Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγος εἰς τὴν Ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ - Ἁγίου Γρηγορίου Ἐπισκόπου Νύσσης

Λόγος εἰς τὴν Ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ - Ἁγίου Γρηγορίου Ἐπισκόπου Νύσσης


Ὡς γλυκὺς συνέμπορος τοῦ ἀνθρωπίνου βίου ὁ προφήτης ∆αβὶδ ἐν πάσαις ταῖς ὁδοῖς τῆς ζωῆς εὑρισκόμενος καὶ πάσαις ταῖς πνευματικαῖς ἡλικίαις προσφόρως καταμιγνύμενος καὶ παντὸς τάγματος τῶν προκοπτόντων συνεφαπτόμενος·
τοῖς κατὰ Θεὸν νηπίοις συμπαίζει,
τοῖς ἀνδράσι συναγωνίζεται, παιδαγωγεῖ τὴν νεότητα,
ὑποστηρίζει τὸ γῆρας,  τοῖς πᾶσι πάντα γίνεται·
στρατιωτῶν ὅπλον, ἀθλητῶν παιδοτρίβης,
γυμναζομένων παλαίστρα, νικώντων στέφανος,
ἐπιτραπέζιος εὐφροσύνη, ἐπικήδειος παραμυθία.
οὐκ ἔστι τι τῶν κατὰ τὸν βίον ἡμῶν τῆς χάριτος ταύτης ἀμέτοχον·
τίς προσευχῆς δύναμις, ἧς μὴ ∆αβὶδ συνεφάπτεται;
Τίς ἑορτῆς εὐφροσύνη μὴ τοῦ προφήτου ταύτην φαιδρύνοντος;
Ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν, ὅτι καὶ ἄλλως μεγάλην ἡμῖν οὖσαν τὴν ἑορτὴν μείζονα δι' ἑαυτοῦ ὁ προφήτης ἐποίησε προσφόρως τῇ ὑποθέσει τὴν ἐκ τῶν ψαλμῶν συνεισενεγκὼν εὐφροσύνην.
Ἐν μὲν γὰρ τῷ ἑνὶ πρόβατόν σε κελεύει γενέσθαι παρὰ τοῦ Θεοῦ ποιμαινόμενον καὶ οὐδενὸς τῶν ἀγαθῶν ὑστερούμενον,
ᾧ καὶ πόα νομῆς καὶ ὕδωρ ἀναπαύσεως
καὶ τροφὴ καὶ σκηνὴ καὶ τρίβος καὶ ὁδηγία
καὶ πάντα γίνεται ὁ Ποιμὴν ὁ Καλὸς πρὸς πᾶσαν χρείαν τὴν ἑαυτοῦ χάριν προσφόρως καταμερίζων·
δι' ὧν ἁπάντων παιδεύει τὴν ἐκκλησίαν,
ὅτι χρή σε πρόβατον πρῶτον γενέσθαι τοῦ καλοῦ Ποιμένος διὰ τῆς ἀγαθῆς κατηχήσεως πρὸς τὰς θείας τῶν διδαγμάτων νομάς τε καὶ πηγὰς ὁδηγούμενον εἰς τὸ συνταφῆναι Αὐτῷ διὰ τοῦ βαπτισμοῦ εἰς τὸν θάνατον καὶ μὴ φοβηθῆναι τὸν τοιοῦτον θάνατον·
οὐ γὰρ θάνατος οὗτός ἐστιν, ἀλλὰ θανάτου σκιὰ καὶ ἐκτύπωμα.

Ἐὰν γὰρ πορευθῶ, φησίν, ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι ὡς κακὸν τὸ γινόμενον,
ὅτι Σὺ μετ' ἐμοῦ εἶ.
Μετὰ ταῦτα παρακαλέσας τῇ βακτηρίᾳ τοῦ Πνεύματος (ὁ γὰρ Παράκλητος τὸ Πνεῦμά ἐστι) τὴν μυστικὴν προτίθησι τράπεζαν τὴν ἐξ ἐναντίου τῆς τῶν δαιμόνων τραπέζης ἑτοιμασθεῖσαν·
ἐκεῖνοι γὰρ ἦσαν οἱ διὰ τῆς εἰδωλολατρίας τὴν ζωὴν τῶν ἀνθρώπων ἐκθλίβοντες·
ὧν ἐξ ἐναντίου ἡ τοῦ Πνεύματος τράπεζα.
εἶτα μυρίζει τὴν κεφαλὴν τῷ ἐλαίῳ τοῦ πνεύματος
καὶ προθεὶς αὐτῷ οἶνον τὸν τὴν καρδίαν εὐφραίνοντα τὴν νήφουσαν ἐκείνην μέθην ἐμποιεῖ τῇ ψυχῇ στήσας τοὺς λογισμοὺς ἀπὸ τῶν προσκαίρων πρὸς τὸ ἀίδιον·
ὁ γὰρ τῆς τοιαύτης γευσάμενος μέθης διαμείβεται τοῦ ὠκυμόρου τὸ ἀτελεύτητον εἰς μακρότητα ἡμερῶν τὴν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ διαγωγὴν παρατείνων.
Τοιαῦτα ἡμῖν ἐν τῷ ἑνὶ τῶν ψαλμῶν χαρισάμενος πρὸς μείζονα καὶ τελειωτέραν εὐφροσύνην ἐν τῷ ἑξῆς ψαλμῷ τὴν ψυχὴν ἐπεγείρει, καὶ, εἰ δοκεῖ, καὶ τούτου τὴν διάνοιαν ὑμῖν παραθώμεθα δι' ὀλίγων ἐπιτεμόμενοι·
Τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
τί οὖν ξενίζῃ, ὦ ἄνθρωπε, εἰ ὁ Θεὸς ἡμῶν ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη;
Κτίσμα γὰρ Ἐκείνου ἡ γῆ, διότι καὶ ποίημα.
Οὐκοῦν οὐδὲν καινὸν οὐδὲ ἔξω τοῦ πρέποντος τὸ εἰς τὰ ἴδια ἐλθεῖν τὸν Δεσπότην·
οὐ γὰρ ἐν ἀλλοτρίῳ γίνεται κόσμῳ,
ἀλλ' ὃν Αὐτὸς συνεστήσατο Ὁ ἐπὶ θαλασσῶν θεμελιώσας τὴν γῆν καὶ πρὸς τὴν τῶν ποταμῶν δίοδον εὔθετον αὐτὴν εἶναι παρασκευάσας.
Ὑπὲρ τίνος οὖν ἡ παρουσία;
Ἵνα σε τῶν βαράθρων τῆς ἁμαρτίας ἐκβαλὼν ἐπὶ τὸ ὄρος ἀγάγῃ τῆς βασιλείας ὀχήματι πρὸς τὴν ἄνοδον τῇ κατ' ἀρετὴν πολιτείᾳ χρησάμενον·
οὐ γὰρ ἔστιν ἀνελθεῖν ἐπὶ τὸ ὄρος ἐκεῖνο,
εἰ μή ταῖς ἀρεταῖς συνοδεύσειε ταῖς μὲν χερσὶν ἀθῷος γενόμενος καὶ μηδεμιᾷ πονηρᾷ πράξει ῥυπούμενος, Καθαρὸς δὲ τῇ καρδίᾳ πρὸς οὐδὲν μάταιον τὴν ψυχὴν Ἑαυτοῦ φέρων μηδέ τινα δόλον τῷ πλησίον ἐξαρτυόμενος.
Ταύτης τῆς ἀναβάσεως ἔπαθλόν ἐστιν ἡ εὐλογία, τούτῳ δίδωσι τὴν ἀποκειμένην ἐλεημοσύνην ὁ Κύριος. Αὕτη ἐστὶν ἡ τῶν ζητούντων Αὐτὸν γενεὰ τῶν δι' ἀρετῆς πρὸς ὕψος ἀναβαινόντων καὶ ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.
Τὸ δὲ ἐφεξῆς τῆς ψαλμῳδίας καὶ αὐτῆς τάχα τῆς εὐαγγελικῆς διδασκαλίας ἐστὶν ὑψηλότερον·
τὸ μὲν γὰρ εὐαγγέλιον τὴν ἐπὶ γῆς τοῦ Κυρίου διαγωγὴν καὶ τὴν ἀναστροφὴν διηγήσατο,
ὁ δὲ ὑψηλὸς οὗτος προφήτης ἐκβὰς αὐτὸς ἑαυτόν,
ὡς ἂν μὴ βαρύνοιτο τῷ ἐφολκίῳ τοῦ σώματος,
καὶ ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἑαυτὸν καταμίξας τὰς ἐκείνων ἡμῖν φωνὰς διεξέρχεται,
ὅτε προπομπεύουσαι τοῦ Δεσπότου ἐπὶ τὴν κάθοδον ἐπαρθῆναι κελεύουσι τῶν περιγείων ἀγγέλων τῶν τὴν ἀνθρωπίνην ζωὴν πεπιστευμένων τὰς εἰσόδους λέγουσαι·
Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς Δόξης.

Καὶ ἐπειδὴ εἰς ὃ ἂν γένηται Ὁ τὸ πᾶν ἐν ἑαυτῷ περιέχων σύμμετρον ἑαυτὸν τῷ δεχομένῳ ποιεῖ
(οὐ γὰρ μόνον ἐν ἀνθρώποις Ἄνθρωπος γίνεται,
ἀλλὰ κατὰ τὸ ἀκόλουθον πάντως καὶ ἐν ἀγγέλοις γινόμενος πρὸς τὴν ἐκείνων φύσιν Ἑαυτὸν συγκατάγει), διὰ τοῦτο χρῄζουσιν οἱ πυλωροὶ τοῦ δεικνύντος·
Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς Δόξης;
οὗ χάριν τὸν κραταιὸν αὐτοῖς καὶ δυνατὸν ἐν πολέμῳ ὑποδεικνύουσι, τὸν μέλλοντα πρὸς τὸν αἰχμαλωτίσαντα τὴν ἀνθρωπίνην φύσιν συμπλέκεσθαι καὶ καταλύειν τὸν ἔχοντα τοῦ θανάτου τὸ κράτος,
ἵνα τοῦ ἐσχάτου ἐχθροῦ ἀφανισθέντος,
εἰς ἐλευθερίαν τε καὶ εἰρήνην ἀνακληθῇ τὸ ἀνθρώπινον.
Πάλιν διεξέρχεται τὰς ὁμοίας φωνάς (πεπλήρωται γὰρ ἤδη τὸ τοῦ θανάτου μυστήριον καὶ κατώρθωται κατὰ τῶν πολεμίων ἡ νίκη καὶ ἐγήγερται τὸ κατ' αὐτῶν τρόπαιον ὁ Σταυρὸς καὶ πάλιν ἁνέβη εἰς ὕψος Ὁ αἰχμαλωτεύων τὴν αἰχμαλωσίαν, Ὁ δοὺς τὴν ζωήν τε καὶ τὴν βασιλείαν τὰ ἀγαθὰ ταῦτα δόματα τοῖς ἀνθρώποις) καὶ δεῖ πάλιν ἀνοιχθῆναι τὰς ὑπερκειμένας πύλας Αὐτῷ.
Ἀντιμεταλαμβάνουσι τὴν προπομπὴν οἱ ἡμέτεροι φύλακες καὶ ἀνοιχθῆναι Αὐτῷ τὰς ὑπερκειμένας πύλας παρακελεύονται, ἵνα πάλιν ἐν αὐταῖς δοξασθῇ·
ἀλλ' ἀγνοεῖται Ὁ τὴν ῥυπαρὰν στολὴν τοῦ ἡμετέρου βίου περιβαλλόμενος, Οὗ τὸ ἐρύθημα τῶν ἱματίων ἐκ τῆς ληνοῦ τῶν ἀνθρωπίνων κακῶν.

∆ιὰ τοῦτο παρ' ἐκείνων ἡ ἐρωτηματικὴ αὕτη φωνὴ πρὸς τοὺς προπομπεύοντας γίνεται·
Τίς ἐστιν οὗτος ὁ Βασιλεὺς τῆς Δόξης;
εἶτα ἡ τούτων ἀπόκρισις οὐκέτι·
ὁ Κραταιὸς καὶ Δυνατὸς ἐν πολέμῳ, ἀλλά·
Κύριος τῶν δυνάμεων Ὁ τοῦ παντὸς ἐξημμένος τὸ κράτος, Ὁ ἀνακεφαλαιώσας τὰ πάντα ἐν ἑαυτῷ,
Ὁ ἐν πᾶσι πρωτεύων, Ὁ εἰς τὴν πρώτην κτίσιν ἀποκαταστήσας τὰ πάντα.
Αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς Δόξης.
Ὁρᾶτε, ὅπως ἡμῖν γλυκυτέραν τὴν ἑορτὴν ὁ ∆αβὶδ ἀπειργάσατο τὴν ἰδίαν χάριν τῇ φαιδρότητι τῆς ἐκκλησίας ἐγκαταμίξας.
Οὐκοῦν μιμησώμεθα καὶ ἡμεῖς τὸν προφήτην,
ἐν οἷς δυνατόν ἐστι κατορθῶσαι τὴν μίμησιν,
ἐν τῇ πρὸς Θεὸν ἀγάπῃ, ἐν τῇ τοῦ βίου πρᾳότητι,
ἐν τῇ πρὸς τοὺς μισοῦντας μακροθυμίᾳ,
ἵνα γένηται ἡ τοῦ προφήτου διδασκαλία τῆς κατὰ Θεὸν πολιτείας χειραγωγία ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα