»»» Ἱστορία Ἀρχαία καί Σύντομος τοῦ Ὄρους Ἄθω
Ἱστορία Ἀρχαία καί Σύντομος τοῦ Ὄρους Ἄθω
Ἀντιγραφεῖσα ἐκ Παλαιᾱς καὶ ἱστορικῆς Περγαμηνῆς καὶ μεταγλωττισθεῖσα ἐκ τοῦ ἀραβικοῡ εἰς τὴν Ἑλληνίδα γλῶσσαν κατὰ τὸ 5390 ἔτος τῆς κοσμογονίας παρὰ Βενιαμίν Μοναχοῦ Ἄραβος, Βιβλιοφύλακος δὲ τῆς Ἱερᾶς Μονῆς τοῦ Θεοβαδίστου Ὅρους Σινᾶ.
Μετὰ τὴν τριήμερον τοῦ Χριστοῦ Ἀνάστασιν, τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν κατὰ τὸ 5541 τῆς κοσμογονίας, ἦσαν πάντες οἱ Ἀπόστολοι κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ὁμοθυμαδὸν ἐν τῷ ὑπερώῳ τῆς Ἁγίας Σιών, σύν ΜΑΡΙΑΜ τῇ μητρὶ τοῦ Κυρίου ἡμῶν, καὶ ἔβαλον κλήρους πρὸς ἑαυτοὺς εἰς τὸ ὄνομα ἑκάστου τόπου ἐκ τῶν Ἀποστόλων καὶ ποῦ ἀπελθεῖν κηρῦξαι τὸ Εὑαγγέλιον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ἔδοξε οὖν τῇ μητρὶ τοῦ Κυρίου αἰτήσασθαι κλῆρον, ὥστε μηδ’ αὕτη εἴη ἄμοιρος τοῦ κηρύγματος. Βαλόντες γοῦν κλῆρον ἔπεσεν ἐπ’ αὑτὴν ὁ κλῆρος ἀπελθεῖν εἰς Ἰβηρίαν τοῦ κηρῦξαι, ἡ δὲ ἀσμένως ἐδέξατο καὶ ἡτοιμάζετο ἀπελθεῖν· ἐπιστὰς τότε ὁ Ἀρχάγγελος Γαβριήλ ἔφη αὐτῇ: Θεοτόκε Παρθένε, Ἰησοῦς Χριστὸς ὁ ἐκ σοῦ γεννηθείς, οὔτω σοι κελεύει, μὴ χωρισθῇς τῆς Ἰουδαίας γῆς, ἤτοι τῆς Ἱερουσαλήμ· ὁ γάρ τόπος ὅς σοὶ κεκλήρωται, οὐκ ἐστιν ἡ Ἰβηρία, ἀλλ’ ἡ Χερσόνησος τῆς Μακεδονίας «Τὸ Ὄρος Ἄθω» καλούμενον, ὅπερ ἀπὸ τοῦ σοῦ προσώπου φωτισθήσεται.
Λάζαρος δὲ ὁ τετραήμερος ἀναστὰς ἦν ἐν τῇ νήσῳ Κύπρῳ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἀπειλούντων φονεῦσαι αὐτόν. Οὗτος χειροτονηθείς ποιμὴν τῶν ἐν τῇ νήσῳ Κύπρῳ ὑπὸ Βαρνάβα τοῦ Ἀποστόλου, πολλάκις ἠθέλησεν ἀπελθεῖν εἰς Ἱερουσαλήμ καὶ ἰδεῖν τὴν Μητέρα τοῦ Κυρίου, ἀλλ’ οὐκ ἐτόλμα ἀπελθεῖν διὰ τὴν λύσσαν τῶν ἐκεῖ Ἰουδαίων καὶ εὐρίσκετο ἐπὶ τούτῳ ἐν ἀδημονίᾳ πολλῇ. Γνοῦσα δὲ ἡ Θεοτόκος τὴν αὐτοῦ θλίψιν καὶ ἀθυμίαν, ἔγραψε πρὸς αὐτὸν ἀποστεῖλαι πλοιάριον ἵνα ἀπέλθῃ πρὸς αὐτόν. Ὁ δὲ μετὰ πολλῆς χαρὰς καὶ προθυμίας τοῦτο ἐποίησεν· προευτρεπίσας πλοῖον ἀπέστειλεν εἰς Ἰόππην. Ἡ δὲ Θεοτόκος παραλαβοῦσα Ἰωάννην, παρθένον ἀπόστολον καὶ Εὐαγγελιστὴν καὶ ἐτέρους συνοδοιπόρους καὶ κατασκευάσασα καὶ δῶρα διὰ τὸν Λάζαρον ἡ ἰδία, ἤτοι ὠμοφόριον καὶ ὑπομάνικα, καὶ ἐμβάντες πάντες εἰς τὸ πλοῖον ἀπέπλεον εἰς Κύπρον, ἀλλ’ ἀνέμου ἐναντίου ἀντιπνεύσαντος καὶ τῶν κυμάτων τῆς θαλάσσης ἀντικειμένων, θαυμασίως ἀπεκόμισαν τὸ πλοῖον εἰς τὸ «Ὄρος τοῦ Ἄθω», εἰς τὸν ἀσκάλωνα τὸν τοῦ Κλήμεντος καλούμενον λιμένα, ἔνθα καὶ Μονὴ ἴδρυταν· τὸ δὲ Ὄρος τότε ἦν ὅλον κατείδωλον, καὶ γάρ ἐκεῖσε ἴστατο τὸ τοῦ Ἀπόλλωνος ἱερεῑον. Ἔνθα ἐπὶ τούτῳ οἱ πανταχόθεν τῆς οἰκουμένης Ἕλληνες εἰς τοῦτο τὸ Ὅρος συνέτρεχον ὅπερ σεβόμενον εἶχον ὡς Μέγα τι καὶ Σεβάσμιον, οἱ μὲν εἰς προσκύνησιν τοῦ Ἀπόλλωνος ἥκοντο, οἱ δὲ χάριν αἰνιγμάτων προφητειῶν καὶ μαντευμάτων· καὶ ἤν ἐκεῖ πᾶσα τοῦ Διαβόλου ἐπιστήμη καὶ μέθοδος κατεμανθάνετο. Τότε τοιγαροῦν ὅτε ἡ Θεοτόκος ἀφίκετο, ἄνδρες κ.τ.π. κραυγὴ σύγχυσις καὶ βοὴ μεγάλη γέγονεν ἐκ πάντων τῶν ἐν τῷ Ἄθῳ εἰδώλων καὶ γενομένης κραυγῆς τοιαῦτα ἠκούετο. «Ἄνδρες οἱ τοῦ Ἀπόλλωνος ἄπαντες πορευθέντες εἰς τὸν τοῦ Κλήμεντος λιμένα προϋπάντησαν τὴν Μητέρα τοῦ Μεγάλου Θεοῦ Μαρίαν» καὶ πάντες θαυμάζοντες ἐπὶ τοῖς διαθρυλουμένοις, εἰς τὸν λιμένα συνέτρεχον μετὰ σπουδῆς, ἔνθα εὐρόντες τὸ πλοῖον καὶ ἰδόντες καὶ τὴν Μητέρα τοῦ Μεγάλου Θεοῦ, ἐπυνθάνοντο τί ἐστιν; ἡ δὲ Μήτηρ τοῦ Κυρίου ἀφόβως ἐφανέρωσεν ἑαυτὴν αὐτοῖς, εἰποῦσα; «ὅτι ἐγώ εἰμι»· οἱ δὲ λαβόντες αὐτὴν μετὰ πάντων τῶν ἐν τῷ πλοίῳ ἀπήγαγον μετὰ δέους καὶ σεβασμοῦ εἰς τὸ αὐτῶν Συναγωγεῖον, καὶ ἐπερωτῶντες αὐτὴν ἔλεγον «Φράσον ἡμῖν, Κυρία, πῶς ἐγέννησας τὸν Μέγαν Θεόν;». Ἡ δὲ ἀνοίξασα τὸ μακάριον αὐτῆς στόμα ἐλάλησε ἑλληνιστί, φανερώσασα ἅπαντα τὰ ἐν ἑαυτῇ γεγονότα, καὶ ἅπαν τὸ Θεῑον Μυστήριον τῆς Ἑνσάρκου Οἰκονομίας ἐξηγήσατο.
Οἱ δὲ ἐπιγινώσκοντες αὐτὴν οὖσαν Ἑβραίαν, ἐθαύμαζον, πῶς οἶδε τὴν ἑλληνίδα γλῶσσαν, ἀγνοοῦντες ὅτι ἐκεῖνο τὸ Πνεῦμα ὅπερ ἐπεφοίτησεν ἐπὶ τοὺς Ἁγίους Ἀποστόλους, καὶ ἐλάλουν τὰς διαφόρους γλώσσας, τὸ αὐτὸ Πνεῦμα τὸ Ἅγιον ἐχορήγησεν καὶ εἰς αὐτὴν λαλεῖν ἑλληνιστί, σημεῖα δὲ καὶ θαύματα οὐκ ὁλίγα ἐνώπιον αὐτῶν ἐπεδείξατο.
Εὐλογήσασα δε αὐτοὺς καὶ διδάξασα ἐφείλκυσεν εἰς τὴν Πίστιν τοῦ Χριστοῦ ἅπαντας, οὕς καὶ ἐβάπτισεν εἰς τὸ Ὅνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεῦματος, χειροτονήσασα αὐτοῖς ἐκ τῶν συνοδοιπόρων αὐτῆς ποιμένα καὶ διδάσκαλον, ἐχάρη χαράν μεγάλην καὶ ἠγαλλιάσατο τῷ πνεύματι περὶ πάντων τῶν γενομένων, καὶ ηὐχαριστήσατο λέγουσα: Οὐκ εἴασέ με ὁ Υἱός μου καὶ Θεὸς ἄμοιρον κλήρου, προσηῦξατο δὲ ἐπὶ τὸν τόπον τοῦτον καὶ κλῆρον αὐτῆς εἰποῦσα: Κύριε Υἱέ μου καὶ Θεέ μου, εὐλόγησον τὸν τόπον τοῦτον καὶ κλῆρον μου, καὶ ἔκχεον τὸ ἔλεός σου ἐπ’ αὐτόν, καὶ φύλαξον αὐτὸν ἀβλαβῆ μέχρι τῆς συντελείας τοῦ αἰῶνος τούτου, καὶ τούς κατασκηνώσαντας ἐν αὐτῷ διὰ τὸ ὄνομά Σου τὸ Ἅγιον, καὶ τὸ ἐμὸν ὥστε διὰ μικροῦ κόπου καὶ ἀγῶνος τῆς μετανοίας, ἀφεθῆναι αὐτοῖς τὰ πολλὰ αὐτῶν ἁμαρτήματα, ἔμπλησον αὐτοὺς παντὸς ἀγαθοῦ καὶ ἀναγκαίου ἐν τῷ αἰῶνι τούτῳ καὶ ζωῆς αἰωνίου ἐν τῷ Μέλλοντι, καὶ δόξασον ὑπὲρ πάντα τόπον τὸν τόπον τοῦτον, καὶ θαυμάστωσον διὰ παντοίων θαυμασίων· καὶ πλήρωσον αὐτὸν ἐκ παντὸς Ἔθνους τῶν ὑπὸ τὸν Οὐρανόν, τῶν κεκλημένων τῷ ὀνόματί Σου, καὶ πλάτυνον τὰ σκηνώματα αὐτῶν ἐν αὐτῶ, ἀπ’ ἄκρου ἔως ἄκρου αὐτοῦ, ἀπὸ Βορρᾶ καὶ Νότου ἀπάλλαξον αὐτοὺς τῆς αἰωνίου Κολάσεως, καὶ σῶσον αὐτοὺς ἐκ παντὸς πειρασμοῦ ἐξ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ πάσης Αἱρέσεως, καὶ εἰρήνευσον τῷ Ὀρθοδόξῳ Δόγματι. Ταῦτα εὐχηθεῖσα ἡ Θεοτόκος, φωνὴ ἐγένετο οὐρανόθεν ἀποκριθεῖσα αὐτῇ:
Ὅσα προσηύξω, Μήτερ μου, οὕτως ἐσται σοι πάντα, ἐάν καὶ αὐτοὶ τὰ ἐντάλματά μου φυλάξωσιν. Ἀπὸ τοῦ νῦν καὶ ἐξῆς ἔστω ὁ τόπος κλῆρος Σὸς καὶ περιβόλαιον Σὸν καὶ παράδεισος, ἔτι δὲ Λιμὴν Σωτήριος τῶν θελόντων σωθῆναι, ἀλλὰ καὶ προσφυγὴ καὶ καταφύγιον καὶ λιμὴν ἀτάραχος τῆς μετανοίας τῶν πεφορτισμένων ἐν πολλαῖς ἁμαρτίαις.
Ταῦτα ἐνωτισθεῑσα ἡ Θεοτόκος καὶ εὐχαριστήσασα τῷ Υἱῷ αὐτῆς καὶ τὸν τόπον εὐλογήσασα λόγοις καὶ πράξεσιν θαυμασίοις καὶ τὸν συντρέξαντα λαὸν πρὸς ὑπάντησιν καὶ πρόπεμψιν αὐτῆς, εἰς Κύπρον ἀπέπλευσεν, ὁ δὲ Λάζαρος βλέπων τὴν βραδύτητα αὐτῆς μὴ εἰδὼς τὴν αἰτίαν ἦν ἐν ἀγωνίᾳ πολλῇ καὶ ἀθυμίᾳ νομίζων ὅτι ναυαγίῳ περιέπεσεν, διὸ καὶ ἀπαρακλήτως ἐθρήνει τὴν συμφοράν.
Ὡς δὲ ἀθρόως ἰδών τὸ πλοῖον προσεγγίσαι εἰς Κύπρον σῶον καὶ αἴσιον, χαράν μεγάλην ἐχάρη προσυπαντήσας αὐτὴν τε καὶ πάντας τούς μετ’ αὐτῆς καὶ ἀσπασάμενος ἐπυνθάνετο περὶ τῆς αἰτίας τῆς βραδύτητος. Ἡ δὲ Μήτηρ τοῦ Κυρίου διηγήσασα πάντα τὰ συμβεβηκότα ἐπὶ τὸ ταξίδιον καὶ τὴν αἰτίαν πῶς παρ’ ἐλπίδα ἥρπασεν ὁ ἄνεμος τὸ πλοῖον σὐν τοῖς κύμασι τῆς θαλάσσης καὶ ἀπεκόμισεν τὴν ἑβδόμην ἠμέραν εἰς τὸ Ὄρος τοῦ Ἄθω, ὅρος τῆς Μακεδονίας καὶ ἐξιστορήσασα πάντα τὰ ἐν αὐτῷ πραχθέντα αὐτῇ καὶ κελευσθέντα παρὰ τοῦ Υἱοῦ αὐτῆς καὶ Θεοῦ, ἔδωκε τῷ Λαζάρῳ τὰ κομισθέντα δῶρα ἐξ Ἱερουσαλήμ, δηλαδὴ τὸ ὠμοφόριον καὶ ὑπομάνικα καὶ συγχαρήσαντες ἐν ἀλλήλοις καὶ συνευφρανθέντες ἐδόξασαν τὸν Θεόν, τὸν τοιαῦτα κοσμοσωτήρια ἔργα ποιοῦντα· διατρίψασα δὲ ἡ Θεοτόκος ἡμέρας τινὰς ἐν Κύπρῳ παρὰ τῷ Λαζάρῳ ὑπέστρεψεν αὖθις μετὰ τοῦ ἰδίου πλοίου εἰς Ἰόππην καὶ ἐκεῖθεν εἰς Ἱερουσαλήμ. Ἔζησε δὲ ἡ Κυρία Θεοτόκος ἐν τῇ σωματικῇ αὐτῆς ἡλικία, ζωὴν τὰ πάντα πεντήκοντα καὶ ἐννέα ἔτη (ἀριθμ. 59) καὶ μετὰ τὴν Ἀνάληψιν τοῦ Υἱοῦ αὐτῆς προσέτι ἕνδεκα (11) ἕτη καὶ ἐκοιμήθη.
Θανούσης δὲ αὐτῆς οἱ πρόκριτοι τῶν Ἀποστόλων Θείᾳ δυνάμει θαυμασίως ἁρπαγέντες ἐκ τῶν περάτων τῆς οἰκουμένης, ἔνθα ἐκήρυττον τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ὡς ἐξ ὕπνου ὁμοχάρως εὑρέθησαν εἰς Ἱερουσαλήμ, ἔνθα ταυτοχρόνως ἀθροισθέντες καὶ κηδεύσαντες τὸ Πανίερον καὶ Παρθενικὸν αὐτῆς Σῶμα ἐνεταφίασαν εἰς τὸ χωρίον Γεθσημανῆ πρὸς ἀνατολὰς τῆς Ἱερουσαλήμ, ὅπερ καὶ μετέστη Ἅφθαρτον εἰς Οὐρανοὺς πρὸς τὸν Υἱὸν Αὐτῆς, πρίν ἀνεωχθήναι τὸν τάφον ὑπὸ τῶν Ἀποστόλων κατὰ παράκλησιν ὑπὸ τοῦ Ἀποστόλου Θωμᾶ, κατ’ οἰκονομίαν Θεοῦ ὕστερον παραγενομένου εἰς Ἱερουσαλήμ.
Περὶ δὲ τοῦ Ὄρους Ἄθω διαλαμβάνει ὁ Ἅγιος Ἰωάννης ὁ Εὐαγγελιστής ἐν αἰνίγματι ἐν τῇ ἀποκαλύψει αὐτοῦ, οὑτωσί: «Καὶ ἐδόθησαν τῇ γυναικὶ δύο πτέρυγες τοῦ ἀετοῦ τοῦ μεγάλου, ἵνα πέτηται εἰς τὴν ἔρημον, εἰς τὸν τόπον αὐτῆς, ὅπως τρέφηται ἐκεῖ καιρὸν καὶ καιρούς, καὶ ἥμισυ καιροῦ ἀπὸ προσώπου τοῦ ὄφεως». Τὰ ρήματα ταῦτα ἑρμηνευόμενα δηλοῦσι αἱ δύο πτέρυγες τὰς δύο Διαθήκας, τήν τε Παλαιάν καὶ τὴν Νέαν, ἡ δὲ γυνὴ τὴν Ὀρθόδοξον Ἐκκλησίαν, ἐν ᾗ ὑμνεῖται ὁ Θεὸς καὶ δοξάζεται ὀρθῶς ἐν τῇ ἐρήμῳ τοῦ Ὄρους Ἄθω, ἔνθα εὑρίσκει ἄνεσιν καὶ ἡσυχίαν ἀπὸ τῶν αἱρετικῶν καὶ τῶν ζιζανίων τοῦ ἐχθροῦ. Ταῦτα τὰ αἰνιττόμενα παρὰ τοῦ Ἁγίου Ἰωάννου, περὶ τοῦ Ὅρους Ἄθω. Μετὰ ταῦτα σαφέστερον καὶ καθαρώτερον ἀποκαλυφθήσονται ἐν τῷ καιρῷ αὐτῶν.
Ἐν δὲ ταῖς ἡμέραις τοῦ Μεγάλου Βασιλέως Κωνσταντίνου τοῦ Ἰσαποστόλου καὶ Πρώτου Βασιλέως τῶν Χριστιανῶν, γυνή τις εἰσεβής καὶ ἄκρως ἐν ἀσκήσει οὖσα καὶ τῇ Ὀρθοδόξῳ πίστει διαλάμπουσα, Μαρία καὶ αὑτῆς τὸ ὄνομα, ἀπηνέχθη αἰχμάλωτος εἰς Ἰβηρίαν· αὕτη διδάξασα τοὺς ἐν Ἰβηρίᾳ καλῶς καὶ πλεῖστα θαύματα ἑπιτελοῦσα ἐχειραγώγησεν αὐτοὺς εἰς τὴν ἀληθῆ πίστιν τοῦ Χριστοῦ, οἵτινες καὶ πιστεύσαντες καὶ κατηχηθέντες, ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεῦματος· ὁ δὲ Μέγας Κωνσταντῖνος, ὁ Βασιλεύς, κατακτήσας καὶ τὴν Ἰβηρίαν ἀπέστειλεν αὐτοῖς Ἀρχιερέα Ποιμένα καὶ Διδάσκαλον ἵνα ποιμένοι αὐτοὺς καὶ οὕτως ἐπληρώθη τὸ αἰνιγματωδῶς ῥηθὲν ὑπὸ τοῦ Ἀρχαγγέλου Γαβριήλ πρὸς τὴν Θεοτόκον, ὅτι ἡ γῆ ἡ σοὶ κεκλήρωται ὑπὸ Σοῦ ὀνόματος φωτισθήσεται, διότι καὶ ἐκείνη Μαρία ἐκαλεῖτο, ὅπερ καὶ ἐγένετο ἐπὶ τῶν ἡμερῶν τοῦ Μεγάλου Κωνσταντίνου τοῦ Βασιλέως, ὅστις θείῳ ζήλῳ κινούμενος καταστρέψας πάντας τοῦς βωμοὺς τῶν εἰδώλων σὺν τοῖς εἰδώλοις εἰς τὸ τέλος ἠφάνισε, καὶ τότε τὸ ὄνομα τοῦ Χριστοῦ τοῦ Υἱοῦ τοῦ Θεοῦ εἰς πάντα τόπον ὑμνεῖτο καὶ ἐδοξολογεῖτο ὑπὸ τῶν πιστευσάντων Χριστιανῶν. Τότε καὶ οἱ κατοικοῦντες Ἕλληνες τὰς πόλεις τοῦ Ὄρους Ἄθω καταλιπόντες κατῴκησαν εἰς διαφόρους χώρας τῆς Ἑλλάδος, ἀφέντες τὸ Ὄρος Ἄθω ἁρμόδιον κατοικητήριον καὶ λιμένα σωτήριον τῶν Μοναχῶν, ἵνα πληρωθῶσιν ἐν αὐτῷ πάντα τὰ προφητευθέντα ὑπὸ τῆς Κυρίας Θεοτόκου καὶ αἰτηθέντα παρὰ τοῦ Υἱοῦ Αὐτῆς. Τῶν μὲν Ἑλλήνων τῶν κατοικούντων τὰς πόλεις τοῦ Ὄρους Ἄθῳ τῆς Χερσονήσου ἀπὸ καιρὸν εἰς καιρὸν ἀναχωρούντων, τῶν δὲ εἰς Χριστὸν πιστευόντων καὶ πληθυνούντων, οὐδεὶς πλέον ἐλάτρευεν τὰ εἴδωλα.
Τότε καὶ ὁ Μέγας Κωνσταντῑνος ὁ Βασιλεὺς μετοικήσας ἀπὸ Ρώμης εἰς τὸ Βυζάντιον μετωνομάσας αὐτὸ επὶ τῷ ὀνόματι αὐτοῦ Κωνσταντινούπολιν καὶ Νέαν Ρώμην, διέταξεν ἔνθα ἦσαν αἱ πόλεις τοῦ Ὄρους Ἄθω ἐν αἷς καὶ ἐλάτρευον τὰ εἴδωλα τῶν δαιμόνων, ὡς θεοὶ οἵ οὐκ ἦσαν θεοὶ ἀλλὰ ψευδώνυμοι, ἐσαεὶ νὰ οἰκοδομῶσι ἱεροὺς Ναούς ὅπως ὑμνῆται καὶ δοξολογῆται τὸ ὄνομα τοῦ ἀληθινοῦ Θεοῦ.
Καὶ πρῶτος αὑτὸς ἀνήγειρεν ἐκ βάθρων ἱερὸν Ναὸν εἰς τὸ ὄνομα τῆς Μητρὸς τοῦ Θεοῦ. Ἐν τῷ τοῡ Κλήμεντος Λιμένει, ἔνθα καὶ τὸ πλοῖον πρῶτον προσωρμίσθη, καὶ δεύτερον ὅμοιον ἔνθα πρῶτον ἀγαγόντες τὴν Θεοτόκον εἰς τὸ Συναγωγεῖον αὐτῶν ὑπεδέχθησαν ἐν τῷ ζυγακτικῷ καλουμένῳ καὶ τρίτον ὅμοιον εἰς Ἰόππην ἔνθα πρῶτον εἰσῆλθεν ἡ Θεοτόκος εἰς τὸ πλοῖον, ἔνθα νῡν ἀνεγείρονται ναοί, ἐκεῖσε μεταποιοῦνται εἰς Σεμνεῑα εἰς τὸ παρθενεύειν καὶ συζεῑν πολλοὺς ἅμα ἐπὶ τὸ αὐτό. Τὸ δὲ αἰτηθέντα παρὰ τῆς Θεοτόκου ἀπὸ τοῡ Υἱοῦ αὐτῆς, ἤρξαντο καθώς πληροφορούμεθα πληροῡσθαι καὶ καλεῖσθαι τὸ Ὄρος ἐκεῖνο, οὐχὶ Ὄρος ἁπλοῦν, ἀλλ’ Ὄρος Ἅγιον. Κῆπος, περιβόλαιον καὶ παράδεισος τῆς Θεοτόκου ἔνθα οὐκ εἰσὶ ξύλα πεφυτευμένα ἄψυχα, ἀλλὰ δένδρα ἔμψυχα, δηλ. Ἅγιοι πλήρεις καρπῶν ἐναρέτων ἔργων καὶ φύσιν θαυμάτων καὶ τεραστίων, διότι ἕνεκα τῆς καταδρομῆς τῶν Ἰσμαηλιτῶν πολλοὶ ἐντεῦθεν διασωθέντες ἐκ τῆς σφαγῆς αὐτῶν, κατέφυγον εἰς τὸ Ἅγιον Ὄρος ἐκεῖνο ὠς εἰς τι ἄσυλον καὶ ὠχυρωμένον φρούριον ἀπὸ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων καὶ πάσης αἱρέσεως, τὴν Μοναχικὴν φιλοσοφίαν κατεργαζόμενοι ἐν ἡσύχῳ τόπῳ ἵνα ἀξιωθῶσι τῆς βασιλείας τῶν Οὐρανῶν. Μεθ’ ὡν εἴθε κάγῶ ὁ οἰκτρῶς ἀξιωθῆναι πρεσβείαις καὶ ἱκεσίαις αὐτῶν, καὶ τῆς Πανάγνου Μητρὸς Θεοτόκου Μαρίας, καὶ Πάντων τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων Ἁγίων. Ἀμήν-
Ἀπὸ τῆς Κοσμογονίας
ε.ρ.υ.ἤτοι 6120