Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν

Ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν


Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐγκώμιον εἰς τὸν ἅγιον Ἰωάννην τὸν Εὐαγγελιστήν.

Ιωάννου θεολόγου 8 μαίουΠάλιν ἡμῖν ἐξ οὐρανοῦ ἐπεδήμησεν ὁ μέγας
καὶ μόνος θεολόγος Ἰωάννης·
πάλιν Θεὸν Λόγον ἀνακηρύττει καὶ τὴν οἰκουμένην ἅπασαν εἰς οὐρανοὺς ἀναβλέπειν παρασκευάζει.
Ἰωάννης ἡμῖν σήμερον ἐξ οὐρανῶν ἐπεδήμησεν,
ὁ ἁλιεὺς ὁ ῥίψας τὴν σαγήνην καὶ λαβὼν τὸ εὐαγγέλιον,
Ἰωάννης, ὁ ἀφεὶς τὸν κάλαμον καὶ μεταχειρισάμενος τὸν λόγον,
Ἰωάννης, ὁ Μωϋσέως ὑψηλότερα δόγματα τὴν οἰκουμένην διδάξας.
Ὁ μὲν γὰρ ἔλεγεν·
ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·
οὗτος δὲ τὰ κτίσματα καταλιπὼν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν
καὶ Θεὸς ἦν ὁ Λόγος, Λόγος ἐνυπόστατος,
Λόγος ἐν ὑστέροις καιροῖς φανερωθεὶς
καὶ τὴν οἰκουμένην διασώσας,
Λόγος τῆς τοῦ Πατρὸς οὐσίας ἀπαράλλακτος.

Ὥσπερ γὰρ ὁ ἐν ἐμοὶ λόγος μετὰ τῆς οὐσίας εἰς τὴν τῆς ψυχῆς μετὰ δὲ τὸ προενσχεθῆναι διὰ στόματος καὶ λαβεῖν ἔνδυμα τὴν φωνὴν οὐκέτι λοιπὸν εἰς ἐμὲ μόνον ἀποκέκρυπται ἀλλὰ καὶ πᾶσι λοιπὸν γνωρίζεται,
οὕτως καὶ ὁ μονογενὴς ὢν ἐν τῷ Θεῷ καὶ τῆς οὐσίας ὢν τοῦ Πατρὸς ἔμεινεν ἐν ἀρχῇ γνωριζόμενος, μετὰ δὲ τὸ ἐνδυθῆναι τὴν σάρκα οὕτω πᾶσι λοιπὸν κατάδηλος γίνεται.
Ὥσπερ γὰρ ὁ λόγος, ὁ φορέσας τὴν φωνὴν γνώριμος πᾶσι καθίσταται, οὕτως ὁ Θεὸς Λόγος, φορέσας τὴν σάρκα,
πᾶσιν ἀνθρώποις ἀπεκαλύπτετο διὰ τῆς σαρκός.
Τὰς δὲ εἰκόνας ταύτας οὐ διὰ τὴν τοῦ Θεοῦ φύσιν λαμβάνομεν·
ἀνεξιχνίαστος γὰρ καὶ ἀπερινόητος καὶ ἀκατάληπτος καὶ ἀνεξερεύνητος ἡ φύσις ἐκείνη·
εἰ γὰρ τὰ κρίματα τοῦ Θεοῦ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ,
πῶς τολμᾷ τις ἐρευνῆσαι τὴν φύσιν ἐκείνην τὴν ἀκατάληπτον;

Ἀλλ' ἀνθρωπίνας εἰκόνας λαμβάνομεν διὰ τὴν ἡμετέραν ἀσθένειαν, εἰ δυνηθῶμεν κἂν ἐκ μέρους κατανοῆσαι τῶν ἐπουρανίων θαυμάτων τὴν εἰκόνα.
Τοῦτο γὰρ καὶ ὁ ἀπόστολος λέγων ἐγνώριζεν ἡμῖν,
ὅτι ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν.
∆ιὰ τοῦτο ἐκ τῶν ἐπιγείων καὶ τῶν ἀνθρωπίνων μερικὴν τὴν ἄνω γνῶσιν σπουδάζομεν λαμβάνειν.
Ἀλλ' ὥσπερ οὐκ ἔστι τὸν λόγον ἀπὸ τῆς ψυχῆς διατεμεῖν ἀλλ' ἔστι τῆς αὐτῆς οὐσίας ἐν τῇ ψυχῇ μένων καὶ μετὰ ταύτης ἀδιαστάτως νοούμενος καὶ οὐ τεμνόμενος, ἀλλ' ἐκ τῆς αὐτῆς οὐσίας καὶ ἐκ τῆς αὐτῆς θεότητος ὢν τοῦ Πατρός, ἐκ τῶν πατρικῶν θησαυρῶν προελθών, κατῆλθε σάρκα περιβαλλόμενος καὶ πᾶσι τὰ τῆς δωρεᾶς θαύματα χαριζόμενος.

Τοῦτον ἡμῖν τὸν θησαυρὸν σήμερον ἀνεκάλυψεν Ἰωάννης,
ὁ ἰχθύων ἀφωνότερος καὶ ῥητόρων φιλοσόφων ἀπορράψας στόματα.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος.
Οὐδαμοῦ τὸ οὐκ ἦν ἀλλὰ πανταχοῦ τὸ ἦν, οὐδαμοῦ τὸ ἐποίησεν ἀλλὰ πανταχοῦ τὸ ἦν, μετὰ τὸ ἦν τότε τὸ ἐποίησεν, οὐκ ἐπὶ τοῦ δημιουργοῦ ἀλλ' ἐπὶ τῶν κτισμάτων.
Καὶ ἵνα μάθῃς πῶς τὸ ἦν καὶ πῶς τὸ ἐποίησεν,
ἐγὼ λέγω ὑμεῖς ἀριθμεῖτε.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος.
Οὐδαμοῦ τὸ οὐκ ἦν ἀλλὰ πανταχοῦ τὸ ἦν·
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν·
ἰδοὺ τέταρτον ἐμνημόνευσε τοῦ Λόγου καὶ οὐδὲ ἅπαξ εἶπε τὸ ἐγένετο.
Τί οὖν μετὰ ταῦτα;
πάντα δι' αὐτοῦ ἐγένετο·
οὐκ εἶπεν ἐνταῦθα ἦν·
διατί;
ὅτι περὶ τῶν κτισμάτων ἦν ὁ λόγος·
πάντα δι' αὐτοῦ ἐγένετο.
Ἐγένετο·
καὶ οὐκ εἶπε τὸ ἦν ἀλλὰ τὸ ἐγένετο·
πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
Πάλιν τὸ ἐγένετο·
ὅπου περὶ Θεοῦ τὸ ἦν, ὅπου περὶ τῶν κτισμάτων τὸ ἐγένετο.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος·
ἐντεῦθεν καὶ ὁ Πατὴρ κατὰ τὴν Παλαιὰν ∆ιαθήκην ἐγνωρίζετο.
Ὅτε γὰρ εἶπεν αὐτῷ Μωϋσῆς·
ἐὰν εἴπωσί μοι υἱοὶ Ἰσραήλ,
τίς ὁ ἀποστείλας σε πρὸς ἡμᾶς, τί ἐρῶ πρὸς αὐτούς;
καὶ εἶπεν ὁ Θεός·
ἐγώ εἰμι ὁ ὤν, ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς ὁ Πατὴρ ὁ ὤν, ὁ Υἱὸς ἐν ἀρχῇ ἦν.
Εἰ δέ τις φιλονεικεῖ λέγων, ὅτι οὐκ ἔστι τὸ αὐτὸ ἐπὶ Πατρὸς καὶ ἐπὶ τοῦ Χριστοῦ, ἐπὶ γὰρ τοῦ Πατρὸς ὁ ὢν ἐγώ εἰμι ἐπὶ δὲ τοῦ Υἱοῦ τὸ ἐν ἀρχῇ ἦν, οὐκ ἔστι δὲ τὸ αὐτὸ τὸ ὢν καὶ τὸ ἦν, δείκνυμι καὶ τὴν αὐτὴν προσηγορίαν καὶ τοῦ μονογενοῦς·
ἄκουσον τοῦ εὐαγγελιστοῦ λέγοντος·
ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.
Ἰδοὺ μίαν ἔχει φωνὴν εὐαγγελίου εἰς τὸ ὁ ὤν.
Καὶ πάλιν ὁ ἀπόστολος·
ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα,
ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητός.
Εἶδες ὅπως σε ἀσφαλίζεται Ἰωάννης, τὸ ἦν ἐπὶ τοῦ Θεοῦ τεθεικὼς τὸ δὲ ἐγένετο ἐπὶ τῶν κτισμάτων;
οὔτε γὰρ τῷ Θεῷ πρέπει τὸ ἐγένετο, οὔτε τῇ κτίσει τὸ ἦν.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος·
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
Πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.
Ὅτε τὸ ἐγένετο ἐπὶ τὰ κτίσματα καταβαίνει, ὅτε τὸ ἦν ἐπὶ τὸν δημιουργὸν ἀναβαίνει.
Καὶ πάλιν ζωὴ ἦν·
πάλιν ἀναβαίνει πρὸς τὸν δημιουργόν·
κλίμακα πολλῶν σήμερον μυστηρίων πεπληρωμένην φέρει.
Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, τὸ ἦν ἀνακηρύττει, ὅτε καταβαίνει πρὸς τὰ κτίσματα, τὸ ἐγένετο λαμβάνει.
Ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, ἀποτίθεται τὸ ἐγένετο καὶ λαμβάνει τὸ ἦν.
Ὥσπερ πρὸς βασιλέα τις ἐρχόμενος μετὰ στολῆς εἰσέρχεται, μεθ' ἧς ἄξιόν ἐστιν ἰδεῖν βασιλέα, πρὸς δὲ ἰδιώτην ἐὰν εἰσέρχηται, μετὰ ἰδιωτικῶν ἐνδυμάτων εἰσέρχεται, οὕτω καὶ ὁ εὐαγγελιστής, ὅτε ἀναβαίνει πρὸς τὸν Θεόν, μετ' ἐκείνης ἀναβαίνει τῆς λέξεως τῆς πρεπούσης Θεῷ·
ἐν ἀρχῇ ἦν ὁ Λόγος·
ὅτε καταβαίνει πρὸς τὴν κτίσιν μετὰ τῆς δουλικῆς λέξεως καταβαίνει·
πάντα δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν·
ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·
καὶ πάλιν·
ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.

Ὅπου ὁ Λόγος ἦν, ὅπου ζωὴ ἦν, ὅπου τὸ φῶς ἦν, ὅπου τὰ κτίσματα ἐγένετο.
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτοῦ Ἰωάννης.
Ἀλλὰ τολμῶσιν εἰπεῖν τινες τῶν αἱρετικῶν·
ἦν ποτε ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός.
Πόσον δέ ἐστι τὸ μέσον αὐτῶν εἰπέ μοι·
χρόνος ἦν τὸ μέσον.
Ἀλλ' ὁ Υἱὸς καὶ καιροὺς καὶ τοὺς χρόνους καὶ τοὺς αἰῶνας ἐποίησε·
πάντα δι' αὐτοῦ ἐγένετο.
Ἄκουσον Παύλου λέγοντος·
πολυτρόπως καὶ πολυμερῶς πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἡμῶν, ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε·
πῶς οὖν αἰὼν ἢ χρόνος πρὸ τοῦ πεποιηκότος τοὺς αἰῶνας;
Ἄκουσον τοιγαροῦν καὶ προφήτου λέγοντος·
ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.
Ὁ ἀπόστολος λέγει·
ὅτι δι' αὐτοῦ ἐποίησε τοὺς αἰῶνας·
ὁ εὐαγγελιστής·
πάντα δι' αὐτοῦ ἐγένετο·
ὁ προφήτης·
ὁ ὑπάρχων πρὸ τῶν αἰώνων·
καὶ πάλιν ὁ ἀπόστολος εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε θρόνοι, εἴτε κυριότητες·
πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται καὶ αὐτός ἐστι πρὸ πάντων·
καὶ σὺ τολμᾷς εἰπεῖν, ὅτι ἦν ὁ Πατήρ, ὅτε οὐκ ἦν ὁ Υἱός;
ἀλλὰ τῆς τόλμης ταύτης εὐθύνας ἔχουσι παρασχεῖν ἐν ἡμέρᾳ κρίσεως.
Καλεῖ γὰρ ἐν ἡμέρᾳ κρίσεως καὶ Ἰωάννην καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τοὺς λέγοντας·
τὸ οὐκ ἦν·
διατί;
ἐπειδήπερ ὁ Πατὴρ οὐδένα κρίνει, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν καθὼς τιμῶσι Πατέρα.
Καλεῖ οὖν ἐν ἡμέρᾳ κρίσεως καὶ τοὺς λέγοντας τὸ ἦν καὶ τὸ οὐκ ἦν.
Ἐξέρχεται τὸ χειρόγραφον ἑκάστου.
Σὺ τί εἶπας;
ἀνάγνωθι τὴν ὁμολογίαν.
Ἐγὼ εἶπον τὸ ἦν.
Οὗτος τί;
οὗτος εἶπε τὸ οὐκ ἦν.

Τίς ἐδίδαξέ σε λέγειν τὸ οὐκ ἦν;
Ἰωάννης·
σὺ αὐτὸν ἐδίδαξας λέγειν τὸ οὐκ ἦν;
ἐγὼ οὐχὶ δέσποτα·
ἀλλὰ τί;
ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος·
καὶ οὗτος ἦν ἐν ἀρχῇ·
πανταχοῦ ἦν καὶ οὐδαμοῦ τὸ οὐκ ἦν·
ἀπὸ λογισμῶν ἀνθρωπίνων·
τί ἕτερον σὺ ὡμολόγησας;
ἐγώ, φησίν, ὅτι ἴσος·
ἐκεῖνος τί;
ὅτι ἀνόμοιος·
σὺ δὲ ποῦ μεμάθηκας ὅτι ἴσος;
τίς ἐδίδαξέ σε;
ὁ εὐαγγελιστὴς εἰπών·
διὰ τοῦτό φησιν ἐδίωκον τὸν Σωτῆρα, ὅτι οὐ μόνον κατέλυε τὸ σάββατον ἀλλὰ καὶ πατέρα ἑαυτοῦ ἔλεγε τὸν Θεόν, ὅμοιον ἑαυτὸν τῷ Θεῷ ποιῶν.
Τοῦτο μὲν καὶ ὁ ἀπόστολος ἐδίδαξε·
τί εἰπών;
οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε.
Πόθεν οὖν αὐτὸς ἔμαθε τὸ ἀνόμοιος;
ἀπὸ λογισμῶν ἀνθρωπίνων.
Σὺ δὲ πάλιν τί ὡμολόγησας;
ἐγώ, ὅτι ὥσπερ ἐργάζεται ὁ Υἱός·
τίς ἐδίδαξέ σε;
ὁ εὐαγγελιστής·
τί εἰπών;
ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ οὕτως καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ·
τί οὖν πάλιν ὡμολόγησας;
ὅτι ὅμοιός ἐστι κατὰ πάντα τῷ Πατρί·
τίς εἶπεν;
ὁ εὐαγγελιστής·
ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα.
Ἐκεῖνος τί εἶπεν;
ὅτι κτίσμα ὁ Υἱός.
Τίς σε ἐδίδαξεν;
οὐδείς·
ἀλλὰ ἀπὸ λογισμῶν ἀνθρωπίνων·
τὰ βλάσφημα ἴδε ταῦτα τοῖς αἱρετικοῖς ἐναντία τολμῶσι βαπτίσαι ἐκτὸς τῆς παραγγελίας τοῦ Χριστοῦ·
πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος·
μὴ τολμῶσιν αἱρετικοὶ βαπτίσαι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἀνομοίου, ἀλλὰ γίνεται χωλὸν αὐτῶν τὸ βάπτισμα·
ἀλλ' ἡμεῖς μίαν ὁμολογίαν ἔχοντες ἓν βάπτισμα παραλαμβάνομεν τῆς ἁγίας Τριάδος ἀδιαστάτως ἁγιαζόμενον.

Ταύτην τοιγαροῦν τὴν κρηπῖδα τῆς πίστεως παρακαλῶ πάντας ὑμᾶς βεβαίως κατέχειν καὶ μηδαμοῦ ἐπὶ τοῦ μονογενοῦς λαμβάνειν ἢ τὸ ἐγένετο ἢ τὸ οὐκ ἦν·
ταῦτα γὰρ κάτωθεν τῆς ἀφράστου καὶ ἀνεκδιηγήτου τοῦ μονογενοῦς οὐσίας·
διατί;
ὅτι ἐν ἀρχῇ ἦν, τῆς δὲ ἀρχῆς ταύτης οὐδέν ἐστιν ἀρχικώτερον.
Ὅσον γὰρ ἐὰν ἀναβῇς, ὅσον γε ἐὰν ὑπερακοντισθῇς, ὅσον ἐὰν ἐκτανθῇς, ὑπὲρ τὴν ἀρχὴν ἐκείνην εὑρίσκεις καὶ οὐχ ὑπὲρ τὴν ἀρχήν·
ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ μηδὲν ὑπεραναβῇς, οὔτε γὰρ δύνασαι·
ἀλλ' ἐννόησον τὸν μακάριον Ἰωάννην, ὅπως τὴν σωματικὴν ἁλιείαν καταλιπὼν διὰ τῶν ῥημάτων τούτων πᾶσαν τὴν οἰκουμένην εἰς σωτηρίαν ἐσαγήνευσεν.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος.
Πόσοι τύραννοι ἐφιλονείκησαν τὴν φωνὴν ταύτην καταλῦσαι καὶ οὐκ ἠδυνήθησαν;
ἦλθεν ἄνεμος, ἔπνευσε, τὰ κύματα προσέρρηξε τῇ οἰκοδομῇ τουτέστι τῇ πίστει καὶ οὐ κατέπεσε·
πύργος γὰρ ἦν ᾠκοδομημένος ἐπὶ τὴν πέτραν, πανταχόθεν περικρουόμενος καὶ μηδέπω καταπίπτων.

Ἐπὶ τῆς πέτρας ταύτης οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι Ἅδου οὐ κατισχύσουσιν αὐτῆς.
Ἐπανέστησαν βασιλεῖς, ἐπανέστησαν τύραννοι, γεγόνασι κατὰ χριστιανῶν πόλεμοι·
τύραννοι καὶ θεομάχοι πολλάκις ἐνέρρηξαν κατὰ τῶν χριστιανῶν τὴν τυραννίδα ἀλλ' οὐκ ἠδυνήθησαν μίαν τρίχα ἐξαλεῖψαι τοῦ εὐαγγελίου.
Ἐν ἀρχῇ ἦν ὁ Λόγος·
οὐ τῷ αἰῶνι συμπαραπεμπόμενος·
πάντας νικῶν, πάντας παιδεύων καὶ τῷ αἰῶνι συνεκτεινόμενος Λόγος, τὴν γῆν οὐρανὸν ἐργαζόμενος καὶ πολλοὺς υἱοὺς τῷ Πατρὶ κατὰ χάριν προσενέγκας ᾧ πρέπει δόξα, τιμή, κράτος, μεγαλωσύνη καὶ μεγαλοπρέπεια σὺν τῷ, ἀνάρχῳ Πατρὶ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.


 

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 4 (1 vote)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα