Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εις τον Άγιο Βασίλειο Αρχιεπίσκοπον Καισαρείας Καππαδοκίας εγκώμιος λόγος του αδελφού αυτού Αγίου Γρηγορίου Νύσσης

Εις τον Άγιο Βασίλειο Αρχιεπίσκοπον Καισαρείας Καππαδοκίας εγκώμιος λόγος του αδελφού αυτού Αγίου Γρηγορίου Νύσσης


1 Καλὴν ἐπέθηκεν ὁ Θεὸς τὴν τάξιν ταῖς ἐτησίοις ταύταις ἡμῶν ἑορταῖς, ἃς διά τινος τεταγμένης ἀκολουθίας κατὰ τὰς ἡμέρας ταύτας ἤδη τε ἠγάγομεν καὶ πάλιν ἄγομεν.
Ἡ δὲ τάξις ἡμῖν ἐστι τῶν πνευματικῶν πανηγύρεων ἣν καὶ ὁ μέγας Παῦλος ἐδίδαξεν, ἄνωθεν τῶν τοιούτων τὴν γνῶσιν ἔχων.
Φησὶ γὰρ ἐκεῖνος ἐν πρώτοις μὲν τοὺς ἀποστόλους τε καὶ τοὺς προφήτας τετάχθαι, μετ' ἐκείνους δὲ τοὺς ποιμένας καὶ διδασκάλους.
Συμβαίνει τοίνυν τῇ ἀποστολικῇ ταύτῃ ἀκολουθίᾳ ἡ τάξις τῶν τοῦ ἐνιαυτοῦ πανηγύρεων.
Ἀλλὰ τὴν πρώτην οὐ συναριθμῶ ταῖς ἄλλαις.
Ἡ γὰρ ἐπὶ τῇ θεοφανείᾳ τοῦ μονογενοῦς Υἱοῦ χάρις, ἡ διὰ τῆς ἐκ Παρθένου γεννήσεως ἀναδειχθεῖσα τῷ κόσμῳ, οὐχ ἁπλῶς ἐστιν ἁγία πανήγυρις, ἀλλ' ἁγία ἁγίων καὶ πανήγυρις πανηγύρεων.

Οὐκοῦν τὰς μετ' αὐτὴν ἀριθμήσωμεν.
Πρῶτον ἡμῖν ἀπόστολοί τε καὶ προφῆται τῆς πνευματικῆς χοροστασίας κατήρξαντο.
Τὰ δύο γὰρ πάντως περὶ τοὺς αὐτούς ἐστι χαρίσματα, τό τε ἀποστολικὸν πνεῦμα καὶ τὸ τῆς προφητείας.
Εἰσὶ δὲ οὗτοι·
Στέφανος, Πέτρος, Ἰάκωβος, Ἰωάννης, Παῦλος·
εἶτα μετὰ τούτους φυλάξας τὴν ἑαυτοῦ τάξιν ἐξάρχει τῆς παρούσης ἡμῖν πανηγύρεως ὁ ποιμὴν καὶ διδάσκαλος.
Τίς οὗτος;
Εἴπω τὸ ὄνομα, ἢ ἀρκεῖ ἡ χάρις ἀντὶ τοῦ ὀνόματος δεῖξαι τὸν ἄνδρα;
Διδάσκαλον γὰρ καὶ ποιμένα μετὰ τοὺς ἀποστόλους ἀκούσας, ἐνόησας πάντως τὸν μετὰ τοὺς ἀποστόλους ποιμένα τε καὶ διδάσκαλον.
Τοῦτον λέγω, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν ὑψηλὸν βίῳ τε καὶ λόγῳ, Βασίλειον, τὸν ἀστεῖον τῷ Θεῷ ἐκ γεννήσεως, τὸν τοῖς ἤθεσι πολιὸν ἐκ νεότητος, τὸν παιδευθέντα μὲν κατὰ Μωϋσέα πάσῃ σοφίᾳ τῶν ἔξωθεν λόγων, τοῖς δὲ ἱεροῖς γράμμασιν ἐκ βρέφους καὶ μέχρι τῆς τελειώσεως συντραφέντα καὶ συναυξηθέντα καὶ συνακμάσαντα, ὅθεν διδάσκων πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ τῇ θείᾳ τε καὶ τῇ ἔξωθεν.
Οἷόν τις ἀριστεὺς περιδέξιος δι' ἑκατέρας παιδεύσεως τοῖς ἀντιτεταγμένοις ἑαυτὸν ἀνθοπλίζων ᾕρει δι' ἀμφοτέρων τοὺς προσπαλαίοντας, ὑπερέχων ἐν ἑκατέρῳ τοὺς ἐν θατέρῳ τινὰ κατὰ τῆς ἀληθείας ἰσχὺν ἔχειν νομίζοντας, τοὺς μὲν ἐκ τῆς αἱρέσεως τὰς Γραφὰς προβαλλομένους ταῖς Γραφαῖς ἀνατρέπων, Ἕλληνας δὲ διὰ τῆς ἰδίας αὐτῶν συμποδίζων παιδεύσεως.
Ἡ δὲ κατὰ τῶν ἀντιπάλων νίκη οὐ πτῶσιν ἐποίει τῶν ἡττημένων, ἀλλ' ἀνάστασιν.
Οἱ γὰρ ἡττώμενοι τῆς ἀληθείας νικηταὶ καὶ στεφανῖται κατὰ τῆς πλάνης καὶ τοῦ ψεύδους ἐγίνοντο.

2 Τοῦτον οὖν ἔχομεν καὶ ἡμεῖς νῦν τὸν διατιθέντα ἡμῖν τὴν παροῦσαν πανήγυριν, τὸν γνήσιον ὑποφήτην τοῦ Πνεύματος, τὸν γενναῖον τοῦ Χριστοῦ στρατιώτην, τὸν μεγαλόφωνον κήρυκα τοῦ σωτηρίου κηρύγματος, τὸν ἀγωνιστήν τε καὶ πρόμαχον τῆς ὑπὲρ Χριστοῦ παρρησίας, ᾧ τὰ δεύτερα μετὰ τοὺς ἀποστόλους ὁ χρόνος δίδωσι μόνος.
Εἰ γὰρ κατὰ τὸν αὐτὸν τῷ Παύλῳ χρόνον μετέσχεν τοῦ ἀνθρωπίνου βίου Βασίλειος, οὕτως ἂν πάντως συνεγράφη τῷ Παύλῳ ὡς Σιλουανὸς καὶ Τιμόθεος·
καὶ ὅτι οὐκ ἔξω τῆς ἀληθείας στοχάζομαι οὑτωσί, τὸν λόγον κατανοήσωμεν.
Παρείσθω τὸ προτερεύειν τοὺς ἁγίους τῷ χρόνῳ.
Ἡ γὰρ τοῦ χρόνου φύσις ἐν τῷ παρῳχηκότι καὶ τῷ μέλλοντι πρὸς ἀρετήν τε καὶ κακίαν ὁμοίως ἔχει, οὔτε τοῦτο οὖσα, οὔτε τὸ ἕτερον·
ἐν γὰρ προαιρέσει τὸ ἀγαθόν, οὐκ ἐν χρόνῳ.
Ἀλλ' ἐξεταζέσθω πρὸς τὴν πίστιν ἡ πίστις καὶ πρὸς τὸν λόγον ὁ λόγος.
Εὑρήσει γὰρ ὅ γε δικαίως ἐκ παραλλήλου ἀντεξετάζων τὰ θαύματα, μίαν ἐπ' ἀμφοτέρων τὴν χάριν ἐκ τοῦ αὐτοῦ Πνεύματος ἐγγινομένην ἐν ἑκατέρῳ κατὰ τὴν ἀναλογίαν τῆς πίστεως.
Εἰ δὲ προήκει τῷ χρόνῳ Παῦλος, καὶ πολλαῖς ὕστερον γενεαῖς ἀνεδείχθη Βασίλειος, τῆς θείας ὑπὲρ τῶν ἀνθρώπων οἰκονομίας λέγεις τὸ ἔργον, οὐκ ἀπόδειξιν τῆς κατ' ἀρετὴν ἐλαττώσεως·
ἐπεὶ καὶ Μωϋσῆς τοῦ Ἀβραὰμ πολλοῖς χρόνοις μεταγενέστερος, καὶ Σαμουὴλ Μωϋσέως, καὶ τούτου Ἠλίας, κἀκείνου ὁ μέγας Ἰωάννης, καὶ μετὰ Ἰωάννην Παῦλος, καὶ μετὰ τοῦτον Βασίλειος.

3 Ὥσπερ οὖν ἐν τοῖς προάγουσιν οὐδὲν ὁ χρόνος δευτερεύων εἰς τὴν κατὰ Θεὸν δόξαν τοὺς ἁγίους ἠλάττωσεν, οὕτω καὶ νῦν ἐν τῷ τῆς ἀρετῆς λόγῳ σιωπάσθω τὰ πρεσβεῖα τοῦ χρόνου.
Τὸ γὰρ τοιοῦτον, καθὼς ἔφαμεν, τῆς ὑπὲρ τῶν ἀνθρώπων τοῦ Θεοῦ προμηθείας τὴν ἀπόδειξιν ἔχει.
Ὁ γὰρ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, καθώς φησιν ὁ προφήτης, καὶ τὴν συνδιεξιοῦσαν ταῖς ἀνθρωπίναις γενεαῖς τοῦ διαβόλου κακίαν κατανοῶν, πρόσφορόν τε καὶ κατάλληλον τῷ καθ' ἑκάστην γενεὰν ἀρρωστήματι τὸν ἰατρὸν ἑτοιμάζει, ὡς ἂν μὴ ἀθεράπευτον περιίδοι τῶν ἀνθρώπων τὴν νόσον δι' ἐρημίαν τῶν διορθουμένων κατακρατοῦσαν τοῦ γένους.

4 Τούτου χάριν ἐπικρατούσης ποτὲ τῆς Χαλδαϊκῆς φιλοσοφίας οἳ τὴν τῶν ὄντων αἰτίαν ἐν τῇ ποιᾷ κινήσει τῶν ἄστρων ὡρίζοντο, ὑπερκεῖσθαι δέ τινα τῶν φαινομένων δύναμιν ποιητικὴν τῶν ὄντων οὐκ ᾤοντο·
τότε τὸν Ἀβραὰμ ἀναδείκνυσιν, ὃς ἐπιβάθρᾳ τῇ τοιαύτῃ παιδεύσει χρησάμενος, ἀνεζήτησε τὸν διὰ τῶν ὁρωμένων νοούμενον.
Καὶ ὁδὸς τοῖς ἐφεξῆς ἐγένετο πίστεως τῆς εἰς τὸν ὄντως ὄντα Θεόν, αὐτὸς πρὸς ταύτην καθηγησάμενος διὰ τοῦ καταλιπεῖν τὴν πατρῷαν ἀπάτην καὶ τὴν τῶν αἰσθητηρίων πρὸς τὴν φαινομένην κτίσιν συγγένειαν.
Εἶτα τῶν Αἰγυπτίων δαιμονίαν τινὰ καὶ γοητικὴν σοφίαν ἐξευρηκότων ἐξ ὑποθήκης, οἶμαι, τοῦ ποικίλως τὰς ψυχὰς δι' ἀπάτης καταβυθίζοντος, ἀνέδειξε τὸν Μωϋσέα τῷ ὑπερβάλλοντι τῆς σοφίας τὴν Αἰγυπτίαν ἀπάτην ἐξαφανίσοντα.
Ἐπιγινώσκει δὲ πάντως τὸν λόγον ὁ τὴν Γραφὴν ἐπιστάμενος, πῶς, ἀντεπιδεικνυμένων τοῖς θείοις σημείοις τῶν γοήτων τὰς ἰδίας ἀπάτας, ὑπερέσχε κατὰ κράτος ὁ Μωϋσῆς διὰ τῆς ἄνωθεν συμμαχίας τὴν Αἰγυπτίαν ἰσχὺν πᾶσαν ἐξαφανίσας.
Νοεῖς δὲ τοῦτο διά τε τῶν ἄλλων καὶ τῷ τῶν ῥάβδων αἰνίγματι.

5 Προϊόντος δὲ τοῦ χρόνου καὶ τῶν Ἰσραηλιτῶν δι' ἀναρχίας ἐν δημοκρατικῇ συγχύσει πλημμελῶς διακειμένων, ὁ Σαμουὴλ ἀναφαίνεται κρατῶν δι' ἑαυτοῦ τὸ ὑπήκοον καὶ τῆς πρὸς τοὺς ἀλλοφύλους ἐπιμιξίας ἀπείργων·
εἶτα πρὸς βασιλείας κατάστασιν τὴν ἀναρχίαν μετασκευάσας συνήθροισεν αὐτὸ περὶ ἑαυτῷ ὁμόφυλον τῆς βασιλικῆς δυναστείας νομοθέτης γενόμενος.
Μετὰ ταῦτα δὲ πολλαῖς ὕστερον γενεαῖς ὅτε Ἀχαὰβ ἐκεῖνος, τὸ γυναικεῖον ἀνδράποδον, αὐτός τε τῶν πατρῴων ἀπέστη θεσμῶν γυναικὶ χλιδώσῃ δεδουλωμένος καὶ τὴν τῶν εἰδώλων πλάνην δι' ἐκείνης ἐπισπασάμενος, συναπέστησεν ἑαυτῷ τὸν Ἰσραηλίτην λαόν, τότε ἀναδείκνυσιν ὁ Θεὸς τὸν Ἠλίαν ἀντίρροπον ἔχοντα τῷ μεγέθει τῆς νόσου τῶν ἀνθρώπων τὴν θεραπεύουσαν δύναμιν, ἄνδρα, ἐν ὑπεροψίᾳ τῆς θεραπείας τοῦ σώματος, αὐχμῶντα τὸ πρόσωπον καὶ τῷ πλήθει τῶν ἰδίων τριχῶν σκιαζόμενον, ἰδιαστὴν τῷ βίῳ, σεμνὸν προσιδεῖν ἐν ἀμειδεῖ τῷ προσώπῳ, καὶ συννενευμένον τῷ βλέμματι δέρματι αἰγείῳ τοσοῦτον τοῦ σώματος σκέποντα ὅσον εὐπρεπέστερόν ἐστι καλυπτόμενον, τῷ δὲ λοιπῷ διακαρτεροῦντα πρὸς τὸν ἀέρα καὶ οὐδὲν πρὸς τὴν ἐκ τοῦ θάλπους τε καὶ κρύους ἀνωμαλίαν ἐπιστρεφόμενον.
Ὃς ἀναφανεὶς τῷ λαῷ, τῇ τε διὰ τοῦ λιμοῦ μάστιγι σωφρονίζει τὸν Ἰσραήλ, καθάπερ τινὶ σκυτάλῃ τῇ τοιαύτῃ πληγῇ τῆς ἀταξίας τοῦ λαοῦ καθαπτόμενος·
μετὰ ταῦτα δὲ καὶ τῷ θείῳ πυρὶ τῷ περὶ τὴν ἱερουργίαν γεγενημένῳ θεραπεύει τὴν περὶ τὰ εἴδωλα νόσον.

6 Εἶτα μετ' ἐκεῖνον ἄλλος ἐκεῖνος χρόνοις ὕστερον πλείοσιν ἀναφαίνεται, ὁ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου διὰ Ζαχαρίου καὶ Ἐλισάβετ ἐπιδημήσας τῷ βίῳ, καὶ ἅπαν τὸ ἔθνος ἐξεκκλησιάζων ἐν τῇ ἐρήμῳ διὰ κηρύγματος, καὶ τὸν ἐπὶ τῷ αἵματι τῶν προφητῶν λύθρον, καὶ τὰ παντοδαπὰ μιάσματα, καὶ τὰ ποικίλα τῆς ἁμαρτίας δεσμὰ οἷς ὑποδημάτων δίκην κατὰ τὸν χρόνον ἐκεῖνον ἅπας ὁ λαὸς ἐνεδέδετο·
πάντα τὰ τοιαῦτα τῷ τε κηρύγματι τῆς μετανοίας ἐκλύων, καὶ τῷ περιρραντηρίῳ ὕδατι κατὰ τὸν Ἰορδάνην ἐκπλύνων, ἐν οὐδενὶ τὸ ἔλαττον τῶν ἐν ἀρετῇ προωδευκότων ἐν τοῖς κατὰ Θεὸν ἐπεδείξατο.

7 Τί δὲ μετὰ τοῦτον ὁ Παῦλος πρὸς τὸ ἀκρότατον τῆς κατὰ Θεὸν προκοπῆς ἀναδραμεῖν ἐκωλύθη δευτερεύων τῷ χρόνῳ;
Οὐκ εὐθὺς ἐραστὴς τοῦ θείου κάλλους ἐγένετο τοῦ τοῖς ὀφθαλμοῖς ἐναστράψαντος, ὁμοῦ τῷ τὰς λεπίδας ἀποβαλεῖν τῶν ὀμμάτων αἳ σύμβολον ἦσαν τοῦ περικαρδίου καλύμματος, ὃ περικείμενον τῷ διορατικῷ τῶν Ἰουδαίων ψυχῶν τυφλώττειν αὐτοὺς παρασκευάζει πρὸς τὴν ἀλήθειαν;
Οὐκ ἐπειδὴ τῷ μυστικῷ λουτρῷ τὸν τῆς ἀγνοίας τε καὶ ἀπάτης ῥύπον ἐναπέθετο, εὐθὺς πρὸς τὸ θειότερον μετεσκευάσθη τὴν φύσιν, καὶ οἷον ἐκδὺς τὴν παχεῖαν ταύτην καὶ σαρκώδη περιβολὴν αὐτοῖς τοῖς οὐρανίοις ἀδύτοις ἐπεχωρίαζεν, οὐδὲν βαρούμενος τῷ ἐφολκίῳ τοῦ σώματος, καὶ ἐντὸς ἐγένετο τῆς θείας τοῦ παραδείσου φυτείας, ἐκεῖ τὴν ἄρρητον μυσταγωγίαν παρὰ τῆς ἀληθείας τελειούμενος, κἀκεῖθεν λαμβάνων τοῦ λόγου τὴν δύναμιν εἰς ὑπακοὴν τῆς πίστεως ἐν πᾶσι τοῖς ἔθνεσιν;
Ὅθεν μικροῦ δεῖν τῆς οἰκουμένης πάσης πατὴρ γίνεται, διὰ τῶν πνευματικῶν ὠδίνων εἰς φῶς ἐνάγων τοὺς δι' αὐτοῦ μορφουμένους κατὰ Χριστὸν εἰς εὐσέβειαν.

8 Εἰ τοίνυν ἐπὶ τῶν ἄλλων ἁγίων ἡ κατὰ τὸν χρόνον τάξις οὐδὲν τῆς κατὰ Θεὸν προκοπῆς ἠλάττωσεν, ὁμοτίμως ἑκάστῳ τῆς χάριτος πρὸς τὴν τελειότητα συνεργούσης, εἰκότως τολμῶμεν καὶ τὸν ἐν τῇ καθ' ἡμᾶς γενεᾷ τοῦ Θεοῦ ἄνθρωπον, τὸ μέγα σκεῦος τῆς ἀληθείας, βασίλειον, τοῖς ὀνομαστοῖς ἐκείνοις ἁγίοις ἐναρίθμιον εἶναι λέγειν, οὐδὲν τῆς χρονικῆς ἀκολουθίας, οὔτε τὴν ὑψηλὴν ἐκείνου πρὸς τὸν Θεὸν ἐπιθυμίαν, οὔτε τὴν θείαν χάριν πρὸς τὴν τῆς ψυχῆς τελείωσιν ἐμποδιζούσης·
ὡς ἂν μὴ τῆς θείας οἰκονομίας ὁ σκοπός τι παραβλαβείη, ἤ τι παρὰ τὴν τοῦ χρόνου αἰτίαν ἐλαττωθείη τῆς παρ' αὐτοῦ συνεισφερομένης συμμαχίας πρὸς τὸ μυστήριον.
Πάντως δὲ οὐδεὶς ἀγνοεῖ τὸν σκοπὸν τῆς κατὰ τὸν χρόνον τοῦτον τοῦ διδασκάλου ἡμῶν ἀναδείξεως.

9 Ἐπειδὴ γὰρ ἡ περὶ τὰ εἴδωλα τῶν ἀνθρώπων μανία τῷ κηρύγματι τοῦ Χριστοῦ κατεσβέσθη καὶ πάντα ἦν ἐν ἐρειπίοις ἤδη καὶ ἀφανισμῷ τὰ τῶν ματαίων σεβάσματα, διὰ πάσης σχεδὸν τῆς οἰκουμένης τοῦ κηρύγματος τῆς εὐσεβείας φοιτήσαντος, ὥστε τὸν ἐπικρατοῦντα τῆς ἀνθρωπίνης ἀπάτης πανταχόθεν ἐξείργεσθαι τῷ τοῦ Χριστοῦ ὀνόματι τῆς οἰκουμένης ἐξελαυνόμενον·
σοφὸς δὲ εἰς κακίαν ὢν ὁ τῆς κακίας εὑρετὴς οὐκ ἠπόρησεν πονηρᾶς ἐπινοίας, ὥστε πάλιν ὑποχείριον ποιῆσαι δι' ἀπάτης ἑαυτῷ τὸ ἀνθρώπινον·
ἀλλ' ἐν προσχήματι Χριστιανισμοῦ τὴν εἰδωλολατρείαν κατὰ τὸ λεληθὸς ἐπανήγαγεν, πείσας τοῖς ἰδίοις σοφίσμασι τοὺς πρὸς αὐτὸν ὁρῶντας μὴ ἀποστῆναι τῆς κτίσεως, ἀλλὰ ταύτην προσκυνεῖν καὶ ταύτην σέβεσθαι, καὶ Θεὸν τὸ ποίημα οἴεσθαι τῇ τοῦ Υἱοῦ κλήσει ὀνομαζόμενον.
Εἰ δὲ ἐκ μὴ ὄντων ἐστὶν ἡ κτίσις καὶ τῆς θείας οὐσίας κατὰ τὴν ἰδίαν ἠλλοτρίωται φύσιν, μηδένα ποιεῖσθαι τούτου λόγον, ἀλλὰ τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιθέντας τῇ κτίσει ταύτην προσκυνεῖν, ταύτῃ λατρεύειν, ἐν ταύτῃ τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, παρὰ ταύτης ἀναμένειν τὴν κρίσιν.

10 Καὶ ὅλος ἐμπεσὼν ὁ ἀποστάτης ἀνθρώποις πᾶσαν αὐτοῦ τὴν κακίαν ἱκανοῖς χωρῆσαι, Ἀρείῳ τε λέγω καὶ Ἀετίῳ, Εὐνομίῳ Εὐδοξίῳ, καὶ πρὸς τούτοις καὶ πολλοῖς ἄλλοις, δι' ὧν ἐκλείπουσαν ἤδη τὴν εἰδωλολατρείαν πάλιν, καθὼς εἴρηται, τῷ ὀνόμα τι τοῦ Χριστιανισμοῦ ἐπανήγαγεν, καὶ κατεκράτει τῶν ἀνθρώπων ἡ νόσος τῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα·
ὡς καὶ τῇ συμμαχίᾳ τῶν τότε βασιλέων τὴν ἀπάτην κρατύνεσθαι καὶ πάσας τὰς ὑπερεχούσας ἀρχὰς τῆς τοιαύτης ὑπερμάχεσθαι νόσου.
Καὶ πάντων μικροῦ δεῖν ἀνθρώπων πρὸς τὸ ἐπικρατοῦν μετατεθέντων τότε παρὰ τοῦ Θεοῦ ἀναδείκνυται ὁ μέγας Βασίλειος, καθάπερ ἐπὶ τοῦ Ἀχαὰβ ὁ Ἠλίας·
καὶ τῆς ἱερωσύνης ἤδη τρόπον τινὰ πεπτωκυίας ἀντιλαμβανόμενος, ὥσπερ τινὰ λύχνον ἐκλελοιπότα τὸν τῆς πίστεως λόγον διὰ τῆς ἐνοικούσης αὐτῷ χάριτος ἀναλάμψαι πάλιν ἐποίησεν.
Καὶ οἷόν τις πυρσὸς τοῖς νύκτωρ διαπλανωμένοις κατὰ τὸ πέλαγος ὑπερφανεὶς τῆς Ἐκκλησίας, πάντας πρὸς τὴν εὐθεῖαν ὁδὸν ἐπέστρεψεν, ὑπάρχοις συμπλεκόμενος, στρατηλάταις συμμίσγων, βασιλεῦσι παρρησιαζόμενος, ἐπ' ἐκκλησίαις βοῶν, τοὺς πόρρωθεν ἀφεστηκότας καθ' ὁμοιότητα Παύλου δι' ἐπιστολῶν προσαγόμενος, ἐκφεύγων τὰς τῶν συμπλεκομένων λαβάς, οὐκ ἔχων ὅπου κρατηθῇ παρὰ τῶν ἀντιπάλων, κρείττων μὲν γὰρ ἦν τῶν δημευόντων αὐτὸς ἑαυτὸν διὰ τὴν ἐλπίδα τῆς βασιλείας δημεύσας.
Τοῦ κατὰ τὴν ἐξορίαν φόβου ἀπήλλακτο, μίαν πατρίδα ἀνθρώπων τὸν παράδεισον εἶναι λέγων, πᾶσαν δὲ τὴν γῆν ὡς κοινὴν τῆς φύσεως ἐξορίαν βλέπων.
Ὁ δὲ καθ' ἡμέραν ἀποθνήσκων καὶ πάντοτε διὰ νεκρώσεως ἑκὼν δαπανώμενος, πότε ἂν ἐφοβήθη τὸν θάνατον τὸν παρὰ τῶν ἐχθρῶν ἀπειλούμενον;
ᾯ γε συμφορὰ ἦν τὸ μὴ πολλάκις δύνασθαι τοὺς τῶν μαρτύρων ἀγῶνας ὑπὲρ τῆς ἀληθείας μιμήσασθαι, ἑνὶ θανάτῳ ὑπεζευγμένης τῆς φύσεως.
Ὅς ποτε τῶν ὑπάρχων τινὶ τὸ ἧπαρ ἐξοίσειν αὐτοῦ τῶν σπλάγχνων καταπληκτικῶς ἀπειλήσαντι μειδιάματι τὴν ἀπαίδευτον ἀπειλὴν καταχλευάζων φησί·
χάριν εἴσομαί σοι τῆς προαιρέσεως.
Καὶ γὰρ οὐ μετρίως ἀνιᾷ τὸ ἧπαρ τοῖς σπλάγχνοις ἐγκείμενον.
Ἐκβαλὼν οὖν αὐτό, καθὼς ἠπείλησας, τοῦ λυποῦντος ἐλευθερώσεις τὸ σῶμα.

11 Τί τοίνυν αὐτοῦ τὸ μεθ' ἑτέρους ἁγίους ἐπιδημῆσαι τῷ βίῳ κατασμικρύνει τὴν κατὰ Θεὸν εὐδοκίμησιν, ὡς διὰ τοῦτο τῶν ἐπὶ τοῖς ἁγίοις ἑορτῶν ἐλάττω δοκεῖν εἶναι τὴν ἐπὶ τούτῳ πανήγυριν;
Σκόπησον γάρ, εἰ δοκεῖ, πρὸς ἕνα τινὰ τῶν προλαβόντων ἁγίων τὸν τούτου βίον ἀντεξετάζων.
Ἠγάπησε τὸν Θεὸν ὁ Παῦλος· τοῦτο γὰρ δὴ τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ τῆς ἀγάπης λέγω·
ἀφ' ἧς πᾶσα πίστις καὶ ἐλπὶς πᾶσα, καὶ τὸ ἐξ ὑπομονῆς προσδοκώμενον, καὶ τὸ ἐν παντὶ καλῷ ἀμετάπτωτον, καὶ τὸ μετὰ παντὸς πνευματικοῦ χαρίσματος τὸ πλέον ἔχειν.
Ἀλλ' ἐξετάσωμεν πόσον ἦν ἐν Παύλῳ τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον, ἐρεῖς πάντως ὅτι ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας.
Τοῦτον γὰρ ἔδωκε τὸν ἀκρότατον τῆς πρὸς Θεὸν ἀγάπης ὅρον ὁ νόμος.
Οὐκοῦν ὁ πᾶσαν ἑαυτοῦ τὴν καρδίαν τε καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν ἀναθεὶς τῷ Θεῷ, καὶ πρὸς ἄλλο μηδὲν τῶν κατὰ τὸν βίον τοῦτον σπουδαζομένων ἐπιρρεπῶς διακείμενος, ἐν τῷ ἀκροτάτῳ γίνεται τῆς ἀγάπης ὅρῳ.
Εἰ μὲν οὖν ἔχει τις δεῖξαι τὸν τοῦ διδασκάλου βίον περί τι τῶν κατὰ τὸν κόσμον τοῦτον σπουδαζομένων ἔχοντα τὴν ῥοπήν, οἷον περὶ πλοῦτον ἢ δυναστείαν ἢ κενῆς δόξης ἐπιθυμίαν, τὰς γὰρ ἀνδραποδωδεστέρας ἐπ' αὐτῷ τῶν ἡδονῶν οὐδὲ λέγειν ἄξιον εἰκός ἐστιν, ὅ τι ἂν τούτων εὑρεθῇ σπουδαζόμενον, ἐλαττοῦσθαι λέγειν δεῖ κατ' ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον, τῆς ἐπιθυμητικῆς αὐτοῦ διαθέσεως ἀπὸ τοῦ Θεοῦ πρὸς τὰ ὑλώδη μεταρρυείσης.
Εἰ δὲ πάντων τούτων καὶ τῶν τοιούτων ἐχθρός τις ἦν καὶ πολέμιος, πρότερον μὲν τοῦ ἰδίου βίου πᾶσαν ἐξορίζων τὴν ἐμπαθῆ περὶ ταῦτα διάθεσιν, ἔπειτα δὲ καὶ τὴν κοινὴν ζωὴν ἐκκαθαίρων τῷ τε διδακτικῷ λόγῳ καὶ τῷ καθ' ἑαυτὸν ὑποδείγματι·
δῆλον ἂν εἴη ὅτι ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον εἶχεν ἐν ἑαυτῷ οὗ τὸ πλέον οὐκ ἐχώρει ἡ φύσις.
Ὁ γὰρ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας τὸν Θεὸν ἀγαπῶν, πῶς ἂν ὑπερταθείη πρὸς τὸ πλέον τῆς ἀγάπης μέτρον, ὃ χώραν οὐκ ἔχει;
Οὐκοῦν εἰ ἕνα τῆς τελείας ἀγάπης ὅρον ἐμάθομεν, τὸν ἐξ ὅλης καρδίας τῷ Θεῷ ἀνακείμενον·
ἠγάπων δὲ Παῦλος καὶ Βασίλειος ἐν ὅλῃ καρδίᾳ τῷ Θεῷ ἀνακείμενοι, ἓν μέτρον εἶναι τῆς ἀγάπης ἐν ἀμφοτέροις εἰπεῖν τις τολμήσας, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας.
Ἀλλὰ μὴν πάντων τῶν ἀγαθῶν μείζονα τὴν ἀγάπην ὅ τε Ἀπόστολος λέγει, καὶ ἐπιψηφίζει τὸ ὑψηλὸν Εὐαγγέλιον.
Ὁ μὲν Ἀπόστολος προφητείας αὐτὴν καὶ γνώσεως προτιμοτέραν λέγων, πίστεως δὲ παγιωτέραν, καὶ ἐλπίδος διαρκεστέραν, καὶ πάντοτε ἐν τῷ αὐτῷ διαμένουσαν, ἧς ἄνευ ἀνόνητον εἶναι πᾶν τὸ ἐπ' ἀγαθοῦ σπουδαζόμενον.
ὁ δὲ Κύριος πάντα νόμον, καὶ πάντα τὰ μυστήρια τὰ προφητικὰ τοῦ τοιούτου ἐξάπτων χαρίσματος, πάντων πρωτεύειν τὴν ἀγάπην καὶ αὐτὸς ἀποφαίνεται.
Εἰ οὖν ἐν τῷ ὑπερέχοντι καὶ περιληπτικῷ τῶν κατορθωμάτων οὐκ ἀπολείπεται τοῦ μεγάλου Παύλου ἄρα καὶ ἐν τοῖς ἄλλοις πᾶσιν, ὧν ἡ ἀγάπη καθηγεῖται, καὶ ὅσα ἐκ ταύτης ἐκφύεται, πάντως οὐκ ἔλαττον ἔχων ἀναφανήσεται.
Ὅσπερ γὰρ ὁ τῆς ἀνθρωπίνης φύσεως μετέχων ἐν πᾶσίν ἐστι τοῖς τῆς φύσεως ἰδιώμασιν·
οὕτως καὶ ὁ τὸ τέλειον τῆς ἀγάπης ἐν ἑαυτῷ κατορθώσας, πάντα ὅσα συνθεωρεῖται ταύτῃ τῶν ἀγαθῶν εἴδη μετὰ τοῦ πρωτοτύπου τῶν κατορθωμάτων ἔχει.
Εἴτε γὰρ πίστις ἐστὶν ἡ σώζουσα, εἴτε διὰ τῆς ἐλπίδος σωζόμεθα, εἴτε δι' ὑπομονῆς τὴν χάριν ἀπεκδεχόμεθα, ἡ ἀγάπη πάντα πιστεύει καὶ πάντα ἐλπίζει καὶ πάντα ὑπομένει, καθώς φησιν ὁ Ἀπόστολος.
Καὶ τὰ ἄλλα πάντα ἵνα μὴ τὰ καθ' ἕκαστον λέγοντες διατρίβωμεν, τῆς κατὰ τὴν ἀγάπην ῥίζης βλάστημα γίνεται, ὅσα τῷ τῆς ἀρετῆς λόγῳ σπουδάζεται, ὥστε τὸν ταύτην ἔχοντα, μηδενὸς ἐνδεῶς ἔχειν τῶν ἄλλων.
Ἀλλὰ μὴν εἶχε ταύτην ὁ μέγας Βασίλειος·
οὐδενὸς ἄρα τῶν ἀγαθῶν δι' αὐτῆς ἀπελείπετο.
Εἰ δὲ πάντα εἶχεν ἐν οὐδενὶ πάντως ἠλάττωτο.

12 Ἀλλ' ἐρεῖ τις πάντως, ὅτι τρίτον οὐρανὸν εἶδεν ἐκεῖνος καὶ ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἂ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
Ἀλλ' οὐδὲ ἐκεῖνος φανερῶς διὰ τῆς σαρκὸς ταύτης τὴν τοιαύτην χάριν ἐδέξατο.
Οὐ γὰρ ἐπικρύπτεται τὴν ἀμφιβολίαν λέγων·
εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα·
ὁ Θεὸς οἶδεν.
Καὶ περὶ τούτου τολμήσας εἴποι τις ἂν ὅτι ἐν σώματι τοιοῦτον μὲν οὐδὲν εἶδεν, τῇ δὲ ἀσωμάτῳ καὶ νοητῇ θεωρίᾳ οὐκ ἔστιν ὅ τι τούτων ἀφῆκεν ἀθέατον.
Μάρτυς δὲ τούτων ὁ παρ' αὐτοῦ λόγος, ὅν τε ἐφ' ἑαυτοῦ διεξῄει καὶ ὃν κατέλιπεν ἐν συγγράμμασιν.
Ἐκεῖνος ἀπὸ Ἱεροσολύμων ἐπὶ τὸ Ἰλλυρικὸν ἐν κύκλῳ περιελθὼν πᾶσι τοῖς διὰ μέσου τὸν εὐαγγελικὸν ἐκήρυξε λόγον·
καὶ ὁ τούτου λόγος καὶ τὸ κήρυγμα πᾶσαν μικροῦ δεῖν τὴν οἰκουμένην διέλαβεν, ἐπ' ἴσης τοῖς Παύλου λόγοις παρὰ πάντων καὶ αὐτὸ σπουδαζόμενον.
Παρείσθω δὲ τὰ λοιπὰ δι' ὧν ὁ βίος τούτου πρὸς τὸν ἐκείνου συμφέρεται, οἷον ἐσταυρώθη τῷ κόσμῳ ἐκεῖνος, καὶ τούτῳ ὁ κόσμος.
Ἐνέκρωσε τὸ σῶμα ἐκεῖνος, ἐτελείωσε καὶ οὗτος ἐν ἀσθενείᾳ τὴν δύναμιν.
Χριστὸς ἦν τὸ ζῇν ἀμφοτέροις, καὶ ὅμοιον ἑκατέρῳ κέρδος ὁ θάνατος, καὶ προτιμοτέρα τοῦ πεπλανημένου βίου ἡ πρὸς τὸν ∆εσπότην ἀνάλυσις.

13 Ἢ καὶ τὸν Ἰωάννην ἀντιπαραδεῖξαι τῷ διδασκάλῳ δοκεῖ;
Ἀλλὰ τὸ μὲν προτερεύειν ἐκεῖνον τῷ ἐν γεννητοῖς γυναικῶν καὶ περισσότερον ἔχειν τοῦ προφήτου τῆς θείας φωνῆς μαρτυρούσης, μανίας ἂν εἴη καὶ ἀσεβείας ἅμα ἄλλον ἀντιπαρεξαγαγεῖν τῷ τοιούτῳ βίῳ διὰ συγκρίσεως·
ἀλλὰ τοῦ τοσούτου καὶ τοιούτου καὶ τὸ κατόπιν ἐλθεῖν, τῆς ἀνωτάτω μακαριότητος τὴν ἀπόδειξιν ἔχει.
Οὑτωσὶ δὲ τὸν λόγον κατανοήσωμεν.
Οὐκ ἦν οὔτε ἐν μαλακοῖς ἱματίοις ὁ Ἰωάννης,
οὔτε κάλαμος ἦν ἀνέμοις ἐνσαλευόμενος.
Ἠσπάζετο δὲ πρὸ τῶν οἰκουμένων τὴν ἔρημον καὶ πάλιν τοῖς οἰκουμένοις ἐπεχωρίαζεν.
Μή τις ἄρα ἐπισκήψει τῷ λόγῳ, εἰ τοῦτο προσμαρτυρήσει καὶ τῷ διδασκάλῳ ἡμῶν ἡ ἀλήθεια, ὡς ἐν τούτοις αὐτὸν τοῦ μεγάλου Ἰωάννου μὴ ἀπολείπεσθαι;
Τίς οὐκ οἶδεν ὅπως μαλακήν τε καὶ τεθρυμμένην τοῦ βίου δίαιταν πολεμίαν ἡγήσατο, ἐν παντὶ τὸ καρτερικὸν καὶ ἀνδρῶδες πρὸ τῶν ἡδέων θηρώμενος, ἡλίῳ θαλπόμενος, κρύει παραβαλλόμενος, νηστείαις καὶ ἐγκρατείαις καταγυμνάζων τὸ σῶμα, ταῖς πόλεσιν ὡς ἐν ἐρήμοις ἐνδιατρίβων οὐδὲν εἰς ἀρετὴν ἐκ τῆς συντυχίας παραβλαπτόμενος, καὶ πόλεις τὰς ἐρημίας ἀπεργαζόμενος;
Οὔτε γὰρ ἡ μετὰ τῶν πολλῶν διαγωγὴ τῆς ἀκριβοῦς τι καὶ ἀσφαλοῦς πολιτείας παρέτρεψεν.
Οὔτε, εἰ πρὸς ἑαυτὸν ἐπὶ τὴν ἐσχατιὰν ἐχώρησεν, γυμνωθῆναι τῶν ἐπ' ὠφελείᾳ συνόντων οἷός τε ἦν·
ὥστε καὶ ἐπὶ τούτου καθ' ὁμοιότητα τοῦ Βαπτιστοῦ πόλιν τὴν ἔρημον γενέσθαι στενοχωρουμένην τοῖς ἐπιρρέουσιν.
Τὸ δὲ μὴ κάλαμον αὐτὸν εἶναι δι' εὐκολίας πρὸς τὰς ἐναντίας ὑπολήψεις μετακλινόμενον δείκνυσι τὸ ἐν πᾶσι τοῖς παρὰ τὸν βίον κεκριμένοις αὐτῷ ἀμετάπτωτον.
Ἤρεσεν ἐξ ἀρχῆς ἡ ἀκτημοσύνη·
πέτρα τις ἄσειστος ἡ κρίσις ἐγένετο·
ἐπεθύμει διὰ καθαρότητος προσεγγίζειν τῷ Θεῷ ὄρος ἦν ἡ ἐπιθυμία αὕτη, οὐ κάλαμος·
οὐδέποτε γὰρ πρὸς τὰς ἀντιπνοίας τῶν πειρασμῶν ὑπεκλίνετο.
Τῆς δὲ πρὸς τὸν Θεὸν ἀγάπης τὸ πάγιον μόνου ἦν τοῦ Ἀποστόλου διὰ τῶν ἰδίων λόγων ἐνδείξασθαι, τῷ μήτε τὴν ζωήν, μήτε τὸν θάνατον, μὴ ἐνεστῶτα, μὴ μέλλοντα, μήτε τινὰ κτίσιν ἑτέραν δύνασθαι αὐτοῦ τὴν καρδίαν ἀπὸ τῆς πρὸς τὸν Θεὸν ἀγάπης παρώσασθαι.

14 Οὕτω καὶ ἐν πᾶσι τοῖς κατ' ἀρετὴν αὐτῷ κεκριμένοις οὐδαμῶς καλαμώδης τις ἦν καὶ ἀβέβαιος τὴν διάνοιαν, ἀλλὰ διὰ πάντων ὁ βίος εἶχε τὸ ἐν τοῖς καλοῖς ἀμετάπτωτον.
Παρρησιάζεται πρὸς τὸν Ἡρώδην Ἰωάννης, καὶ οὗτος πρὸς Οὐάλεντα.
Ἀντεξετάσωμεν δὲ πρὸς ἄλληλα τῶν ἀνδρῶν τούτων τὰ ἀξιώματα.
Ὁ μὲν μέρους τινὸς τῆς Παλαιστίνης ψήφῳ Ῥωμαίων τὴν δυναστείαν κεκλήρωτο·
τούτου δὲ τῆς ἀρχῆς ὅρος ἦν ὅλος μικροῦ δεῖν ὁ τοῦ ἡλίου δρόμος ἐκ τῶν τῆς Περσίδος ὅρων εἰς Βρεττανούς τε καὶ τὰ ἔσχατα τοῦ Ὠκεανοῦ παρατείνων.
Καὶ τῆς μὲν πρὸς τὸν Ἡρώδην παρρησίας ἦν ὁ σκοπός, μὴ παρανομεῖν κατὰ γυναίου τινὸς ἀλλὰ κολάζειν ἐφ' ἑαυτοῦ τὴν ἐπιθυμίαν ὡς ἀπειρημένην τῷ νόμῳ.
Ἡ δὲ πρὸς Οὐάλεντα τοῦ διδασκάλου παρρησία τίς ἦν;
Ἄσυλόν τε καὶ ἀμίαντον τὴν πίστιν ἐᾷν, ἧς ἡ παρανομία πάσης τῆς οἰκουμένης ἄγος ἐγίνετο.
Ἀντιτιθέτω τοίνυν ὁ δίκαιος τῶν πραγμάτων ἐξεταστὴς τήν τε δυναστείαν τῇ δυναστείᾳ, καὶ τὸν σκοπὸν τῆς παρρησίας ταύτης πρὸς τὴν παρρησίαν ἐκείνην.
Ἐκεῖ μὲν γὰρ ἐν τῷ σώματι τοῦ Ἡρώδου τὸ ἄγος περιωρίζετο·
ἐνταῦθα δὲ πάσης ἦν ἀδικία τῆς ἀνθρωπίνης φύσεως, ἡ παρανομία τῆς πίστεως.
Ἐκεῖνος μέχρι θανάτου ἐμμένει τῇ παρρησίᾳ·
καὶ τούτῳ πέρας τῆς παρρησίας ἐξορία γίνεται, τοῦτο τοῦ βασιλέως ἀντὶ τῆς ἐπιθανατίου ψήφου καταδικάσαντος.
Ἀλλὰ καὶ Ἰωάννης ἀποθανὼν ζῇν ἐπιστεύετο·
καὶ Βασιλείῳ παρ' αὐτῶν τῶν ἐχθρῶν ἡ τῆς ἐξορίας ἀναλύεται ψῆφος, οὐδὲν διὰ τῆς ἀπειλῆς μαλακισθέντι περὶ τὴν ἔνστασιν.

15 Ἆρα τολμήσαιμεν καὶ ἐπὶ τὸν ὑψηλὸν Ἠλίαν ἀναβῆναι τῷ λόγῳ, καὶ δεῖξαι τὸν καθ' ἡμᾶς διδάσκαλον πρὸς τὴν ἐκείνου χάριν τῷ βίῳ τῷ καθ' ἑαυτὸν ὁμοιούμενον;
Ἀλλὰ τὴν μὲν ἐπὶ τοῦ φλογίνου ἅρματος διφρείαν καὶ τὴν τῶν πυρίνων ἡνιόχησιν ἵππων καὶ τὴν πρὸς τὸ ὑπερκείμενον τῆς ἄνω λήξεως μεταχώρησιν μηδεὶς ἀπαιτείτω τὴν ἀνθρωπίνην φύσιν.
Οὐδὲ γὰρ ἐκεῖνος ἐν τοῖς ὅροις μένων τῆς φύσεως ἀπαθὴς ἐν τῷ πυρὶ διεσώζετο, πρὸς τὸ ἀνωφερές τε καὶ κοῦφον θείᾳ δυνάμει μετασκευάζων τὸ ἐμβριθές τε καὶ γήϊνον, μήθ' ὅτι τὸν ἑαυτοῦ λόγον οἷόν τινα κλεῖν ἐποιεῖτο τῆς ἐξ οὐρανοῦ χορηγίας, ἀνιείς τε ὅτε βούλοιτο καὶ ἀποκλείων πάλιν κατ' ἐξουσίαν ὅτε τοῦτο πράττειν ἄμεινον ᾤετο.
Ἀλλὰ καὶ τὸ εἰς πολὺν αὐτὸν διαρκέσαι χρόνον ἀπόσιτον, μιᾷ τροφῇ τοῦ ἐγκρυφίου ἐκείνου ὀλυρίτου ἐν ὁμοίῳ τὴν δύναμιν αὐτοῦ διασώζοντα μέχρις ἡμερῶν τεσσαράκοντα, παρείσθω καὶ τοῦτο ὡς μεῖζον ἢ κατὰ ἄνθρωπον.
Ἄπορος γὰρ τῇ ἀνθρωπίνῃ φύσει τῶν ὑπὲρ φύσιν ἡ μίμησις.
Σιγάσθω δὲ μετὰ τούτων ὅ τε βραχὺς ἐκεῖνος τοῦ ἀλεύρου κέραμος καὶ ὁ τοῦ ἐλαίου καμψάκης·
διαρκῶν ἑκάτερος πρὸς τὴν χρείαν ἐν τῇ τῆς τροφῆς χορηγίᾳ, καὶ παντὶ τοῦ λιμοῦ τῷ χρόνῳ συμπαρατείνων τὴν χάριν εἰς ἔτη τρία καὶ μῆνας ἕξ.
Τὰ γὰρ τῆς ἄνωθεν ἐνεργείας θαύματα ἰδιάζουσαν ἐπὶ τῶν ἔργων ἔχει τὴν δύναμιν.
Καὶ οὐκ ἄν τις εὐλόγως ἀνθρωπίνῃ φύσει τὰς τοιαύτας θαυματοποιίας λογίσαιτο.

16 Τίνα οὖν ἐστιν ὅσα τοῦ διδασκάλου ἡμῶν πρὸς τὰ ἐν τῷ προφήτῃ θεωρούμενα τὴν κοινωνίαν ἔχει;
Ζῆλος πίστεως, δυσμένεια κατὰ τῶν ἀθετούντων, ἀγάπη πρὸς τὸν Θεόν, ἐπιθυμία τοῦ ὄντως ὄντος πρὸς οὐδὲν τῶν ὑλικῶν ἀπορρέουσα, ζωὴ διὰ πάντων ἐξητασμένη, βίος κατεσκληκώς, βλέμμα τῷ τόνῳ τῆς ψυχῆς συντεινόμενον, σεμνότης ἀνεπιτήδευτος·
ἡσυχία λόγου ἐνεργεστέρα, φροντὶς περὶ τῶν ἐλπιζομένων, καταφρόνησις τῶν ὁρωμένων, ὁμοτιμία πρὸς πᾶν τὸ φαινόμενον, εἴτε τις τῶν ὑπερόγκων ἐν ἀξιώματι τύχοι, εἴτε τῶν ταπεινῶν τε καὶ ἀπερριμμένων προφαίνοιτο.
Ταῦτά ἐστι καὶ τὰ τοιαῦτα ἐν οἷς μιμεῖται ὁ τοῦ διδασκάλου βίος τὰ τοῦ Ἠλίου θαύματα.
Εἰ δέ τις προφέρει τῶν τεσσαράκοντα ἡμερῶν τὴν ἀσιτίαν, καὶ ἡμεῖς τοῦ διδασκάλου τὴν διὰ παντὸς τοῦ βίου ὀλιγοσιτίαν ἀντιπροσοίσομεν.
Γειτνιάζει γάρ πως τῷ ἀσίτῳ τὸ ὀλιγόσιτον καὶ μάλιστα ὅταν τὸ μὲν ἐν ὀλίγῳ γένηται χρόνῳ, τὸ δὲ πρὸς πάντα διαρκέσῃ τὸν βίον.
Ἄλλως τε κἀκεῖ μὲν ὁ ὀλυρίτης ἐκεῖνος ἐγκρυφίας διεκράτει τοῦ προφήτου τὸν τόνον ἔχων τι πάντως ἐν ἑαυτῷ τοιοῦτον, ᾧ συνετηρεῖτο τοῦ προσενεγκαμένου τὴν τροφὴν ταύτην ἡ δύναμις.
Τεκμήριον δὲ ὅτι οὐχὶ τῶν ὁμοφύλων τις αὐτῷ σιτοποιήσας τὴν τροφὴν παρεθήκατο, ἀλλ' ἀγγελικῆς παρασκευῆς ἐνεφορήθη.
Ὅθεν αὐτῷ πλήρης τε καὶ ἀδιάπνευστος ἦν ἡ διὰ τῆς τροφῆς ἐκείνης ἐγγινομένη τῷ σώματι δύναμις.
Ἐνταῦθα δὲ οὐδὲν καινοτομηθείσης τῆς συνηθείας, μέτρον τῆς τροφῆς ὁ λογισμὸς ἦν τοσοῦτον παρέχων τῷ σώματι οὐχ ὅσον ἡ φύσις ἐβούλετο, ἀλλ' ὅσον ὁ τῆς ἐγκρατείας ἐνεκελεύετο νόμος.

17 Ἡ δὲ ἱερωσύνη τοῦ διδασκάλου μιμεῖται τὰ τῆς ἱερωσύνης τοῦ προφήτου αἰνίγματα, διὰ τοῦ τρισσεύειν ἐν τῷ λόγῳ τῆς πίστεως τὸ οὐράνιον πῦρ πρὸς τὰς ἱερουργίας ἐφελκομένη.
Πῦρ δὲ τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν καλεῖσθαι πολλαχῆ παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν.
Αὐχμὸν δὲ γῆς ὁ διδάσκαλος οὔτε ἔλυσεν, οὔτε ἐπήγαγεν.
Ἐκεῖ δὲ ὁ μέγας προφήτης πλήξας τῇ μάστιγι τῆς ἀνομβρίας τὴν γῆν, ὁ αὐτὸς καὶ ἰατρὸς τοῦ τραύματος γίνεται ἐφάμιλλον τῇ ἀλγηδόνι τῆς μάστιγος τὴν ἐκ τῆς θεραπείας ἄνεσιν αὐτοῖς χαριζόμενος.
Εἰ δὲ χρή τι καὶ πρὸς τοῦτο τοῦ καθ' ἡμᾶς Ἠλίου θαῦμα εἰπεῖν·
θείᾳ βουλήσει τῆς τοιαύτης ποτὲ συμφορᾶς ἀπειληθείσης καὶ ξηροῦ παντὸς τοῦ χειμερίου καιροῦ παραδραμόντος καὶ μηδεμιᾶς καρπῶν ὑποφαινομένης ἐλπίδος, τότε προσπεσὼν τῷ Θεῷ ὁ διδάσκαλος μέχρι τῆς ἀπειλῆς τὸν φόβον ἔστησεν λιταῖς τὸ Θεῖον ἱλεωσάμενος καὶ λύσας διὰ προσευχῶν τὴν τῆς ἀνομβρίας κατήφειαν.
Ἀλλὰ καὶ τῆς τοῦ λιμοῦ παραμυθίας ἣν ἐπὶ μιᾶς ἐνεδείξατο χήρας ὁ μέγας Ἠλίας ἔχει τι καὶ ὁ καθ' ἡμᾶς βίος ἐπὶ τοῦ διδασκάλου ὁμοίωμα.
Λιμοῦ γάρ ποτε χαλεποῦ καταπονοῦντος αὐτήν τε τὴν πόλιν ἐν ᾗ διαιτώμενος ἐτύγχανεν καὶ πᾶσαν τὴν ὑποτελοῦσαν τῇ πόλει χώραν τὰς ἑαυτοῦ κτήσεις ἀποδόμενος καὶ εἰς τροφὰς διαμείψας τὰ χρήματα, ὅτε σπάνιον ἦν καὶ τοὺς σφόδρα παρεσκευασμένους τράπεζαν ἑαυτοῖς παραστήσασθαι, διήρκεσεν ἐκεῖνος ἐν παντὶ τῷ χρόνῳ τοῦ λιμοῦ τρέφων τούς τε πανταχόθεν συρρέοντας καὶ τὴν νεολέαν παντὸς τοῦ δήμου τῆς πόλεως, ὡς καὶ τοῖς τῶν Ἰουδαίων παισὶν ἐκ τοῦ ἴσου προτιθέναι τῆς φιλανθρωπίας ταύτης τὴν μετουσίαν.

18 ∆ιαφέρει δὲ πάντως οὐδὲν ἢ διὰ καμψάκου τὴν θείαν ἐντολήν, ἢ διά τινος ἄλλης ἀφορμῆς ἐκπληρῶσαι.
ἡ γὰρ παραμυθία τῶν δεομένων οὐ ζητεῖ τὸ πόθεν, ἀλλὰ πρὸς τὸ γινόμενον βλέπει.
Εἰ δὲ ἀνωφερὴς ὁ Ἠλίας διὰ πυρὸς ἐγένετο θαυμαστὸν μὲν καὶ τοῦτο καὶ ὑπὲρ λόγον τὸ θαῦμα.
Πλὴν οὐκ ἀπόβλητον καὶ τὸ ἕτερον εἶδος τῆς ἐπὶ τὸ ἄνωφορᾶς, ὅταν τις διὰ τῆς ὑψηλῆς πολιτείας ἀπὸ γῆς εἰς οὐρανὸν ἀνοικίζηται διὰ τοῦ Πνεύματος ἅρμα τὰς ἀρετὰς ποιησάμενος.
Ὅπερ δὴ κατορθῶσθαι τῷ διδασκάλῳ πᾶς ὁ εὐγνωμόνως τὰ κατ' αὐτὸν ἐξετάζων συνθήσεται.

19 Ἆρα χρὴ καὶ τοῦ Σαμουὴλ κατατολμῆσαι τῷ λόγῳ;
Ἀλλ' ἐν τοῖς ἄλλοις πᾶσι τῶν πρωτείων τῷ προφήτῃ παραχωρήσαντες, πρὸς δύο τινὰ τῶν περὶ αὐτοῦ λεγομένων καὶ τὰ περὶ τὸν διδάσκαλον ἡμῶν οἰκείως ἔχοντα δείξομεν· θεόσδοτος ἀμφοτέρων ἡ γέννησις ἦν.
Ὡς γὰρ ἐκεῖνον ἡ μήτηρ, οὕτω καὶ τοῦτον ἐξ αἰτήσεως θείας ὁ πατὴρ ἐτεκνώσατο.
Καὶ ἀρρωστίᾳ ποτὲ συσχεθέντος ἐπιθανατίῳ ἔτι ἐν τῷ νέῳ τῆς ἡλικίας, εἶδεν ὁ πατὴρ ἐπιφανέντα αὐτῷ κατὰ τὴν ἐνύπνιον ὄψιν τὸν Κύριον τὸν ἐν τῷ Εὐαγγελίῳ τὸν παῖδα τῷ βασιλικῷ χαρισάμενον, κἀκεῖνα εἰπόντα πρὸς τοῦτον ἃ πρὸς ἐκεῖνον εἶπεν ὁ Κύριος·
ὅτι Πορεύου, ὁ υἱός σου ζῇ.
Οὗ τὴν πίστιν καὶ αὐτὸς μιμησάμενος τὸν αὐτὸν ἐπὶ τῇ πίστει καρπὸν ἐκομίσατο τὴν τοῦ υἱοῦ σωτηρίαν ἐκ τῆς φιλανθρωπίας τοῦ Κυρίου δεξάμενος.
Ἓν μὲν δὴ τοῦτο τοῖς θαύμασι τοῦ Σαμουὴλ ἀνατίθεμεν·
ἕτερον δὲ ὅτι τὸ εἶδος τῆς ἱερουργίας τὸ αὐτὸ τοῖς δύο διεσπουδάσθη.
Εἰρηνικὰς γὰρ προσήγαγον ἀμφότεροι τῷ Θεῷ τὰς θυσίας ὑπὲρ τῆς τῶν πολεμίων ἀναιρέσεως ἱερουργοῦντες, ὁ μὲν ἐπὶ τῇ καταλύσει τῶν αἱρέσεων, ὁ δὲ κατὰ τῶν ἀλλοφύλων τοῦ το ποιῶν.

20 Μωϋσῆς δὲ ὁ μέγας κοινὸν πρόκειται πᾶσι τοῖς πρὸς ἀρετὴν ὁρῶσιν ὑπόδειγμα·
καὶ οὐκ ἄν τις πλημμελοίη τοῦ ἰδίου βίου σκοπὸν τὴν ἀρετὴν τοῦ νομοθέτου ποιούμενος.
Οὐκοῦν ἀνεπίφθονον πάντως ἂν εἴη δεῖξαι τὸν διδάσκαλον ἡμῶν, ἐν οἷς οἷός τε ἦν, τὸν νομοθέτην ἐπὶ τοῦ βίου μιμούμενον.
Ἐν τίσι τοίνυν ἡ μίμησις ἦν;
Ἄρχουσά τις τῶν Αἰγυπτίων εἰσποιησαμένη τὸν Μωϋσέα παιδεύει τὴν ἐγχώριον παίδευσιν, οὐκ ἀποστάντα τοῦ μητρῴου μαζοῦ ἕως ἔδει τὴν πρώτην ἡλικίαν τῇ τοιαύτῃ τροφῇ τιθηνήσασθαι.
Τοῦτο καὶ τῷ διδασκάλῳ μαρτυρεῖ ἡ ἀλήθεια.
Ἀνατρεφόμενος γὰρ ὑπὸ τῆς ἔξω σοφίας ἀεὶ τοῦ μαζοῦ τῆς Ἐκκλησίας εἴχετο, τοῖς ἐντεῦθεν διδάγμασι τὴν ψυχὴν αὔξων καὶ ἁδρυνόμενος.
Ἠρνήσατο μετὰ ταῦτα ὁ Μωϋσῆς τῆς ψευδωνύμου μητρὸς τὴν σεσοφισμένην συγγένειαν.
Οὐδὲ οὗτος παρέμεινεν ἐπιπολὺ νομίζεσθαι τοῦτο ᾧ ἐπῃσχύνετο.
Πᾶσαν γὰρ τὴν ἐκ τῶν ἔξωθεν λόγων δόξαν ἀποσεισάμενος ὥσπερ τὴν βασιλείαν ἐκεῖνος, πρὸς τὸν ταπεινὸν ἀπηυτομόλησε βίον, καθάπερ καὶ τοὺς Ἑβραίους ὁ Μωϋσῆς προτιμοτέρους τῶν Αἰγυπτίων θησαυρῶν ἐποιήσατο.
Τῆς δὲ φύσεως ἐφ' ἑκάστου τὸ ἑαυτῆς ἐνεργούσης, ἑκάστου γὰρ ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, οὐδὲ οὗτος ἐκτὸς ἦν τῆς τοῦ Αἰγυπτίου λογισμοῦ μάχης, ἣν ἐπῆγε τῷ καθαρεύοντι·
ἀλλὰ συμμαχῶν τῷ βελτίονι, νεκρὸν ἐποίει τὸν κακῶς τῷ Ἑβραίῳ ἐπεγειρόμενον.
Ἑβραῖος ἦν δὲ λογισμὸς ὁ ἐκκεκαθαρμένος καὶ ἀμόλυντος.
Ὁ γὰρ διὰ τοῦ νεκρῶσαι τὰ ἐπὶ τῆς γῆς μέλη τῇ ψυχῇ συμμαχῶν μιμεῖται τοῦ Μωϋσέως τὴν ἀριστείαν ἣν κατὰ τοῦ Αἰγυπτίου ἐνήργησεν.
Παραδραμεῖν δὲ προσήκει τὰ πολλὰ τῆς ἱστορίας ὡς ἂν μὴ πολὺν ὄχλον ἐπάγοι τῇ ἀκοῇ, τὸ πάντα δι' ἀκριβείας θέλειν ἐκτίθεσθαι ὅσα τε ἐπὶ Μωϋσέως ὁ λόγος κατέχει καὶ ἐν οἷς ἐγένετο τοῦ διδασκάλου ἡ πρὸς τὸν νομοθέτην ὁμοίωσις.

21 Κατέλιπε τὴν Αἴγυπτον μετὰ τὸν θάνατον τοῦ Αἰγυπτίου ὁ Μωϋσῆς καὶ πολὺν ἐν τῷ μέσῳ διῆγεν χρόνον ἐφ' ἑαυτοῦ ἰδιάζων.
Κατέλιπε καὶ οὗτος τοὺς ἐν ἄστει θορύβους καὶ τὰς ὑλικὰς ταύτας περιηχήσεις, καὶ ἦν ἐπὶ τῆς ἐσχατιᾶς προσφιλοσοφῶν τῷ Θεῷ.
Κατελάμφθη τῷ φωτὶ διὰ τῆς βάτου ἐκεῖνος.
ἔχομέν τι συγγενὲς τῆς ὀπτασίας ταύτης καὶ ἐπὶ τού του εἰπεῖν·
ὅτι νυκτὸς οὔσης γίνεται αὐτῷ φωτὸς ἔλλαμψις κατὰ τὸν οἶκον προσευχομένῳ·
ἄϋλον δέ τι τὸ φῶς ἦν ἐκεῖνο θείᾳ δυνάμει καταφωτίζον τὸ οἴκημα, ὑπ' οὐδενὸς πράγματος ὑλικοῦ ἐξαπτόμενον.
Σώζει τὸν λαὸν ὁ Μωϋσῆς ἐκ τοῦ τυράννου ῥυσάμενος.
μαρτυρεῖ τὰ ἴσα τοῦ καθ' ἡμᾶς νομοθέτου ὁ λαὸς οὗτος, οὗ διὰ τῆς ἱερωσύνης πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ καθηγήσατο.
Καὶ τί χρὴ τὰ καθ' ἕκαστον λέγειν, ὅσους διήγαγε καὶ οὗτος διὰ τοῦ ὕδατος, ὅσοις διὰ τοῦ λόγου τὸν στύλον τοῦ πυρὸς ἐδᾳδούχησεν, ὅσους τῇ τοῦ Πνεύματος νεφέλῃ διέσωσεν, ὅσους ἔθρεψε τῇ οὐρανίᾳ τροφῇ, ὅπως ἐμιμεῖτο τὴν πέτραν ᾗ ποτε τῷ ξύλῳ ἀνεστομώθη τὸ ὕδωρ, τουτέστιν, ᾗ ποτε ὁ τοῦ σταυροῦ τύπος τοῦ στόματος ἔθιγεν, ὅπως ἐπότιζε τοὺς διψῶντας τοῦ ὕδατος ἐκείνου τῷ πλήθει τῆς ἐπιρροῆς τὰς ἀβύσσους μιμούμενος, οἵαν μαρτυρίου σκηνὴν καὶ σωματικῶς μὲν ἐν τῷ προαστείῳ κατεσκευάσατο, τοὺς πτωχοὺς τῷ σώματι πτωχοὺς τῷ πνεύματι διὰ τῆς ἀγαθῆς διδασκαλίας εἶναι ποιήσας, ὥστε αὐτοῖς γενέσθαι μακαριστὴν τὴν πτωχείαν τῆς ἀληθινῆς βασιλείας προξενοῦσαν τὴν χάριν;
Σκηνὴν δὲ ἀληθῆ πρὸς τὴν τοῦ Θεοῦ κατοίκησιν τὴν ἑκάστου ψυχὴν ἐδημιούργει τῷ λόγῳ, καὶ στύλους τινὰς ἐν αὐτῇ κατασκευάζων·
λογισμοὺς λέγω τοὺς στύλους τοὺς τὸ ἐπίπονον τῆς ἀρετῆς ὑπερείδοντας·
Καὶ λουτῆρας ὡσαύτως πρὸς τὸ ἐκπλύνειν τῆς ψυχῆς τὰ μιάσματα, τῷ ἐκ τῶν ὀφθαλμῶν ὕδατι τὸν μολυσμὸν ἀποκλύζοντας.
Ὅσας λυχνίας ἐνετίθει τῇ ἑκάστου ψυχῇ, καταφωτίζων τῷ λόγῳ τὰ κρύφια.
Οἷα τὰ τῶν προσευχῶν θυμιατήριά τε καὶ θυσιαστήρια κατεσκεύασεν ἐκ καθαροῦ καὶ ἀδόλου χρυσίου, τουτέστιν, ἐξ ἀληθινῆς τε καὶ καθαρᾶς διαθέσεως, οὗ μηδὲν ὁ βαρὺς τῆς κενοδοξίας μόλυβδος τὴν λαμπηδόνα τῶν γινομένων ἠμαύρωσεν.
Τί δεῖ λέγειν τὴν μυστικὴν κιβωτόν, οἵαν ἑκάστῳ ἐτεκτήνατο, τὰς πλάκας τῆς διαθήκης τὰς τῷ θείῳ δακτύλῳ ἐγγεγραμμένας ἐντιθεὶς τῇ ψυχῇ;
Λέγω δὲ ταῦτα πρὸς ἐκεῖνο βλέπων, ὅτι τὴν ἑκάστου καρδίαν ἐποίει κιβωτὸν περιεκτικὴν τῶν πνευματικῶν μυστηρίων, γραπτὸν ἔχουσαν τὸν νόμον διὰ τῶν ἔργων καταγραφόμενον τῇ ἐνεργείᾳ τοῦ Πνεύματος, οὕτω γὰρ ὁ δάκτυλος τοῦ Θεοῦ ἑρμηνεύεται·
ἐν ᾗ καὶ τῆς ἱερωσύνης ἡ ῥάβδος ἀεὶ τὸν ἴδιον καρπὸν ἐξήνθει διὰ τῆς μετουσίας τῶν ἁγιασμάτων ἀναβλαστάνουσα·
καὶ ἡ στάμνος οὐκ ἐκενοῦτο τοῦ μάννα.
Τότε γὰρ κενὸν γίνεται τῆς ψυχῆς τὸ ἀγγεῖον τῆς οὐρανίας τροφῆς, ὅταν ἁμαρτία παρεμπεσοῦσα τὴν ἐπιρροὴν τοῦ μάννα κωλύσῃ.
Μάννα δέ ἐστιν ἄρτος οὐράνιος.

22 Τί χρὴ λέγειν ὅπως δι' ἀκριβείας τὴν ἱερατικὴν στολὴν αὐτός τε περιετίθετο καὶ κατεκόσμει τοὺς ἄλλους τῷ καθ' ἑαυτὸν ὑποδείγματι, ἀεὶ φέρων τὸν ἐπὶ τοῦ στήθους κόσμον, ᾧ ὄνομα λογεῖον τε καὶ δήλωσις καὶ ἀλήθεια;
Ἃ πάντα παρίημι τοῖς φιλοπονωτέροις κατὰ τὴν τροπικὴν σημασίαν ἐφαρμόζειν τῷ διδασκάλῳ·
δι' ὧν αὐτός τε τοιοῦτος ἦν καὶ τοῖς ἄλλοις ἐκοινώνει τοῦ κόσμου.
Πολλάκις ἔγνωμεν αὐτὸν καὶ ἐντὸς τοῦ γνόφου γενόμενον, οὗ ἦν ὁ Θεός.
Τὸ γὰρ τοῖς ἄλλοις ἀθεώρητον, ἐκείνῳ ληπτὸν ἐποίει ἡ μυσταγωγία τοῦ Πνεύματος, ὡς δοκεῖν ἐντὸς τῆς περιοχῆς εἶναι τοῦ γνόφου ᾧ ὁ περὶ τοῦ Θεοῦ λόγος ἐναποκρύπτεται. πολλάκις ἀντέστησεν ἑαυτὸν τοῖς Ἀμαληκίταις ὅπλῳ χρησάμενος τῇ προσευχῇ.
Οὗ τὰς χεῖρας ἐπαίροντος ὁ ἀληθινὸς Ἰησοῦς κατηγωνίζετο τὸν πολέμιον.
Πολλῶν κατὰ τὸν Βαλαὰμ ἐκεῖνον γοήτων τὰς μαγγανείας διέλυσεν·
οἳ οὐχὶ τοῦ ἀληθινοῦ λόγου ἀκούοντες, ἀλλὰ τῇ ὀνώδει διδασκαλίᾳ τῶν δαιμόνων πειθόμενοι ἀνενέργητον εἶχον εἰς κακίαν τὸ στόμα τῆς τοῦ διδασκάλου εὐχῆς εἰς εὐλογίαν τὴν κατάραν μετατιθείσης.
Ταῦτα δὲ παρ' ἡμῶν λέγεται δι' ἐπιδρομῆς τε καὶ συντομίας· ἐφαρμόσει δὲ τῇ ἀληθείᾳ τῶν γεγονότων τὰ καθ' ἕκαστον ὁ μὴ ἀγνοῶν τοῦ Ἁγίου τὸν βίον, ὅσοι διὰ φαρμακείας τε καὶ γοητείας ἐπιβουλὰς κατά τινων συσκευάσαντες ἄπρακτον ἔσχον τὴν πονηρίαν, μὴ συγχωρηθέντες ὑπὸ τῆς τοῦ διδασκάλου πίστεως προαγαγεῖν τὸ κακὸν εἰς τελείωσιν.
ἀλλὰ πάντα τὰ διὰ μέσου καταλιπὼν τοῦ τέλους ἀμφοτέρων ἐπιμνησθήσομαι·

23 Ἀφῆκε μὲν τὸν βίον ἑκάτερος·
μνημόσυνον δὲ τῆς ἰδίας περὶ τὴν σάρκα σχέσεως οὐθέτερος αὐτῶν τῷ βίῳ κατέλιπεν.
Οὔτε γὰρ Μωϋσέως τάφος εὑρίσκεται, οὔτε οὗτος περιουσίᾳ τινὶ ὑλικῇ ὑπεχώσθη·
ἀλλ' ὁμοῦ τε παρῆλθε τὸν βίον καὶ συμπαρῆλθεν αὐτῷ πάντα δι' ὧν ὁ βίος τῶν ἀνθρώπων ἔχει τὴν σύστασιν, ὡς μηδὲν εὑρεθῆναι τοῦ ἀνδρὸς ὑλικὸν μνημεῖον ἐκ τῆς τῶν ὑπολειφθέντων περιουσίας καταχωννύον αὐτοῦ τὴν πρὸς τὸ κρεῖττον ὑπόληψιν·
ὥσπερ ἐπὶ τοῦ Μωϋσέως ἡ ἱστορία λέγουσα τοῦτο, ὅτι οὐχ εὑρέθη αὐτοῦ τάφος ἕως τῆς σήμερον ἡμέρας.
εἰ οὖν τοιοῦτος ἀπὸ τοῦ λόγου ἡμῖν ἀναδέδεικται ὁ Μέγας Βασίλειος, ὥστε μὴ πόρρω τῶν ἁγίων εἶναι αὐτὸν διὰ τοῦ βίου πρὸς ἕκαστον τῶν μεγάλων παρατιθέμενον, καλῶς ἡμῖν ἡ ἀκολουθία τῶν ἑορτῶν ἐπὶ τοῦτον ἄγει νῦν τὴν ἐνεστῶσαν πανήγυριν.

24 Ἀλλὰ μὴν διὰ τῶν κεχαρισμένων ἐκείνῳ προσαγαγεῖν πρέπον ἂν εἴη τὴν μνήμην.
Οὐκοῦν σκεπτέον ὅπως διαθέντες τὴν ἑορτὴν κεχαρισμένως τῷ ἁγίῳ πανηγυρίσωμεν.
Ἆρά τις ἐπιζητήσει τὸν ἐπιδεικτικὸν ἐπ' αὐτοῦ καὶ κομπώδη τῶν ἐγκωμίων τρόπον;
Πατρίδα καὶ γένος, καὶ τὴν ἐκ γονέων ἀνατροφήν, καὶ τὰ καθ' ἕκαστον τοῦ βίου ἐπιτηδεύματα, οἷς συνηυξήθητε καὶ συνήκμασε, καὶ δι' ὧν τὸ περιφανές τε καὶ περίβλεπτον ἔσχεν ἐν ἀνδράσι γενόμενος;
Ἀλλὰ παρωθεῖται πᾶσαν τὴν κομπώδη ταύτην ὑψηγορίαν τὸ μέγεθος τῶν περὶ αὐτὸν θεωρουμένων καλῶν, ὅτι πρὸς τοὐναντίον ἐκβαίνει τὸ σπουδαζόμενον, τῷ μὴ εἶναι δύναμιν ἐν λόγοις τοιαύτην, ἥτις τοῦ μεγέθους τῶν θαυμάτων πρὸς ἀξίαν ἐφάψεται.
Ὡς ἂν οὖν μὴ τῇ μικροφυΐᾳ τοῦ λόγου συγκαθαιρεθείη τὸ θαῦμα, καὶ τῆς ἐν ἑκάστῳ νῦν περὶ αὐτοῦ δόξης γένοιτό τις διὰ τῶν ἐπαινεῖν ἐπιχειρούντων ἐλάττωσις, κρεῖττον ἂν εἴη τῇ σιωπῇ μᾶλλον αὔξειν ἐν ἑαυτοῖς τὸ θαῦμα, ἢ διὰ τοῦ λόγου κατα σμικρύνειν τὸν ἔπαινον.
Τί γὰρ ἄν τις τοιοῦτον εἰπὼν σεμνότερον αὐτὸν ἀπεργάσαιτο;
Ἆρα δέξαιτο ἂν ἐκεῖνος τὴν διὰ σαρκός τε καὶ αἵματος λεγομένην εὐγένειαν ἐν ἐπαίνων μέρει παραληφθῆναι;
Καὶ τίς οὐκ οἶδεν τοῦ μεγάλου τὴν περὶ τὴν σάρκα διάθεσιν, ὡς ἐναντίως πρὸς αὐτὴν εἶχεν, καθάπερ ἀνδράποδόν τι δραπετικὸν ἀεὶ τοῖς ἐκ τῶν λογισμῶν δεσμοῖς περιβάλλων, καὶ διὰ τῆς ἀκροτάτης κακοπαθείας τε καὶ ἐγκρατείας, μαστίζων τε καὶ στρεβλῶν τὸν μαστιγίαν ἐκεῖνον δοῦλον τὸ σῶμα, οἷόν τις ἀπαραίτητος δεσπότης οὐδεμίαν ἄνεσιν ἐνδιδοὺς τῷ δεσμώτῃ;
Τὸν οὖν οὕτως ἔχοντα περὶ τὴν σάρκα διὰ τῆς σωματικῆς εὐγενείας ἀποσεμνύνειν τῶν ἀλογωτάτων ἂν εἴη.
Πῶς γὰρ ὑπὸ τούτου νῦν τιμηθήσεται ᾧ παρὰ τὴν ζωὴν ἐπῃσχύνετο;
Ὁμοίως δὲ καὶ τῆς πατρίδος ἡ μνήμη τῷ περὶ τοῦ γένους συνεκβάλλεται λόγῳ.
Ὁ γὰρ παντὸς ὑπερθεὶς ἑαυτὸν τοῦ κόσμου καὶ οἷον στενοχωρούμεν ος ἐν πάσῃ τῇ αἰσθητῇ τῶν στοιχείων φύσει, ὡς μηδὲ τὸν οὐρανὸν φέρειν ἑαυτοῦ ὑπερκείμενον·
ἀλλ' εἰς τὸ ἐπέκεινα ἵεσθαι τῇ ψυχῇ καὶ ὑπερκύπτοντα τὴν αἰσθητὴν τοῦ κόσμου περιοχὴν ἀεὶ τοῖς νοητοῖς ἐμβατεύειν καὶ συμμετεωροπορεῖν ταῖς θείαις δυνάμεσι, μηδὲν τῷ σωματικῷ ἐφολκίῳ πρὸς τὴν τοῦ νοῦ πορείαν ἐμποδιζόμενος·
πότε ἂν δέξαιτο μέρει τινὶ τῆς γῆς ἑαυτὸν ἐπονομάζειν καὶ διὰ τῆς τοῦ τόπου εὐφυΐας ἑαυτῷ τοὺς ἐπαίνους συνερανίζεσθαι;
Ὕβρις γὰρ ἂν εἴη καὶ τῶν ἀληθινῶν ἐπαίνων ἐλάττωσις, εἰ τῆς ἀρετῆς προκειμένης τῇ θεωρίᾳ, ὕδωρ, καὶ φύλλα, καὶ βῶλος, καὶ τὰ τοιαῦτα θαυμάζοιτο.
Ἄλλως τε πᾶν ὃ μὴ προαιρέσεως γίνεται κτῆμα, κἂν ὅτι μάλιστα καλὸν ᾖ, οὐδεμίαν εὐφημίαν ἐκείνῳ φέρει ᾧ κατὰ τὸ αὐτὸ συνηνέχθη.
Οὐκοῦν σιωπάσθω πατρὶς καὶ γένος καὶ πᾶν τὸ τοιοῦτον, ὃ τῇ αὐτομάτῳ συντυχίᾳ τοῖς ἐπιτυχοῦσι συμφέρεται.
Ἐκείνης δ' ἄν τις εἰκότως ἐπ' αὐτοῦ μνησθείη πατρίδος τε καὶ εὐγενείας ἢ διὰ προαιρέσεως τοῖς ἐσπουδακόσι προσγίνεται.

25 Τίς οὖν ἡ Βασιλείου εὐγένεια;
καὶ τίς ἡ πατρίς;
Γένος μὲν αὐτῷ ἡ πρὸς τὸ Θεῖον οἰκείωσις·
πατρὶς δέ, ἡ ἀρετή.
Ὁ γὰρ τὸν Θεὸν δεξάμενος, καθώς φησι τὸ Εὐαγγέλιον, ἐξουσίαν ἔχει τέκνον Θεοῦ γενέσθαι.
Τί δὲ τῆς πρὸς τὸν Θεὸν συγγενείας εὐγενέστερον ἄν τις ἐπιζητήσειεν;
Ὁ δὲ ἐν τῇ ἀρετῇ ὢν καὶ ταύτην γεωργῶν καὶ ἐκ ταύτης προσοδευόμενος πατρίδα πάντως ἑαυτοῦ ποιεῖται τοῦτο ᾧ ἐμβιοτεύει.
Σωφροσύνη ἦν αὐτῷ τὸ ἐφέστιον, σοφία τὸ κτῆμα, δικαιοσύνη δὲ καὶ ἀλήθεια καὶ καθαρότης τὰ λαμπρά τε καὶ περίβλεπτα τῶν οἰκοδομημάτων κάλλη·
οἷς ἐνδιαιτώμενος ἐπηγάλλετο πλέον ἢ ὅσον οἱ τοῖς μαρμαρίνοις τε καὶ χρυσοπάστοις οἴκοις ἐναβρυνόμενοι.
Εἴ τις ἀπὸ τοιαύτης αὐτὸν ἐγκωμιάζοι πατρίδος καὶ ἀπὸ τοιούτου σεμνύνοι γένους, ἀληθῆ τε λέξει καὶ ἀπὸ τῶν κεχαρισμένων αὐτῷ τοὺς ἐπαίνους ποιήσεται·
γῆν δὲ καὶ αἷμα καὶ σάρκα καὶ πλούτους καὶ δυναστείας καὶ τὰς ἐν τούτοις περιφανείας προσμαρτυρείτωσαν οἱ βουλόμενοι τοῖς τοῦ κόσμου φίλοις.

26 Εἰ οὖν ἀχώρητον τῷ ἡμετέρῳ λόγῳ τὸ ἁρμόζον ἐκείνῳ ἐγκώμιον, παραιτητέον ἂν εἴη τὰς τοιαύτας σπουδὰς καὶ παραγράφεσθαι τῶν ἐγκωμίων τὰς τέχνας.
Πῶς οὖν τὴν ἐπ' αὐτῷ μνήμην ἀγάγωμεν, ἴσως ἐρεῖ τις, εἰ μὴ μετ' ἐγκωμίων τοῦτο ποιήσωμεν;
Πῶς ὁ νόμος τῆς Γραφῆς πληρωθήσεται, ὅς φησι, τὴν μνήμην τῶν δικαίων μετ' ἐγκωμίων δεῖ γενέσθαι, εἰ τὸ μὲν διὰ τῶν ἀληθῶν ἐπαίνων προσάγειν τὸν λόγον ἐστὶν ἀμήχανον, τὸ δὲ διὰ τῶν κοινοτέρων ἐφύβριστον;
Ἀλλ' ἔστιν ἴσως οὐκ ἀπορῆσαί τινος ἐπινοίας, ὡς μὴ πάντη τῶν ἡμετέρων αὐτὸν ἐπαίνων καταλειφθῆναι ἀγέραστον.
Τίς οὖν ἐστιν ἡ ἐπίνοια;
Τίς οὐκ οἶδεν ὅτι πᾶς λόγος τῶν ἔργων διεζευγμένος μάταιος καθ' ἑαυτόν ἐστι καὶ ἀνυπόστατος;
Ἡ δὲ τῶν ἔργων φύσις ἐν ὑποστάσει καὶ ἀληθείᾳ τὸ λεγόμενον δείκνυσιν.
Οὐκοῦν προτιμότερος ἂν εἴη τοῦ λόγου ὁ διὰ τῶν ἔργων πληρούμενος ἔπαινος.
Τοῦτο δέ ἐστι τί;
Τὸ διὰ τῆς μνήμης ἐκείνου τὸν βίον ἡμῖν γενέσθαι τῆς συνηθείας βελτίονα.
Καθάπερ γὰρ ἐπὶ δακτυλίου σφενδόνης καλλίστης τινὸς ἐν γλυφίδι προφαινομένης μορφῆς, ὁ ἐντυπωθεὶς τῇ σφραγῖδι κηρὸς εἰς ἑαυτὸν τὸ ἐγκείμενον τῇ γλυφίδι κάλλος μετήνεγκεν, ὅλον τὸν χαρακτῆρα τῆς σφραγῖδος τοῖς ἰδίοις τύποις ἀναμαξάμενος·
καὶ οὐκ ἄν τις οὕτω διὰ τοῦ λόγου τὴν εὐδιάθετον τῆς γλυφῆς ὥραν εἰς ὑπογραφὴν ἀγάγοι, ὡς ἐπὶ τοῦ κηροῦ δεικνύων μεμορφωμένον τὸ κάλλος·
τὸν αὐτὸν τρόπον, εἰ ὁ μὲν λόγῳ ψιλῷ τοῦ διδασκάλου τὴν ἀρετὴν ἀποσεμνύνοι, ἕτερος δὲ τὸν ἑαυτοῦ βίον καλλωπίζοι διὰ τῆς πρὸς ἐκεῖνον μιμήσεως, ἐνεργότερος ἂν εἴη τοῦ ὑψηλοῦ λόγου ὁ διὰ τοῦ βίου πληρούμενος ἔπαινος.

27 Οὕτως οὖν, ἀδελφοί, καὶ ἡμεῖς μιμησάμενοι τῇ σωφροσύνῃ τὸν σώφρονα οἷς ποιοῦμεν, κατ' ἀξίαν τὴν ἀρετὴν ἐπαινέσωμεν, καὶ τὰ ἄλλα πάντα ὡσαύτως τὸ θαῦμα τοῦ σοφοῦ ἐν τῇ μετουσίᾳ τῆς σοφίας πληρούσθω·
ὁ τῆς ἀκτημοσύνης ἔπαινος ἐν τῷ καὶ ἡμᾶς γενέσθαι τῆς ὑλικῆς περιουσίας ἀκτήμονας·
ἡ ὑπεροψία τοῦ κόσμου τούτου μὴ λεγέσθω μόνον, ὅτι ἐστί τις ἐπαινετὴ καὶ ἐπίδοξος·
ἀλλὰ μάρτυς τῆς ὑπεροψίας τῶν κατὰ τὸν κόσμον σπουδαζομένων ὁ βίος ἔστω.
Μὴ λέγε μόνον ὅτι τῷ Θεῷ ἐκεῖνος ἀνέκειτο, ἀλλὰ ἀνάθες καὶ σὺ σεαυτὸν τῷ Θεῷ· μήθ' ὅτι μόνον ἦν αὐτῷ κτῆμα ἡ ἐλπιζομένη ἀνάπαυσις, ἀλλὰ καὶ σὺ θησαύρισον σεαυτῷ τοῦτον τὸν πλοῦτον ὥσπερ ἐκεῖνος·
ἔξεστι γάρ.
Μετέθηκεν ἐκεῖνος ἀπὸ γῆς εἰς οὐρανὸν τὸ πολίτευμα, μετάθες καὶ σύ.
Τοῖς ἀσύλοις τοῦ οὐρανοῦ θησαυροφυλακείοις τὸν ἴδιον ἐναπέθετο πλοῦτον, μίμησαι διὰ τούτων καὶ σὺ τὸν διδάσκαλον.
Κατηρτισημένος γὰρ ἔσται μαθητὴς ὡς ὁ διδάσκαλος αὐτοῦ.
Καὶ γὰρ ἐν τοῖς λοιποῖς ἐπιτηδεύμασιν, ὁ ἰατρῷ μαθητεύσας, ἢ γεωμέτρῃ, ἢ ῥήτορι, ἀναξιόπιστος ἐπαινέτης τῆς τοῦ διδασκάλου τέχνης γενήσεται, εἰ τῷ μὲν λόγῳ θαυμάζοι τοῦ καθηγητοῦ τὴν ἐπιστήμην, ἐφ' ἑαυτοῦ δὲ δεικνύοι μηδὲν τοῦ θαύματος ἄξιον.
Ἐρεῖ γάρ τις πρὸς αὐτόν·
πῶς λέγεις ἰατρὸν τὸν ἑαυτοῦ διδάσκαλον, αὐτὸς ἀνιάτρευτος ὤν;
Ἤ πῶς μαθητὴν σεαυτὸν τοῦ γεωμέτρου λέγεις ἀπείρως τῆς γεωμετρίας ἔχων;
Ἀλλ' εἴ τις ἐν ἑαυτῷ δείκνυσι τὴν τέχνην ᾗ ἐμαθήτευσε, σεμνύνει τῇ καθ' ἑαυτὸν ἐπιστήμῃ τὸν τῆς τέχνης καθηγησάμενον.
Οὕτω καὶ ἡμεῖς οἱ Βασίλειον αὐχοῦντες διδάσκαλον τῷ βίῳ δείξωμεν τὴν μαθητείαν, ἐκεῖνο γινόμενοι, ὅπερ αὐτὸν ὀνομαστόν τε καὶ μέγαν Θεῷ καὶ ἀνθρώποις ἐποίησεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα