Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    54η Ὁμιλία τοῦ Ἁγίου Μακαρίου τοῦ Αἰγυπτίου

54η Ὁμιλία τοῦ Ἁγίου Μακαρίου τοῦ Αἰγυπτίου


54 .1 ἐρώτησις .

περὶ τῶν ἐκπιπτόντων ἀδελφῶν
ἢ σφαλλομένων ἐν τῷ καθήκοντι βίῳ,
τίς ἡ αἰτία τοῦ οὕτως ζῶντας ἁγνοὺς ἐν τῇ ἐρήμῳ,
τοὺς μὲν ἀπατηθῆναι τὴν φρένα,
τοὺς δὲ περιπαρῆναι τῇ ἀκολασίᾳ;

ἀπόκρισις .

ταύτην οὖν ἡμῖν ἔδωκε τὴν ἀπόκρισιν
Παφνούτιος ὁ γνωστικώτατος·
πάντα τὰ γιγνόμενα διῄρηται εἰς δύο·
εἰς τε εὐδοκίαν θεοῦ, καὶ εἰς παραχώρησιν·
ὅσα μὲν γὰρ ἀγαθὰ καὶ ἐπωφελῆ καὶ κέρδος ψυχαῖς περιποιούμενα,
ταῦτα γίνεται εὐδοκίᾳ θεοῦ·
ὅσα δὲ πάλιν ἐπιζήμια καὶ ἐπικίνδυνα καὶ περιστατικά,
ταῦτα γίγνεται κατὰ θεοῦ συγχώρησιν·
ἡ δὲ συγχώρησις ἐκ λόγου δικαίου,
ἀδύνατον γὰρ τὸν ὀρθῶς φρονοῦντα καὶ ὀρθῶς βιοῦντα περιπεσεῖν πταίσματι αἰσχύνης ἢ πλάνῃ δαιμόνων .

54 .2

ὅσοι τοίνυν διεφθαρμένῳ σκοπῷ,
νόσῳ ἀνθρωπαρεσκίας καὶ αὐθαδείας λογισμῷ,
μετέρχεσθαι δοκοῦσι τὴν ἀρετήν,
οὗτοι καὶ σφάλμασι περιπίπτουσι,
τοῦ θεοῦ πρὸς τὸ συμφέρον ἐγκαταλιμπάνοντος αὐτούς,
ἵνα διὰ τῆς ἐγκαταλείψεως αἰσθόμενοι τὴν ἐκ τῆς μεταβολῆς ἀλλοίωσιν διορθώσωνται τὴν πρόθεσιν ἢ τὴν πρᾶξιν .

54 .3

ποτὲ μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει ὅταν κακῷ σκοπῷ γίγνηται,
ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως,
ἢ καθ' ὃν δεῖ τρόπον οὐ γίγνηται·
συμβαίνει γὰρ πολλάκις τὸν ἀκόλαστον διεφθαρμένῳ μὲν σκοπῷ ποιεῖν ἐλεημοσύνην ἐπὶ νεωτέρας δι' αἰσχρὸν τέλος,
πρᾶξιν δὲ εὔλογον ἐπιδείκνυσθαι,
τὸ ὡς ὀρφανῇ ἢ καὶ μόνῃ καὶ ἀσκουμένῃ διδόναι ἐπικουρίαν·
συμβαίνει δὲ καὶ σκοπῷ μὲν ὀρθῷ ποιεῖν ἐλεημοσύνην,
ἐπὶ νοσοῦντας ἢ γεγηρακότας ἢ ἐκπεπτωκότας πλούτου,
φειδωλῶς δὲ καὶ μετὰ γογγυσμοῦ,
καὶ εἶναι τὸν μὲν σκοπὸν ὀρθόν,
τὴν δὲ πρᾶξιν τοῦ σκοποῦ ἀναξίαν·
δεῖ γὰρ τὸν ἐλεήμονα ἐν ἱλαρότητι ἐλεεῖν,
καὶ ἐν ἀφειδείᾳ διδόναι .

54 .4

ἔλεγε δὲ καὶ τοῦτο·
ὅτι προτερήματά εἰσιν ἐν πολλαῖς ψυχαῖς·
ἐν αἷς μὲν εὐφυΐα διανοίας,
ἐν αἷς δὲ τῶν καλῶν ἐπιτηδειότης·
ἐὰν οὖν οἱ τὰ προτερήματα κεκτημένοι
μὴ ἐπιγράφωσι τῷ θεῷ ταῦτα τῷ δοτῆρι τῶν ἀγαθῶν
ἀλλὰ τῇ ἰδίᾳ προαιρέσει καὶ εὐφυΐᾳ καὶ ἱκανότητι,
οἱ τοιοῦτοι καταλειφθέντες,
ἢ εἰς αἰσχρουργίαν ἢ αἰσχροπάθειαν ληφθέντες,
διὰ τῆς ἐπιγενομένης ταπεινώσεως καὶ αἰσχύνης,
ἠρέμα πως τὸν ἐν τῇ νομιζομένῃ ἀρετῇ ἀποτρίβονται τῦφον·
ἐπειδὴ γὰρ ὁ πεφυσιωμένος ἐπὶ εὐφυΐᾳ λόγων ἐπαιρόμενος οὐκ ἐπιγράφει τῷ θεῷ τὴν εὐφυΐαν οὔτε τὴν χορηγίαν τῆς γνώσεως,
ἀλλὰ τῇ αὐτοῦ ἀσκήσει καὶ εὐφυΐᾳ,
ἀφιστᾷ ὁ θεὸς τὸν ἄγγελον τῆς προνοίας·
οὗ ἀποστάντος καταδυναστευθεὶς ὑπὸ τοῦ ἀντικειμένου
ὁ ἐπαιρόμενος ἐπὶ τῇ εὐφυΐᾳ περιπίπτει ἀκολασίᾳ·
ἵνα ἡ κτηνώδης καὶ κυνώδης ἀκολασία ἀπελάσῃ τὴν δαιμονιώδη,
ἥ ἐστιν ὑπερηφανία,
ἵνα τοῦ μάρτυρος τῆς σωφροσύνης ἀφαιρεθέντος,
ἀναξιόπιστα γένηται τὰ λεγόμενα παρ' αὐτοῦ·
φευγόντων τῶν εὐλαβῶν τὴν ἐκ τοῦ τοιούτου στόματος διδασκαλίαν,
καθάπερ πηγὴν βδέλλας ἔχουσαν,
ὡς πληροῦσθαι τὸ γεγραμμένον Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεὸς ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου,
καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;

54 .5

ἐοίκασι γὰρ ἀληθῶς αἱ τῶν ἐμπαθῶν ψυχαὶ πηγαῖς διαφόροις·
οἱ μὲν γαστρίμαργοι καὶ οἰνόφλυγοι πηγαῖς βορβορώδεσιν·
οἱ δὲ φιλάργυροι καὶ πλεονέκται πηγαῖς βατράχους ἐχούσαις·
οἱ δὲ ὑπερήφανοι καὶ βάσκανοι,
ἐπιτηδειότητα δὲ γνώσεως ἔχοντες,
πηγαῖς ὄφεις τρεφούσαις·
ἐν αἷς ἐλλιμνάζει ὁ λόγος τῷ μηδένα ἡδέως
ἀρύεσθαι ἐξ αὐτῶν διὰ τὴν πικρίαν τοῦ ἤθους .
ὅθεν ὁ ∆αβὶδ παρακαλεῖ τρία αἰτῶν,
χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν·
ἄνευ γὰρ χρηστότητος, ἡ γνῶσις ἄχρηστος .

54 .6

καὶ εἰ μὲν διορθώσεται ὁ τοιοῦτος,
τὴν αἰτίαν τῆς ἐγκαταλείψεως ἀποθέμενος,
τουτέστι τὸν τῦφον,
καὶ ἀναλάβηται ταπεινοφροσύνην,
καὶ ἐπιγνῷ ἑαυτοῦ τὰ μέτρα,
μήτε κατά τινος ἐπαιρόμενος καὶ τῷ θεῷ εὐχαριστῶν,
ἐπανέρχεται πάλιν πρὸς αὐτὸν ἡ ἐμμάρτυρος γνῶσις·
λόγοι γὰρ πνευματικοὶ βίον σεμνὸν καὶ σώφρονα μὴ ἔχοντες συνιππάζοντα ἀστάχυές εἰσιν ἀνεμόφθοροι,
τὸ μὲν σχῆμα ἔχοντες, τὸ δὲ τρόφιμον ὑποκλαπέντες .

54 .7

πᾶσα οὖν πτῶσις, εἴτε διὰ γλώσσης,
εἴτε δι' αἰσθήσεως, εἴτε διὰ πράξεως,
εἴτε δι' ὅλου τοῦ σώματος,
πρὸς τὴν ἀναλογίαν τῆς ὑπερηφανίας
κατ' ἐγκατάλειψιν γίνεται θεοῦ,
φειδομένου τῶν ἐγκαταλιμπανομένων·
εἰ γὰρ μετὰ τῆς ὑπερηφανίας καὶ τῇ εὐφυΐᾳ αὐτῶν μαρτυρήσει τῇ χορηγίᾳ τῶν λόγων ὁ κύριος,
δαίμονας αὐτοὺς ἀπεργάσεται ἐπαιρομένους μεγάλα καὶ θρασέα .

54 .8

καὶ ταῦτα δὲ ἔλεγεν ἡμῖν ὁ ἀνήρ·
ὅταν ἴδῃς τινὰ βίῳ μὲν χαλεπόν, λόγῳ δὲ πιθανόν,
μνημόνευσον τοῦ δαίμονος τοῦ ἐν τῇ ἁγίᾳ γραφῇ τῷ Χριστῷ ὁμιλοῦντος,
καὶ τῆς λεγούσης μαρτυρίας,
ὅτι Ὄφις φρονιμώτερος ἦν πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς,
ᾧ ἡ φρόνησις μᾶλλον εἰς βλάβην γεγένηται,
ἄλλης ἀρετῆς αὐτῷ μὴ συνδραμούσης·
δεῖ γὰρ τὸν πιστὸν καὶ ἀγαθὸν φρονεῖν μὲν ἃ δίδωσιν ὁ θεός,
λαλεῖν δὲ ἃ φρονεῖ, ποιεῖν δὲ ἃ λαλεῖ·
ἐὰν γὰρ τῇ ἀληθείᾳ τῶν λόγων ἡ τοῦ βίου μὴ συντρέχῃ συγγένεια,
ἄρτος ἐστὶν ἄνευ ἅλατος κατὰ τὸν Ἰώβ·
βρωθήσεται οὖν οὐδαμῶς,
ἢ βρωθεὶς εἰς καχεξίαν γενήσεται·
Εἰ βρωθήσεται γάρ, φησίν, ἄρτος ἄνευ ἁλός·
καὶ εἰ ἔστι γεῦσις ἐν ῥήμασι κενοῖς,
μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων;

54 .9

τῶν οὖν ἐγκαταλείψεων ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετὴν ἵνα φανερωθῇ,
ὡς ἡ τοῦ Ἰώβ,
τοῦ θεοῦ χρηματίζοντος καὶ λέγοντος Μὴ ἀποποιοῦ μου τὸ κρῖμα,
μηδὲ οἴου με ἄλλως σοι κεχρηματικέναι,
ἀλλ' ἵνα δίκαιος ἀναφανῇς·
ἐμοὶ μὲν γὰρ ἦς γνωστὸς τῷ ὁρῶντι τὰ κρυπτά,
ἐπειδὴ δὲ ἠγνοοῦ τοῖς ἀνθρώποις ὑπονοοῦσι διὰ πλούτου σε θεραπεύειν με,
ἐπήγαγον τὴν περίστασιν,
ἐξεθέρισα τὸν πλοῦτον,
ἵνα δείξω αὐτοῖς τὴν εὐχάριστόν σου φιλοσοφίαν·
ἡ δὲ δι' ἀποτροπὴν ὑπερηφανίας,
ὡς ἐπὶ τοῦ Παύλου,
ἐγκατελείφθη γὰρ καὶ ὁ μακάριος Παῦλος,
ἐν περιστάσεσι καὶ κολαφισμοῖς καὶ διαφόροις θλίψεσι βαλλόμενος,
διὸ καὶ ἔλεγεν Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ,
ἄγγελος Σατᾶν,
ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι·
μήποτε μετὰ τῶν θαυμάτων ἡ ἄνεσις καὶ εὐθηνία καὶ ἡ τιμὴ αὐτῷ προσγενομένη εἰς τῦφον αὐτὸν ἐμβάλλῃ διαβολικὸν χαυνωθέντα·
ἐγκατελείφθη καὶ ὁ παράλυτος δι' ἁμαρτίας,
ᾧ λέγει Χριστός Ἰδοὺ ὑγιὴς γέγονας,
μηκέτι ἁμάρτανε·
ἐγκατελείφθη καὶ Ἰούδας,
προτιμήσας ἀργύριον τοῦ θεοῦ λόγου, διὸ καὶ ἀπήγξατο·
ἐγκατελείφθη καὶ Ἠσαῦ περιπεσὼν ἀκολασίᾳ,
καὶ προτιμήσας κόπρον πονηρὸν εὐλογίας πατρικῆς .
ὡς πάντα ταῦτα συναισθόμενον τὸν ἀπόστολον εἰπεῖν περί τινων
Ἐπειδὴ γὰρ οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει,
παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν,
ποιεῖν τὰ μὴ καθήκοντα·
ἑτέρων δέ τινων μνημονεύσας ἐν ἐπιγνώσει μὲν εἶναι δοκούντων θεοῦ μετὰ διεφθαρμένης δὲ γνώμης,
οὕτω φησίν,
Οἵτινες τὸν θεὸν ἐπιγνόντες,
οὐχ ὡς θεὸν ἐδόξασαν ἢ εὐχαρίστησαν,
ἀλλ' ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·
ὡς ἐκ τούτου γιγνώσκειν ἡμᾶς ἀδύνατον εἶναι περιπεσεῖν
πτώματι τὸν εὐσεβῶς βιοῦντα,
εἰ μὴ τῆς τοῦ θεοῦ γυμνωθῇ προνοίας .

54 .10

ἔλεγε δὲ καὶ τοῦτο·
ὅτι νοῦς ἀποστὰς μνήμης θεοῦ ἢ θυμῷ περιπίπτει,
ἢ ἐπιθυμίᾳ·
καὶ τὴν μὲν ἐπιθυμίαν ἔλεγε κτηνώδη,
τὸν δὲ θυμὸν δαιμονιώδη·
ἐμοῦ δὲ ἀντιλέγοντος καὶ θαυμάζοντος εἰ δυνήσεται νοῦς ἀνθρώπινος ἀδιαλείπτως εἶναι μετὰ θεοῦ,
ἔλεγεν ὅτι ἐν οἵῳ δ' ἂν νοήματι ἢ πράγματι θεϊκῷ ἡ ψυχὴ εὐσεβεῖ,
μετὰ θεοῦ ἐστίν .

54 .11

ἔλεγε δὲ καὶ ἄλλος τις τῶν ἁγίων ὅτι πᾶσα ὀρθὴ ψυχὴ μᾶλλον τοὺς λοιδοροῦντας καὶ θλίβοντας ἐπικερδεῖς ἡγεῖται ἢ τοὺς κολακεύοντας καὶ δοξάζοντας·
φιλεῖ γάρ πως ἡ ἀκολασία ἡσυχίαν καὶ ὑγείαν καὶ εἰρήνην καὶ εὐθηνίαν·
διὸ τοιαύτη οὖσα,
ἐν τοῖς λυπηροῖς ὡς βδέλλα συστέλλεται .
δόξα τῷ θεῷ,
ἀμήν .

No votes yet


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα