»»» Προσευχές / Καθημερινές προσευχές / Πάτερ ἐπουράνιε !
Πάτερ ἐπουράνιε !
Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Δόξα Σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα Σοι
Πάτερ ἐπουράνιε !
Δεδοξασμένον ἔστω τὸ ὄνομά σου
καὶ εὐλογημένον τὸ κράτος σου
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὡς ἐμεγαλύνϑη τὰ ἔργα σου, Κύριε,
πάντα ἐν σοφίᾳ ἐποίησας,
ἐπληρώϑη ἡ γῆ τῆς κτίσεώς σου.
Οἱ οὐρανοὶ διηγοῦνται τὴν δόξαν σου,
ποίησιν δὲ χειρῶν σου ἀναγγέλλει τὸ στερέωμα.
Τὰ πάντα κηρύττουσι τὴν σὴν ἀγαϑότητα
καὶ ἐκδηλοῦσι τὸ ἄμετρον βάϑος τῆς σῆς εὐσπλαγχνίας.
Εὐχαριστοῦμέν σοι ἐπὶ πᾶσι τοῖς ἀγαϑοῖς, ἃ δίδως ἡμῖν,
καὶ ὁμολογοῦμεν τὰς πρὸς ἡμᾶς εὐεργεσίας σου.
Σὺ εἶ ὁ δοτὴρ τῶν ἀγαϑῶν, σὺ εἶ ἡ πηγὴ τῆς ζωῆς.
Φώτισον ἡμᾶς τῷ φωτὶ τοῦ ϑείου σου Λόγου
καὶ ἁγίασον ἡμᾶς τῷ Πνεύματί σου τῷ ἁγίῳ.
Στήριξον ἡμᾶς ἐν τῇ τηρήσει τῶν ἐντολῶν σου
καὶ κατεύϑυνον τὰ διαβήματα ἡμῶν εἰς τὸ ἀγαϑόν.
Ἐνίσχυσον ἡμῶν τὴν πίστιν, τὴν ἀγάπην
καὶ τὴν ἐλπίδα πρός σε
καὶ στερέωσον τὴν εὐσέβειαν ἡμῶν.
Ἐμφύσησον ἡμῖν ἀγάπην πρὸς πάντας
καὶ τὸ εὐεργετεῖν πάντας ἔστω ὁ νόμος τοῦ βίου ἡμῶν.
Πλήρωσον ἡμᾶς τῆς πρός σε τελείας ἀγάπης
καὶ ἡ πρὸς πάντας τοὺς ἀνϑρώπους τελεία ἀγάπη ἐνοικείτω ἐν ἡμῖν, ὡς ἐδίδαξεν ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός,
ὅστις ἐγένετο ἡμῖν Σωτήρ,
ἡ ὁδὸς καὶ ἡ ἀλήϑεια καὶ ἡ ζωή.
Ποίησον ἡμᾶς μιμητὰς τοῦ Χριστοῦ σου
καὶ ὁ βίος ἡμῶν ἀκολουθείτω τοῖς ϑείοις ἴχνεσιν αὐτοῦ.
Ἔμπνευσον ἡμῖν δικαιοσύνην πρὸς πάντας
καὶ φιλανϑρωπίαν πρὸς τοὺς πάσχοντας.
Δὸς ἡμῖν καθαρότητα καρδίας
καὶ ὀδήγησον ἡμᾶς εἰς σώφρονα βίον.
Δώρησαι ἡμῖν πνεῦμα υἱοθεσίας καὶ κατάστησον ἡμᾶς ἀξίους υἱοὺς σοῦ τοῦ οὐρανίου ἡμῶν πατρός.
Ἀναγέννησον τὰς καρδίας ἡμῶν κατὰ Χριστὸν
καὶ ἀνάπλασον τὰς ψυχὰς ἡμῶν κατ᾽ αὐτόν.
Παράσχου δὲ ἡμῖν τὴν χάριν σου καὶ ἀξίωσον ἡμᾶς τοῦ ϑείου ἐλέους σου, συγχωρῶν ἡμῖν μετανοοῦσι τὰ ἁμαρτήματα ἡμῶν καὶ ἀφιεὶς τὰ πταίσματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφίεμεν τὰ πταίσματα τῶν ἁμαρτανόντων εἰς ἡμᾶς.
Ἔχε δὲ ὑπὸ τὴν σκέπην σου τὴν ὀρϑόδοξον ἡμῶν Ἐκκλησίαν.
Καὶ φρούρει τὴν ἑλληνικὴν ἡμῶν πατρίδα.
Φύλαττε δὲ τοὺς οἰκείους ἡμῶν.
Σκέπε δὲ καὶ τοὺς χριστιανοὺς ἅπαντας
καὶ πάντα τὸν κόσμον σου.
Λύτρωσον τοὺς ἐν κινδύνοις ὄντας,
ἀνακούφισον τοὺς ἀσϑενεῖς,
παραμύϑησον τοὺς ϑρηνοῦντας,
προστάτευσον τοὺς ὀρφανούς, τὰς χήρας καὶ τοὺς πτωχούς, καὶ τὸ ἔλεός σου ἔστω μετὰ πάντων τῶν δυστυχούντων.
Ἀπόκρουσον δὲ ἀφ᾽ ἡμῶν πᾶν κακὸν
καὶ πᾶσαν ἁδικίαν ἀπομάκρυνον ἀφ᾽ ἡμῶν.
Πλὴν γινέσϑω ἐν πᾶσι τὸ ϑέλημά σου
καὶ πληρούσϑωσαν πανταχοῦ καὶ πάντοτε αἱ ϑεῖαι
καὶ ἀνεξερεύνητοι βουλαὶ τῆς προνοίας σου.
Οἴδαμεν δὲ ὅτι καὶ διὰ τῶν ϑλίψεων ἐκπαιδεύεις ἡμᾶς
καὶ δοκιμάζεις ἡμᾶς,
ὡς ὁ σίδηρος δοκιμάζεται διὰ τοῦ πυρός.
Ὡς ἡ δρῦς ἐνισχύεται ἐν ταῖς ϑυέλλαις, οὕτω κρατύνεται καὶ ἡ ψυχὴ ἡμῶν ἐν ταῖς τρικυμίαις τοῦ βίου.
Δὸς μόνον ἡμῖν ὑπομονὴν ἐν ταῖς ϑλίψεσι
καὶ καρτερίαν ἐν ταῖς δυστυχίαις,
ὅτι σὺ εἶ ἡ ἐλπὶς ἡμῶν, σὺ εἶ ἡ καταφυγὴ ἡμῶν.
Ἐὰν ἡ δεξιά σου ᾗ μεϑ᾽ ἡμῶν, οὐδὲν ἰσχύει καϑ᾽ ἡμῶν,
τοῖς δὲ ἀγαπῶσί σε πάντα συνεργεῖ εἰς τὸ ἀγαϑόν.
Πάτερ ἐπουράνιε,
Ἡ καρδία ἡμῶν ἀνήσυχός ἐστιν, ἕως οὗ ἀναπαυϑῇ ἐν σοὶ καὶ εὕρῃ ἐν σοὶ τὴν πλήρωσιν τῶν ὑψίστων αὐτῆς πόϑων ἐν τῇ αἰωνιότητι.
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Ὡς ἡ διψῶσα ἔλαφος ποϑεῖ τὰς πηγὰς τῶν ὑδάτων,
οὕτω καὶ ἡ ψυχὴ ἡμῶν ποϑεῖ σε.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα
καὶ σοῦ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν !
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.