»»» Ἐπιστολὴ τοῦ ὁσίου Θεοδώρου τοῦ Στουδίτου πρὸς τὸ πνευματικό του τέκνο Ναυκράτιο
Ἐπιστολὴ τοῦ ὁσίου Θεοδώρου τοῦ Στουδίτου πρὸς τὸ πνευματικό του τέκνο Ναυκράτιο
Αἱ περιστάσεις τὰς τῆς ψυχῆς ὑποστάσεις αὔξουσι, διὸ χρή, τέκνον, στῆναι γενναίως ἐν τοῖς συμβαίνουσι πειρασμοῖς, ὑπὸ Θεοῦ παραχωρουμένοις εἰς δοκίμιον τῆς πίστεως ἡμῶν·
γέγραπται γάρ, ὃν ἀγαπᾷ Κύριος παιδεύει.
Πόθεν οὖν γνωσθήσεται τὸ ὑπερβάλλον τῆς ἀσεβείας, εἰ μὴ διωγμοὺς καὶ κολαφισμοὺς ἐξυφάνοι;
Πόθεν δὲ τῶν ὀρθοδόξων τὸ ὀχύρωμα, εἰ μὴ κατ' ἴχνος βαδίσειεν τῶν προωδευκότων πατέρων;
Ἀρίθμει τοὺς πειρασμοὺς καὶ τοσούτους εὑρήσεις τοὺς στεφάνους.
Μακάριοι οἱ ἀποθανόντες διὰ Κύριον, ὅτι ἐν ἀκαριαίῳ χρόνῳ αἰῶνας ἀτελευτήτους κερδήσωσιν.
Ἤρθη ὁ ἀρχιεπίσκοπος, ὃ καὶ προεμελέτων·
Ὁ Χριστὸς σὺν αὐτῷ, ὑπερεύχεσθε αὐτοῦ.
Ἐδάρη ὁ Εὐπρεπιανός·
ἴδε θεοῦ ἀγαθότητα, ὅτι ηὐδόκησεν ὑπὲρ ὀρθοδοξίας αὐτὸν τυφθῆναι.
Προσεύχεσθε καὶ περὶ αὐτοῦ (σὺν αὐτῷ καὶ τοὺς ἑπτὰ φυλάττεσθε)·
πέμψον τι τῷ ἀνθρώπῳ τοῦ Θεοῦ εἰς βοήθειαν ἀμφοτέρων.
Οὐ δοκῶ δὲ ἔτι τὸ μοναστήριον κρατεῖν ὑμᾶς, ἀλλ' οὐδὲ τὸν ἀρχιεπίσκοπον ἐξέρχεσθαι.
Καὶ χάρις τῷ Θεῷ ἀδέτους ὑμᾶς εἶναι.
Μία μονὴ ἡμῶν ἀληθινή, ἡ ἄνω Ἱερουσαλήμ.
Χαίρετε, ἀδελφοί μου, χαίρετε, ὅτι Χριστὸς χαίρεται διωκομένων ἡμῶν ὑπὲρ αὐτοῦ.
Ἄγγελοι κροτοῦσιν, ἅγιοι εὐλογοῦσι, δαίμονες σὺν εἰκονομάχοις πίπτουσιν, εἰ καὶ μαίνονται.
Ἕως δ' ἂν ἐστὲ ἐν τοῖς αὐτόθι δηλοποιεῖτε ἡμῖν καὶ ὅπως τὰ τῶν ἔσω συμβαίνει.
Ἐπὰν μετασταίητε, ἐξερχομένων αἱρετικῶν, ὅπου δοίη Κύριος κλῖναί σε κεφαλήν, τέκνον, εἰ δυνατῶς σχοίης, φανεροῖς.
Εἰ δὲ μή, οἶδά σε ποῦ εἶ·
ἐν Χριστῷ γὰρ καὶ μετὰ Χριστοῦ.
Εἴη δὲ καὶ ἡμᾶς ὁμοίως σε διαγινώσκειν.
Ἀπαρασκεύαστος μὴ καθέζου, μὴ θᾶττον ἢ ἀρθῇς ἢ διωχθῇς.
Προσειπὲ τοῖς ἀδελφοῖς μου πᾶσιν, ἐξαιρέτως Πέτρῳ, Τιθοΐῳ, Ἰγνατίῳ, Τιμοθέῳ καὶ τοῖς λοιποῖς.
Ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου διὰ τῆς πρεσβείας τοῦ πατρός μου.
Ἐμὲ οὐ δοκῶ ὅτι μεθιστᾷ, εἰ μὴ ἄρα πρὸς τὸ δεῖραι ἢ ἀλλῇ ἐξορίσαι.
Εὔχεσθε περὶ τῆς ταπεινώσεώς μου ἵνα ἰσχύς μου γένοιτο Χριστὸς δωρεὰν τῷ ὡς ἀληθῶς ἐκτρώματι.
Προσαγορεύουσίν σε οἱ ἀδελφοὶ γνησίως.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.