Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Επεξεργασία κηρύγματος 23

Επεξεργασία κηρύγματος 23


Ὁ γὰρ τοῦ Θεοῦ ἄνθρωπος εἰς ἕκαστα τῶν ἀγαθῶν ἀεὶ προκοπὴν λαμβάνει εἰς ταπεινοφροσύνην εἰς χρηστότητα εἰς μακροθυμίαν· ἡ δὲ πάντων τούτων κρηπὶς ἡ πεποίθησίς ἐστιν ἡ εἰς Θεόν. Οἱ γὰρ τοιοῦτον θεμέλιον μὴ ἔχοντες οὕτως εἰσὶν ὡς οἱ οἰκοδομοῦντες οἶκον ἄνευ θεμελίου· ὥσπερ γὰρ οἱ περὶ τοὺς Μακκαβαίους μεγάλως ἀνδραγαθήσαντες ὑπέταξαν τοὺς ἐχθροὺς αὐτῶν ἐν τῷ σωματικῷ πολέμῳ, ὑπόδειγμα λάβωμεν εἰς ἑαυτοὺς εἰς τὸν «πρὸς τὰ πνευματικὰ τῆς πονηρίας» πόλεμον, οὕτω γενναῖοι καὶ μεγαλόψυχοι οἱ τοῦ Χριστοῦ ἀληθινοὶ πολεμισταί.

Ὥσπερ ὁ φαινόμενος κόσμος χάριτι καὶ δικαιοσύνῃ διοικεῖται, χάριτι μὲν ἐπὶ πλήθει καρπῶν, δικαιοσύνῃ δὲ ἔν τε λιμῷ καὶ λοιμῷ, οὕτω καὶ ἡ ψυχὴ ἡ βουλομένη τὸν ἄνω τῆς θεότητος κόσμον κληρονομῆσαι ὑπὸ τῆς χάριτος πολυτρόπως διοικεῖται καὶ ποτὲ μὲν ἐν εὐφροσύνῃ τοῦ πνεύματος ἀγαλλιᾶται, ποτὲ δὲ παραδίδοται πειρασμοῖς καὶ θλίψεσι τοῦ πονηροῦ πνεύματος, ἵνα οὕτω πυρωθεῖσα δόκιμος ἀποκαταστῇ.

Ὥσπερ γὰρ ἐν τῷ βίῳ οὔκ ἐστι πάντοτε εὐφορία, εἰ γὰρ πάντοτε ἄνεσις ἦν καὶ τρυφή, κατεσκίρτων ἂν τοῦ Θεοῦ· «ἔφαγε» γὰρ «ὁ Ἰσραὴλ καὶ ἐπαχύνθη καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». Οὕτω καὶ ἡ ψυχὴ εἰ πάντοτε ἐν τῇ ἀνέσει τοῦ πνεύματος διῆγεν, οὐκέτι ἐπεγίνωσκεν ἑαυτὴν καὶ τὴν ὁδὸν τῆς «δικαιοσύνης» ἠγνόει καὶ μόνον οἰήσει προέκοπτεν, ὥς φησιν ὁ ἀπόστολος, ἐπὶ συμφέροντι τὰς θλίψεις διηγούμενος· «ἐδόθη μοί» φησιν «σκόλοψ τῇ σαρκί, ἵνα μὴ ὑπεραίρωμαι». Ὁρᾷς ὅτι τῷ τοιούτῳ ἁγίῳ ἀνδρὶ αἱ θλίψεις εἰς τὸ συμφέρον ἦσαν.

Ὥσπερ γὰρ τὸ εἶδος τῆς καννάβεως ὅσῳ τύπτεται λεπτότερον καὶ χρησιμώτερον καθίσταται, οὕτως ἡ ψυχὴ ἡ φιλόθεος εἰς πολλὰς δοκιμασίας καὶ θλίψεις εἰσερχομένη καὶ ὑπομένουσα χρησιμωτέρα καὶ καθαρωτέρα εἰς τὸ πνευματικὸν ἔργον καθίσταται καὶ τέλος τὸν ἐπουράνιον τῶν ἁγίων χορὸν κληρονομεῖν καταξιοῦται. Ὑπομενούσης γὰρ τῆς ψυχῆς καὶ μακροθυμούσης κατ' ὀλίγον τὸ τῆς κακίας μέρος μειοῦται.

Ὥσπερ γὰρ ἐάν τις διοδεύῃ ὁδὸν μακρὰν βαστάζων μαρσίπιον μεστὸν ἄμμου, ἔχῃ δὲ κάτωθεν λεπτοτάτην ὀπήν, ὅσῳ τις βαδίζει ἐκεῖνο ἀπορρέει καὶ κουφίζεται, ἕως ἂν ὅλη ἡ ἄμμος ἐκκενωθῇ, οὕτω κατ' ὀλίγον ἐλαττοῦται ἡ ἔνοικος ἁμαρτία τῷ προσκολλομένῳ τῷ Θεῷ.

Ὥσπερ γὰρ νήπιον πρὸς τὰ τοῦ κόσμου ἔργα ἄχρηστον τυγχάνει, οὔτε γὰρ πόλεις οἰκοδομεῖν δύναται οὔτε φυτεῦσαι οὔτε ἕτερόν τι ποιῆσαι οὕτω ψυχαὶ μὴ δοκιμασθεῖσαι ἐν διαφόροις θλίψεσιν ἀκμὴν νήπιαί εἰσιν, οὔπω χρησιμεύουσι τῇ βασιλείᾳ ὥς φησιν· «εἰ δὲ χωρίς ἐστε παιδείας», «ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε». Ἵδε, πόσον αἱ θλίψεις εἰς συμφέρον εἰσὶ τῷ ἀνθρώπῳ, μόνον ἵνα τις προθύμως καὶ γενναίως ἑαυτὸν ἑτοιμάσῃ φέρειν.

Εἰ γὰρ ἐν τῷ βίῳ τούτῳ εἰς ἀξιώματα καὶ προκοπὰς μεγάλας οὐ δυνήσεταί τις διελθεῖν, ἐὰν μὴ πρότερον ἐν πολλῇ γυμνασίᾳ γένηται καὶ εἰς πόνους καὶ εἰς πολέμους εὐδοκιμήσῃ πείρᾳ ἐπιδειξάμενος τὴν νίκην καὶ τρόπαια κατὰ τῶν ὑπεναντίων φέρων πόσῳ μᾶλλον ἐπὶ τῷ ἐπουρανίῳ καὶ ἀληθινῷ Βασιλεῖ τὰς δωρεὰς τοῦ πνεύματος τὰς ἐπουρανίους οὐδεὶς καταξιοῦται, ἐὰν μὴ πρότερον ἐγγυμνασθῇ ἐν τῇ μελέτῃ τῶν ἁγίων ἐντολῶν, καὶ οὕτω λαμβάνει ὅπλον ἐπουράνιον (αὐτὴν τὴν χάριν) καὶ ἀγωνίζεται κατὰ τῶν πνευμάτων «τῆς πονηρίας». Ὅσῳ γάρ τις προκόπτει εἰς τὸν πνευματικὸν ἀγῶνα ἀκμὴν λαμβάνει τῶν πνευματικῶν μυστηρίων καὶ τῶν τῆς σοφίας ἀποκρύφων θησαυρῶν, καὶ ὅσῳ ἐν τῇ χάριτι αὐξάνει, τοσούτῳ προκόπτει εἰς τὸ γινώσκειν τὰ τῆς κακίας «νοήματα».

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα