»»» Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ἀνάστασιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου λόγος εἰς τὴν ἀνάστασιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ἀναστάσεως ἡμέρα, ἀγαπητοί, καὶ πρὸς ἀθανασίαν μετάβασις καὶ τῶν οὐρανίων ἀγαθῶν ἡ μετάληψις. σήμερον ἀγγέλων ἐπιστασίαι καὶ ἀνθρώπων ἀναγέννησις, σήμερον ἀρχαγγέλων χωροὶ καὶ πιστῶν χαρμονή, σήμερον ἀφθαρσίας εὐαγγελία καὶ ἀθανασίας προοίμια.
Διόπερ ἀκολούθως καὶ δικαίως προσηγόρευται ἡ ἡμέρα αὐτὴ κυριακή· «Αὕτη γὰρ ἡ ἡμέρα, φησίν, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ». «Κυριακὴ» δὲ κέκληται, ἐπειδὴ τὸ κυριακὸν σῶμα ἐν αὐτῇ ἀνέστη καὶ πᾶσιν τὴν ἐκ νεκρῶν ἀνάστασιν ὑπέδειξεν. Τί δέ ἐστιν ἀνάστασις καὶ πόθεν τὴν προσηγορίαν ἔσχηκεν; Ἀνάστασίς ἐστιν ἡ τοῦ πεπτωκῶτος ἔγερσις καὶ ἡ τοῦ τεθνηκότος ἀνάκλισις.
Ἐπεὶ τοίνυν καὶ ἡμεῖς ἅπαντες διὰ τῆς παρακοῆς καὶ τῆς ἁμαρτίας ἦμεν καταπεπτωκότες καὶ τεθανατωμένοι ἐκ τῆς τοῦ διαβόλου ἀπάτης, τούτου χάριν ἐλθών ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς δι’οἰκείαν ἀγαθότητα καὶ πατρικὴν εὐσπλαγχνίαν, σαρκὶ παραγενόμενος οἰκονομικῶς καὶ μορφώσας ἑαυτὸν ἐν οἰκείῳ σκεύει, καθὼς ηὐδοκήσεν, τὸν ὑπὲρ ἡμῶν ἀνεδέξατο θάνατον, καθὼς γέγραπται· «Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς», ἵνα τῷ ἰδίῳ θανάτῳ ἡμᾶς τοὺς τεθανατωμένους τῇ ἁμαρτίᾳ ζωοποιήσῃ καὶ τῷ ἰδίῳ σταυρῷ τὸν ἡμῖν ἐπικείμενον θάνατον ἀφανίσῃ, ὅπως, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, παῤῥησιαζόμενοι μετὰ τοῦ ἀποστόλου λέγωμεν· «Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾍδη, τὸ κέντρον;» Ὅπερ ἑρμηνεύων ἐπάγει, λέγων· «Τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία, ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος, τῷ δὲ θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ».
Εὐφρανθῶμεν τοιγάρ, οἱ ἀγαπιτοί, σήμερον ἐπὶ τῇ νίκῃ καὶ τῇ ἀναστάσει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἥνπερ ἐχαρίσατο ἡμῖν, λέγων· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πάσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». Οὐκέτι γὰρ δεδοίκαμεν αὐτὸν ὡς τύραννον, ἀλλ’ὡς ὄφιν πατοῦμεν· ὡς δυνατὸν ἀποφεύγομεν, ἀλλ’ὡς αἰχμάλωτον δεσμοῦμεν, ταύτην λαβόντες ἐξουσίαν κατ’αὐτὸν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πάσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.
«Ὄφεις» δὲ καὶ «σκορπίους» ἐκάλεσε τοὺς δαίμονας διὰ τὸ τῆς κακίας ἰοβόλον καὶ φύσει κακοποιούς, ἀφ’ὧν ἐῤῥύσατο ἡμᾶς ὁ μονογενὴς Υἱὸς τοῦ θεοῦ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὥστε οἴδαμεν σαφῶς, ὅτι δαίμωνές εἰσιν καὶ ἐπιβλαβεῖς καὶ μή τις νομιζέτω αὐτοὺς θεοὺς εἶναι ἢ εὐεργετικούς, ὡς Ἑλλήνων παῖδες ἀπατηθέντες νομίζουσιν· ἐξ ὧν ἐῤῥύσατο ἡμᾶς ὁ κύριος διὰ τῆς ἀναστάσεως αὐτοῦ καὶ ἐξήρπασεν ἀπὸ τοῦ θανάτου τῆς ἁμαρτίας, ἑνώσας ἡμᾶς εἰς τὴν ἑαυτοῦ ἀγάπην καὶ δεσποτίαν.
Διὸ καὶ ὁ ψαλμῳδὸς λέγει· «Πάντα τὰ ἔθνη δουλεύσωσι αὐτῷ, ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυναστοῦ καὶ πένητα, ᾧ οὐχ ὑπῆρχεν βοηθός· φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει». «Πένητα» δὲ καὶ «πτωχὸν» τὸν ἐξ ἐθνῶν λέγει, τὸν μηδὲ κεκτημένον εὐσπλαγχνίας ἢ δικαιοσύνης λείψανον, διότι ὁ θεὸς οὐχ ὑπῆρχεν αὐτοῦ βοηθός. Νὺν δὲ καυχᾶται, λέγων· «Ὁ θεός μου βοηθός μου καὶ ἐλπιῶ ἐπ’αὐτῷ, ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν καὶ ἀπὸ λόγου ταραχώδους».
Δοξάσωμεν τοίνυν καὶ ἡμεῖς τὸν παθόντα καὶ ἀναστάντα δι’ἡμᾶς καὶ ᾄσωμεν μετὰ τοῦ προφήτου Δαυὶδ, λέγοντες· «Αὕτη <ἡ> ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», ὅτι Χριστὸς ἀπέθανεν καὶ ἀνέστη, καθὼς προεῖπεν· «Λύσατε γάρ, φησίν, τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγείρω αὐτόν». Καὶ ἵνα δείξῃ, ὅτι οὐκ ἦν παντοκράτωρ ὁ θάνατος, οὔτε κατὰ πάντων ἰσχύει, συνανέστησεν δὲ καὶ τοὺς προκεκοιμημένους.
Ἔχωμεν τοίνυν τὰς ἐλπίδας ἀρραγὲς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· διόπερ τὸ Πνεῦμα τὸ ἅγιον, συνεργοῦν καὶ συγχαῖρον τῇ ἡμετέρᾳ φύσει, εὐαγγελίζεται ἡμᾶς διὰ τοῦ προφήτου, λέγον· «Ἀναστήτω ὁ θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ», καὶ πάλιν· «Ἀνάστα, ὁ θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν», καὶ πάλιν· «Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, χαρήσονται τὰ πεδία καὶ πάντα ἐν αὐτοῖς». Εἰπὲ φανερῶς, διατί, ὦ προφῆτα; «Ὅτι κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν».
Τοιγαροῦν καὶ ἡμεῖς εἴπωμεν· «Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ», πιστεύοντες οὖν, ὅτι ἀνέστη ὁ κύριος ἡμῶν καὶ ἔστιν καὶ ἔσται καὶ διαμένει εἰς τοὺς αἰῶνας.
Ἑδραῖοι στῶμεν τῇ πίστει, ἔχοντες ἐλπίδα σωτηρίας, πιστὸς γὰρ ἐστὶν καὶ ἡμᾶς ζωοποιήσει τοὺς νεκρωθέντας τοῖς πταίσμασιν.
Μιμησώμεθα τοίνυν τὴν χήραν καὶ τῆς φιλοξενίας μὴ ἐπιλάθωμεν· τῷ πλησίον κακὸν μὴ ἀνταποδῶμεν· τῇ ἀγάπῃ ἑνώσωμεν ἑαυτούς, ἵνα τῆς βασιλείας τῶν οὐρανῶν ἀξιωθῶμεν καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν ἀγαθῶν, χάρητι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παπαδόπουλος-Κεραμεῦς Ἀ. ΙΕΡΟΣΟΛΥΜΙΤΙΚΗ ΒΙΒΛΙΟΘΗΚΗ,
ἤτοι ΚΑΤΑΛΟΓΟΣ ΤΩΝ ΕΝ ΤΑΙΣ ΒΙΒΛΙΟΘΗΚΑΙΣ
τοῦ ἁγιωτάτου ἀποστολικοῦ τε
καὶ καθολικοῦ ὀρθοδόξου πατριαρχικοῦ θρόνου
τῶν Ἱεροσολύμων καὶ πάσης
Παλαιστίνης ἀποκειμένων
ΕΛΛΗΝΙΚΩΝ ΚΩΔΙΚΩΝ. Τ. β ́. Πετρούπολις, 1894.