροῦ
Πᾶσα μὲν ἡ ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα μεταβολὴ μεγίστην χαρὰν καὶ εὐφροσύνην τῷ γένει τῶν ἀνθρώπων κατεργάζεται. Πέφυκε γὰρ ἡ ἀνθρωπίνη φύσις, τῶν κρειττόνων ὀρεγομένη, ἀεὶ σπεύδειν ἐπὶ τὴν τῶν βελτιόνων κατάληψιν. Οὕτω γοῦν ἡδεῖα τοῖς πλέουσιν ἡ ἐκ χειμῶνος εἰς εὐδίαν καὶ γαλήνην μετάβασις· ἡδεῖα δὲ καὶ τοῖς ὁδοιπόροις ἡ ἐκ καμάτου ἐπ' ἀνάπαυσιν ἡσυχία· ἡδεῖα δὲ καὶ τοῖς λυπουμένοις ἡ ἐκ κατηφείας εἰς εὐφροσύνην μετάθεσις· ἡδυτέρα δὲ καὶ τοῖς νοσοῦσιν ἡ ἐξ ἀσθενίας εἰς ὑγίειαν καὶ εὐρωστίαν ἀνάληψις· ἡδεῖα δὲ καὶ τοῖς πολεμίοις ἡ ἀπὸ ἔχθρας εἰς φιλίαν καὶ εἰρήνην βεβαίωσις· ἡδυτέρα δὲ καὶ ἡ ἀπὸ τοῦ σκότους καὶ τῆς νυκτὸς εἰς τὴν ἡμέραν μετάπτωσις. Καὶ πᾶσα πρᾶξις, ὡς ἔστιν εἰπεῖν, ἡδυτέραν ἔχει τὴν ἐργασίαν, ὅταν ὄφελος μετὰ τοῖς ποθοῦσιν αὐτὴν ἀπεργάζηται. Οὕτω γοῦν ὁρῶμεν καὶ τὴν ὑπὸ Θεοῦ δεδομένην ἡμῖν ἀπόλαυσιν, τῇ μεταβολῇ τὴν εὐφροσύνην ἡμῖν παρεχομένην.
Ο Θεάνθρωπος - Κύριος ημών Ιησούς Χριστός
Μικρὰ ἀποσπάσματα ἀπό τὸν 1ο λόγο τοῦ Ἁγίου Ἀθανασίου
κατὰ Ἀρειανῶν
Καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ Υἱὸς,
καὶ Κύριος τῆς δόξης ὕψιστός τε ἦν,
καὶ ἐξ οὐρανοῦ κατέβη,
καὶ ἀεὶ προσκυνητός ἐστιν,
οὐκ ἄρα καταβὰς ἐβελτιώθη,
ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεόμενα βελτιώσεως.
καὶ εἰ τοῦ βελτιῶσαι χάριν καταβέβηκεν,
οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι Υἱὸς καὶ Θεὸς,
ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ Πατρὶ,
καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους γενόμενος αὐτὸς ἄνθρωπος.
Οὐκ ἄρα ἄνθρωπος ὢν,
ὕστερον γέγονε Θεός.
ἀλλὰ Θεὸς ὢν,
ὕστερον γέγονεν ἄνθρωπος,
ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ.