»»» Βαΐα
Βαΐα
Κυριακή των Βαΐων: Ευλογημένος ο Ερχόμενος
Εκείνος που έχει θρόνο τον ουρανό και υποπόδιο τη γη, ο γυϊός του Θεού και ο Λόγος του ο συναΐδιος, σήμερα ταπεινώθηκε και ήρθε στη Βηθανία απάνω σ' ένα πουλάρι. Και τα παιδιά των Εβραίων τον υποδεχθήκανε φωνάζοντας: «Ωσαννά εν τοις υψίστοις, ευλογημένος ο ερχόμενος, ο βασιλιάς του Ισραήλ».
49. Η Βαϊοφόρος
Είσοδος εις Ιερουσαλήμ — Ο θρίαμβος — «Ωσανά τω Υιώ Δαυίδ» — «Εκ στόματος νηπίων και θηλαζόντων» — Η Ιερουσαλήμ των ημερών εκείνων — Ο Ιησούς κλαίει επί την πόλιν — Τρομερά πλήρωσις της προφητείας Του — Αγανάκτησις των Φαρισαίων — «Τις εστιν ούτος;» — Ο Ιησούς και πάλιν αποκαθαίρει τον Ναόν — Τα ωσαννά των παιδίων — «Ουδέποτε ανέγνωτε;» — Οι Έλληνες οι θέλοντες να
Λόγος εἰς τὰ βαΐα
Φρικτόν, ἀγαπητοί, μυστήριον καὶ σήμερον ἐν Ἰερουσαλὴμ γέγονε.
Μυστήριον δέ φημι τὸ ὑπὸ τῶν προφητῶν κηρυχθὲν καὶ ὑπὸ Χριστοῦ τελεσθέν.
Ὄντως γὰρ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» κατὰ τὸν μακάριον ∆αυίδ.
Καὶ πάλιν ὁ αὐτός·
«ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.»
Τὴν γὰρ κοινὴν ἀνάστασιν τοῦ τῶν ἀνθρώπων γένους πιστούμενος ὁ πάντων δεσπότης καὶ δημιουργός, Ἰησοῦς Χριστός, ὁ πάντα δι' ἡμᾶς οἰκονομήσας πρὸ τοῦ σωτηρίου αὐτοῦ πάθους ἐκ νεκρῶν ἤγειρε τὸν Λάζαρον.
Ὅθεν μετὰ τοῦτο σπεύδων ὡς λοιπὸν ἔφην τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος ἀναδέξασθαι.
«Ἀποστέλλει,» φησὶν ὁ εὐαγγελιστής,
«δύο τινὰς τῶν ἑαυτοῦ μαθητῶν λέγων·
πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον σὺν αὐτῇ·
λύσαντες ἀγάγετέ μοι.»
Λόγος εἰς τὰ βαΐα - Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου
Ἤδη τῆς δεσποτικῆς πανηγύρεως προλάμπει τὰ χαρίσματα, ἤδη τῆς πανευφήμου ἑορτῆς προτρέχει τὰ μηνύματα, ἤδη τῆς καθολικῆς ἀναστάσεως ἀρραβῶνα δεξάμενος Λάζαρος τῷ κυρίῳ συνανάκειται, ἤδη τῆς δωρεᾶς τὸ μυστήριον τοὺς τῷ βαπτίσματι προστρέχοντας εὐωδιάζει, ἤδη ὁ πιστεύσας λαὸς εἰς ὑπάντησιν τῷ κυρίῳ προσδραμὼν βοᾷ λέγων, καθὼς ἀρτίως ἤκουες·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,
βασιλεὺς τοῦ Ἰσραήλ.
Εὐλογημένος ὁ ἐρχόμενος, ὁ ἀεὶ ἐρχόμενος καὶ ὢν μεθ' ἡμῶν καὶ ἔξω τῶν πιστῶν μηδαμῶς γινόμενος.