»»» Λόγος εἰς τὸν Ἅγιον Ἰωάννην τὸν Πρόδρομον καὶ Βαπτιστήν
Λόγος εἰς τὸν Ἅγιον Ἰωάννην τὸν Πρόδρομον καὶ Βαπτιστήν
Ἁγίου Ἱωάννου τοῦ Χρυσοστόμου
Οἱ ἀνθηρότατοι λειμῶνες ἄνθεσι χρυσοκόμοις πεποικιλμένοι, δένδρεσι καλλιπνόοις κοσμούμενοι, ὄρνεσι καλλιφώνοις κλονούμενοι, καὶ τὴν ἀκοὴν τῶν ἀνθρώπων θέλγουσι,
καὶ τὴν ὅρασιν θάλπουσι.
Τοῦ γὰρ ἡλίου τὰς χρυσᾶς αὐγὰς κυκλοτερῶς περιστίλβοντος, ἀνακλώμεναι αἱ αἶγλαι πυραυγεῖς ἀνταστράπτουσι λαμπηδόνας.
Ἐκεῖ τραυλαὶ λάλων ὀρνίθων, συριγγώδεσι κλαγγαῖς λιγυρὸν ἀποπέμπουσι μέλος·
ἐκεῖ ἀνέμων εὐήχων ζέφυροι ἐν ταῖς κυκλότησι τῶν ὀρνέων ἐριζούσαις, τῶν κρημνῶν κοιλάδας σαλεύοντες,
ἐν εἰκόνι κιθάρας ὁμοφώνως ᾄδουσιν·
ὡς καὶ τοὺς ἐν ταῖς καλύβαις οἰκοῦντας ποιμένας τε καὶ βουνόμους, ἔναυλα ἔχοντας τὰ τῶν μουσικῶν ὀρνίθων λυρικὰ μελῳδήματα, δόναξι πολυφθόγγοις ἀντίμιμα κελαδοῦντας, κατὰ παντὸς τερπνοῦ τόπου καὶ πάσης βοτάνης τὰς ἄρνας πραέως φέρειν.
Ἀλλ' ἐκεῖ μὲν πηγὴ ἀθλοφόρα νάματα βρύει, ἐνταῦθα δὲ μελίστακτον σοφίας Θεοῦ δίδαγμα λάμπει· ἐκεῖ μουσικῶν ὀρνίθων λιγυρίσματα, ἐνταῦθα ψαλμῶν ἁγίων μελῳδήματα·
ἐκεῖ τρυγὼν ἡ φιλέρημος δενδροβατοῦσα, γοεροῖς μέλεσι τὸ καλλίχροον ἔαρ σημαίνει, ἐνταῦθα ὁ ἐν ἀκρίσι καὶ μέλιτι τραφεὶς Ἰωάννης, τοῖς ἐρημικοῖς κηρύγμασι, μᾶλλον δὲ πνευματικοῖς, τὰς Ἐκκλησίας κινήσας, τὸ οὐράνιον ἔαρ ἐπιφανὲν τῷ κόσμῳ σαλπίζει.
Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις, φησὶ, παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ, καὶ λέγων·
Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις.
Ἐν ταῖς Ἰησοῦ τοῦ Θεοῦ ἀποδείξεσιν, ἐν ταῖς τοῦ οὐρανίου βασιλέως ἀποδημίαις, ἐν ταῖς τοῦ ἀϊδίου φωτὸς ἀναλάμψεσιν,
Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ Βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ.
Οὐχὶ ἐν τῇ οἰκουμένῃ·
ὅτι ἔρημος ἦν ἡ τῶν ἀνθρώπων κατάστασις, μήπω οἰκουμένη ὑπὸ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος.
Τί δὲ ἐκήρυσσε;
Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Ὢ μετάνοια ἐν αὐτοῖς τοῖς δάκρυσι τὴν ζωὴν θερίζουσα, καὶ ἐν τῷ νυμφικῷ πέπλῳ τὸ νυμφικὸν φέγγος στολιζομένη!
ὢ μετάνοια, διαβόλου κατήγορε, ἐπιστρεφόντων συνήγορε!
Εἶχε δὲ ὁ Ἰωάννης τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματικὴν περὶ τὴν ὀσφὺν αὐτοῦ. Περιβλεψώμεθα, ἀγαπητοὶ, τὸ ἔνδυμα Ἰωάννου·
ἴσως τὸ ἐκείνου ἔνδυμα αἴνιγμα ἡμῖν σωτηρίας γένηται.
Ἐκεῖνο ἔχει τὴν εἰκόνα τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων λαῶν.
Εἶχε, φησὶ, τὸ ἔνδυμα ἀπὸ τριχῶν καμήλου.
Καμήλῳ πολλάκις παρεικάζει ἡ Γραφὴ τὸν διάβολον, διὰ τὸ πολύογκον καὶ πολύστρεβλον καὶ βαρυμήνιον.
Ὁ τὴν σκοπιὰν θεωρήσας ἐν τῷ Ἡσαΐᾳ λέγει·
Εἶδον ἀναβάτην ὄνου, καὶ ἀναβάτην καμήλου.
Ἀναβάτην ὄνου λέγει τὸν Χριστὸν,
ἐπειδήπερ ὄνῳ καθεσθεὶς εἰσῆλθεν εἰς Ἰεροσόλυμα·
ἀναβάτην καμήλου, τὸν ἐπ' ἐσχάτου τῶν ἡμερῶν κατ' ἐνέργειαν τοῦ διαβόλου ἐπιφοιτῶντα τῷ κόσμῳ ἀντίχριστον.
Εἶχε δὲ τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου ὁ Ἰωάννης. Ἤδη γὰρ τῷ κηρύγματι τῆς εὐσεβείας τοὺς δίκην τριχῶν καλύπτοντας ἐθνικοὺς πρὸς ἑαυτὸν καταστρέψας, κἀκεῖνον γυμνώσας, καὶ τὴν Ἐκκλησίαν πυκνώσας, τῇ ἑνότητι τῆς πίστεως τὸ σῶμα τῆς Ἐκκλησίας ἐξυφάνας, ἑαυτῷ περιβόλαιον σωτηρίας ἐξειργάσατο.
Εἶχε δὲ ζώνην δερματικὴν περὶ τὴν ὀσφὺν αὐτοῦ.
Ὀσφύος μνημονεύει καὶ ζώνης δερματικῆς ἡ Γραφὴ, ἵνα τὸ γεννητικὸν πάθος τῆς ἁγνείας διὰ τῆς ἔξωθεν ἐκ νεκροῦ δέρματος περικειμένης ζώνης νενεκρωμένον εἶναι σημαίνῃ.
Ἐκείνη γὰρ τῆς ἔνδοθεν κρυπτομένης παρθενίας ἦν ἀψευδὴς κατήγορος.
Ἤσθιε, φησὶν, ἀκρίδας, καὶ μέλι ἄγριον.
Τοὺς ἀποπηδῶντας Ἰουδαίους τοῦ νόμου καὶ τῶν ἐντολῶν λέγει, ὥς φησιν ἡ Γραφή·
Ἐξήλατο ὡς ἀττέλαβος ὁ σύμμικτός σου,
ἢ ὡς ἀκρὶς ἐπὶ φραγμῷ ἐν ἡμέρᾳ πάγους.
Ἀνέτειλεν ὁ ἥλιος·
καὶ ἀφήλατο, καὶ οὐκ ἔγνω ἔτι τὸν τόπον αὐτοῦ.
Μέλι δὲ ἄγριον, διὰ τὸ τοὺς Ἰουδαίους τὴν γλυκύτητα τοῦ νόμου τῇ παραβάσει τῶν ἐντολῶν ἐξαγριᾶναι.
Τότε παραγίνεται πρὸς αὐτὸν ὁ Ἰησοῦς, φησὶν, ἐπὶ τὸν Ἰορδάνην, ἐπὶ τὸ βαπτισθῆναι ὑπ' αὐτοῦ.
Ὁ δὲ διεκώλυεν αὐτὸν, λέγων·
Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπε πρὸς αὐτόν·
Ἄφες ἄρτι· δεῖ σε μάρτυρα γενέσθαι τῆς εἰς ἐμὲ πεμπομένης φωνῆς ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην.
∆εῖ με διδάξαι, ὅτι Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
∆εῖ με οὖν πρῶτον ποιῆσαι, καὶ τότε διδάξαι,
ἵνα μὴ ἔχωσι πρόφασιν οἱ Ἰουδαῖοι·
Ὁ διδάσκων ἑτέρους, σεαυτὸν οὐ διδάσκεις;
Ἄφες ἄρτι·
δεῖ γὰρ τὸ ῥῆμα τοῦ καρτεροψύχου Ἰὼβ στῆναι, τὸ,
Οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ εἴη· δεῖ με ἀποσμῆξαι τὴν παλαιὰν τοῦ σώματος ἁμαρτίαν· δεῖ με τῷ Πνεύματι καινίσαι τὴν ψυχὴν, καὶ ὕδατι τὸ σῶμα.
Ἄφες ἄρτι·
δεῖ με ἀνοῖξαι τὴν τοῦ ὕδατος καὶ Πνεύματος μήτραν, ἵνα γένωμαι πρωτότοκος πολλοῖς ἀδελφοῖς.
Ἐκ ταύτης γὰρ τῆς μήτρας τοὺς ἀποσφαλέντας Ἰουδαίους ἐλέγχει ὁ προφήτης κατηγορῶν·
Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας.
Τότε ἀφίησιν αὐτόν.
Καταβάντος δὲ τοῦ Ἰησοῦ ἐν τῷ Ἰορδάνῃ, ἦν ἰδεῖν, ἀγαπητοὶ, θαῦμα μέγα, πηγὴν ἐν τῷ ποταμῷ λουομένην,
καὶ ποταμὸν ἐν τῷ ποταμῷ βαπτιζόμενον.
Πηγὴ γὰρ ὁ Χριστὸς, καθὼς λέγει αὐτός·
Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.
Καὶ ἡ νύμφη, ἡ Ἐκκλησία πρὸς αὐτόν·
Πηγὴ ἐσφραγισμένη, ἡ ἀποστέλλουσα.
Ὁ αὐτὸς ποταμὸς, καθώς φησιν ὁ προφήτης·
Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων.
Κατῆλθεν ἐπὶ τὰ ὕδατα, καὶ ἡγιάσθησαν, καὶ ὑγίασεν αὐτά. Εἴ τίς ἐστιν ὑμῶν ἀμύητος, ἀγαπητοὶ, τοῦ βαπτίσματος, ἐλθέτω καὶ θεωρησάτω πῶς ὁ Πατὴρ οὐρανόθεν κράζει· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε.
Ἰορδάνης κράζει, τὸ Πνεῦμα τὸν ἀέρα καθαρίζει, τὸν Υἱὸν καλεῖ ὁ Πατὴρ, τὸν οὐρανὸν καθαρίζει ὁ Υἱὸς, τὴν γῆν καλλωπίζει τὸ Πνεῦμα, τὸν ἀέρα λαμπρύνει.
Νῦν πληροῦται τὸ πάλαι ὑπὸ τοῦ προφήτου εἰρημένον· Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα.
Ἡμέρα ὁ Πατὴρ, ἡμέρα ὁ Υἱός.
Ὁ Πατὴρ τῷ Υἱῷ ἐρεύγεται ῥῆμα, καθὼς ὁ Παῦλος λέγει· Λάβετε τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστιν ῥῆμα Θεοῦ·
ᾧ τινι ῥήματι τοὺς πάντας ἡμᾶς συστήσει ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας, τῶν αἰώνων. Ἀμήν.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.