»»» Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.
Λόγος περὶ ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων, καὶ ἀθέων αἱρετικῶν, καὶ περὶ σημείων τῆς συντελείας τοῦ αἰῶνος τούτου. Ἐῤῥήθη δὲ μέλλοντος αὐτοῦ ἐκδημεῖν ἀπὸ τοῦ σώματος.
Ὀδυνηρὸς ὁ λόγος, καθότι καὶ ἔσχατος, ὥς μοι δεδήλωται, ἀλλὰ καὶ πολλῆς χαρᾶς γέμων.
Ὀδυνηρὸς μὲν, ὅτι οὐκ ἔτι λαλήσω πρὸς ὑμᾶς·
πολλῆς δὲ χαρᾶς γέμων, ὅτι ἐφέστηκέν μου
ὁ καιρὸς εἰς τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναί με·
καὶ καθὼς εἶπεν ὁ Κύριος, οὐκέτι λαλήσω μεθ' ὑμῶν.
Ἔτι δὲ νῦν λαλήσω ἐν ὀδύνῃ καρδίας περὶ τῶν ψευδοπροφητῶν, καὶ ψευδοδιδασκάλων,
καὶ ἀθέων αἱρετικῶν, περὶ ὧν ὁ Ἀπόστολος ἔλεγε·
Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι·
περὶ ὧν πολλάκις ὑμᾶς ὑπέμνησα.
Πολλοὺς γὰρ λόγους ἐποιησάμην χάριτι Χριστοῦ,
ὡς καὶ ἐπίστασθε φιλόθεοι·
καὶ σχεδὸν ἐν ἑκάστῳ λόγῳ περὶ τούτων ὑπεμνήσαμεν,
εἰ ἄρα μέμνησθε τῶν χθὲς εἰρημένων·
οἶδα δὲ ὅτι μέμνησθε,
καὶ μάλιστα οἱ φιλόπονοι, καὶ φιλόβιβλοι, καὶ φιλόχριστοι.
Ὁ γὰρ φιλόβιβλος δικαίως ἂν ἐκλήθη φιλόχριστος,
κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ ∆εσπότου,
ὅτι Ὁ ἀγαπῶν με, τοὺς λόγους μου τηρεῖ·
Ὁ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου.
Ὁ ἀγαπῶν με, ἐν τῷ νόμῳ μελετήσει ἡμέρας καὶ νυκτός·
δηλονότι ἐν Εὐαγγελίῳ καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς.
Ὁ γὰρ τοιοῦτος ἀνεξάλειπτον ἔχει ἐν τῇ καρδίᾳ αὐτοῦ τὴν τοῦ Θεοῦ μνήμην·
ἀπεκδεχόμενος αὐτὸν ἐκ τῶν οὐρανῶν,
ἀεὶ τηρεῖ τὴν ὥραν τῆς αὐτοῦ παρουσίας.
Πάντοτε ἐν χερσὶν αὐτοῦ κατέχων τὰς ἱερὰς βίβλους,
οὐκ ἐπιλήσεται ἐκείνων τῶν φοβερῶν βιβλίων,
περὶ ὧν γέγραπται·
Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.
Ὅρα πόσον κέρδος ἐστὶ τοῦ ἐρευνᾷν τὰς Γραφὰς,
καθὼς πολλάκις ἠκούσατε.
Τί δέ ἐστιν, ὃ λέγομεν;
Ὅτι οὐδὲν ἔλειπεν, οὐδὲ παρεσιώπησε τῶν συμφερόντων ἡμῖν ἡ θεία Γραφὴ, ἀλλὰ πανταχοῦ κράζει,
διά τε προφητῶν καὶ ἀποστόλων,
προαναφωνοῦσα καὶ προασφαλιζομένη ἕκαστον ὡς μήτηρ φιλότεκνος τὰ ἴδια τέκνα φιλοῦσα, προμαρτυρεῖται·
καὶ ὑπομιμνήσκει περὶ τῶν παρῳχηκότων
καὶ περὶ τῶν ἐνεστώτων,
καὶ περὶ τῶν μελλόντων,
μηδὲν παριδοῦσα, ὡς προείρηται, τῶν ἡμῖν συμφερόντων·
καὶ τοῦτο οὐκ ἐν κρυπτῷ λαλοῦσα, οὐδὲ μικροφωνοῦσα, ἀλλὰ πανταχοῦ πόνῳ καὶ δυνάμει κράζουσα διά τε νόμου, καὶ προφητῶν, καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ ∆εσπότου.
∆ιὰ μὲν γὰρ Ἡσαΐου τοῦ προφήτου λέγει·
Ἀναβόησον ἐν ἰσχύϊ, καὶ μὴ φείσῃ,
ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου·
καὶ πάλιν λέγει,
Ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών·
καὶ προϊὼν λέγει, Ὑψώσατε, μὴ φοβεῖσθε.
Καὶ πάλιν ∆αυῒδ λέγει·
Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου.
Ἰωάννης δὲ ὁ θεολόγος ἐν τῇ καθολικῇ αὐτοῦ Ἐπιστολῇ λέγει·
Βλέπετε ἑαυτούς.
Παῦλος δὲ τί;
Βλέπετε πῶς περιπατεῖτε·
ὁ δὲ Κύριος, Ἐγὼ παῤῥησίᾳ ἐλάλησα τῷ κόσμῳ,
καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Καὶ ἀλλαχοῦ ὁ Εὐαγγελιστὴς περὶ αὐτοῦ, ὅτι ἕστηκε,
καὶ ἔκραξεν λέγων·
Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω.
Ὁρᾷς πόσος ἀγὼν, πόση σπουδὴ, πῶς παῤῥησίᾳ κράζει,
καὶ οὐδεὶς ὁ συνιών;
Καὶ πάλιν ὁ μακάριος Παῦλος λέγει·
Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας,
βλέπετε τὴν κατατομήν.
Βλέπετε πῶς περιπατεῖτε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι.
Καὶ Ἰωάννης·
Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε,
ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον.
Καὶ πολλά ἐστι τοιαῦτα ἐν ταῖς θείαις Γραφαῖς Παλαιᾶς τε καὶ Καινῆς ∆ιαθήκης, βοῶντα καὶ διυπνίζοντα ἡμᾶς ἐκ τῆς ῥᾳθυμίας ἡμῶν.
Ἡμεῖς δὲ τὸ ἐναντίον ποιοῦμεν,
καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης,
ὅτι τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν,
καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν.
Ὢ πόσων καὶ πηλίκων γραμμάτων ἀκούοντες οὐ συνιοῦμεν!
Ὅθεν καὶ ἀναπολόγητοι ἐσόμεθα ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, ὅταν ἔλθῃ ὁ φωτίζων τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν
ὅταν τὸ κριτήριον καθίσῃ, καὶ βίβλοι ἀνοιχθῶσιν,
ἃς νῦν χλευάζομεν ἀκούοντες, καὶ οὐ παραδεχόμεθα.
Ἕκαστος γὰρ ἡμῶν τῇ ἰδίᾳ ὁδῷ ἐπλανήθημεν,
καταλείποντες τὴν εὐθεῖαν ὁδὸν,
καὶ ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς, ὅτε οὐκ ἦρχες ἡμῖν, Κύριε.
Καὶ ἀληθῶς εἰς ἡμᾶς ἐπληρώθη ἡ προφητεία ∆αυῒδ λέγουσα·
Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν.
∆ιὰ τοῦτό ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ εἰς ἡμᾶς κατήντησε τὰ τέλη τῶν αἰώνων,
ὡς γέγραπται·
καὶ οἱ ποιμένες λύκοι, καὶ τὰ πρόβατα συντετριμμένα·
καὶ ὁ λιμὸς ἐπὶ θύραις, οὐ λιμὸς ἄρτου καὶ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Θεοῦ.
Μηδεὶς οὖν τῶν ἐλπιζόντων ἐπὶ Κύριον ἀπογινωσκέτω.
Μὴ οὖν ἀθυμεῖτε, προορῶντες πάντοτε τὸν εἰπόντα,
ὅτι Μεθ' ὑμῶν εἰμι.
Θαρσεῖτε οὖν·
οὐ γὰρ λιμοκτονήσει Κύριος ψυχὰς δικαίων.
Περὶ τούτου τοῦ λιμοῦ λέγει ὁ Κύριος διὰ τοῦ προφήτου·
Καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπάγω λιμὸν ἐπὶ τὴν γῆν·
οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος,
ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Θεοῦ.
Καὶ περιδραμοῦνται ἀπὸ ἀνατολῶν ἕως δυσμῶν,
ζητοῦντες τὸν λόγον Κυρίου.
Ὁρᾷς, ὅτι οὐ περὶ ἄρτου λέγει;
Θεὸς γὰρ οὐ περὶ τοῦ ἄρτου ἔλεγεν.
Ὢ λιμοῦ δεινοῦ, καὶ ψυχοφθόρου, καὶ βλαβεροῦ!
ὢ λιμοῦ τῆς αἰωνίου κολάσεως προξένου!
Οὗτος ὁ λιμός ἐστιν ὁ χορηγὸς παντὸς πονηροῦ πράγματος·
οὗτος ὁ λιμὸς, ὁ αἴτιος παντὸς κακοῦ.
Τοῦτον τὸν λιμὸν προθεωρήσας ὁ προφήτης ∆αυῒδ ἐρχόμενον παρεκάλει τὸν Θεὸν, λέγων·
Ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ.
Καὶ περὶ τῶν σπουδαίων πιστῶν προεφήτευσε λέγων·
Ῥύσασθαι ἐκ τοῦ θανάτου τὰς ψυχὰς αὐτῶν,
καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
Καὶ ἀλλαχοῦ λέγει·
Καὶ ἐν ἡμέραις λιμοῦ χορτασθήσονται·
καὶ πάλιν, Ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος τροφὴν ἔδωκεν τοῖς φοβοῦσιν αὐτόν.
Ταῦτα εἶπεν ὁ ∆αυῒδ περὶ τῶν ἐρευνώντων τὰς Γραφὰς,
ὅτι οὐ πεινάσουσιν.
Ἐρευνήσωμεν τὰς Γραφὰς, ἀδελφοὶ,
ἵνα μὴ πεινάσωμεν ἐλθόντος τοῦ ψυχοφθόρου λιμοῦ·
ἐρευνήσωμεν, ἵνα μὴ πλανηθῶμεν,
καὶ περιφερώμεθα παντὶ ἀνέμῳ.
∆ιό φησιν ὁ Κύριος πρὸς τοὺς ἀμελοῦντας·
Πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς.
Ἀληθῶς γὰρ οἱ τοιοῦτοι πλανῶνται.
Πόθεν γὰρ ὁ ψυχοκτόνος ἐπῆλθεν λιμός;
οὐχὶ ἐκ τοῦ μὴ ἐρευνᾷν τὰς Γραφάς;
Ὢ πόσων ἀγαθῶν ἑαυτοὺς ἀπεστερήσαμεν,
καταλιπόντες τὰς θείας Γραφάς!
δεσποτικὸν γὰρ τὸ πρόσταγμα.
Ἐρεύνησον ἐμπόνως, ἐρεύνησον καὶ ζήτησον,
καὶ εὑρήσεις πολὺν τὸν ἀνείκαστον πλοῦτον,
καὶ θησαυρὸν κεκρυμμένον ἐν τῷ ἀγρῷ·
νοήσεις τὴν θείαν Γραφήν.
Ἐρεύνησον, καὶ εὑρήσεις, καὶ εὑρὼν,
πάντα ὅσα ἔχεις πώλησον,
καὶ ἀγόρασον τὸν ἀγρὸν ἐκεῖνον,
τὴν καλὴν γνῶσιν τῶν ἁγίων Γραφῶν,
ἐν αἷς κέκρυπται ὁ Υἱὸς, ἡ ἀληθινὴ Σοφία τοῦ Πατρός·
ὃν εὑρὼν, μακάριος ἔσῃ,
καθὼς γέγραπται,
ὅτι Μακάριος ἄνθρωπος, ὃς εὗρεν σοφίαν.
Ἐρεύνησον, ἀγαπητὲ,
κἂν πλούσιος τυγχάνῃς ἢ πένης,
εἴτε δοῦλος, εἴτε ἐλεύθερος, εἴτε ἄῤῥην, εἴτε θῆλυ.
Ἐρευνᾶτε τὰς Γραφάς.
Ἡ γὰρ θεία Γραφὴ ταμιεῖόν ἐστι παντὸς ἀγαθοῦ.
Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν·
περὶ γὰρ συντελείας ὁ λόγος, καὶ περὶ ψευδοπροφητῶν,
καὶ ψευδοδιδασκάλων, καὶ περὶ ἀθέων αἱρετικῶν,
χειμάῤῥων δίκην ἐπικλυσάντων πανταχοῦ,
καὶ πλανώντων πολλούς.
Καὶ πόθεν τοῦτο συμβέβηκεν;
∆ῆλον ὅτι ἐκ τῆς ἀγνωσίας καὶ ἀπειρίας τῶν προϊσταμένων·
ὅπου γὰρ ἀπειρία ποιμένων, ἐκεῖ προβάτων ἀπώλεια.
Τί οὖν εἴπω πρῶτον;
περὶ τῆς συντελείας ἡμῶν;
ἢ τῶν ἀθέων αἱρετικῶν στηλιτεύσω τὰ βέβηλα δόγματα;
Εἰ καιρὸς ἦν, εἶχον ἂν θριαμβεῦσαι καὶ δημοσιεῦσαι αὐτῶν τὰ βέβηλα δόγματα, καὶ τὰ ἄθεσμα πράγματα·
ἀλλὰ μέγας ἐστὶν ὁ ἀγὼν, καὶ πολὺς ὁ λόγος,
τὰ τούτων γυμνῶσαι καὶ θριαμβεῦσαι ἀκάθαρτα δόγματα.
Πλὴν πρὸς τὸ παρὸν ἀναγκαῖόν ἐστι παραστῆσαι ἐκ τῶν ἁγίων Γραφῶν τούτους ὡς ἐχθροὺς τοῦ Χριστοῦ,
καὶ λύκους τῆς αὐτοῦ ποίμνης, πανταχοῦ ἐλαυνομένους,
καὶ ἐκβαλλομένους τῶν Χριστοῦ προβάτων.
∆ιὸ καὶ λύκοι δικαίως ἐκλήθησαν ὑπὸ τῶν προφητῶν,
καὶ αὐτοῦ τοῦ ∆εσπότου, καὶ τῶν μακαρίων ἀποστόλων·
καὶ οὐ μόνον λύκοι, ἀλλὰ καὶ λοιμοὶ, καὶ ἀσεβεῖς,
καὶ ἀντίδικοι, καὶ ἐχθροὶ, καὶ ἐπίβουλοι, καὶ βλάσφημοι,
καὶ ὑποκριταὶ, καὶ κλέπται, καὶ λῃσταὶ, καὶ βδελυκτοὶ,
καὶ ψευδοπροφῆται, καὶ ψευδοδιδάσκαλοι,
καὶ ὁδηγοὶ τυφλοὶ, καὶ πλανῆται, καὶ πονηροὶ,
καὶ ἀντίχριστοι, καὶ σκάνδαλα, καὶ υἱοὶ τοῦ πονηροῦ,
καὶ ζιζάνια, καὶ ἄθεοι, καὶ πνευματομάχοι,
οἱ βλασφημήσαντες τὸ Πνεῦμα τῆς χάριτος·
οἷς οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ νῦν αἰῶνι,
οὔτε ἐν τῷ μέλλοντι·
∆ι' οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται.
Πρὸς δὲ τούτοις καὶ τέκνα τοῦ πονηροῦ διαβόλου,
καθώς φησιν ὁ θεολόγος·
Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου.
∆εῖ οὖν πρῶτον περὶ τούτων ἀσχοληθῆναι,
καὶ τότε περὶ τῆς συντελείας λαλῆσαι.
Ἐπεὶ οὖν εἰς ἡμᾶς τὰ τέλη τῶν αἰώνων ἔφθασεν,
ὡς λέγει ὁ Ἀπόστολος, καὶ ἀνέστησαν οἱ χαλεποὶ καιροὶ,
καὶ ἡ ἀνομία ἐπληθύνθη, καὶ ἡ ἀγάπη τῶν πολλῶν ἐψύγη,
καὶ οἱ πλανῶντες πολλοὶ, καὶ οἱ πλανώμενοι πλείονες·
φέρε οὖν ἀναπτύξωμεν τὰς ἱερὰς βίβλους,
ἐν αἷς εὑρόντες τὴν ὁδὸν τῆς ἀληθείας,
βαδίζωμεν, ἀνατρέχοντες ἐπὶ τὰ ἅγια ὄρη,
προφήτας λέγω καὶ ἀποστόλους, ὅπως μὴ πλανηθῶμεν,
καὶ περιφερώμεθα ἐν παντὶ ἀνέμῳ τῆς διδασκαλίας,
ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων,
ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.
Μὴ κάτω μείνωμεν,
ἀλλὰ συνανέλθωμεν τοῖς ἁγίοις μαθηταῖς ἐπὶ τὸ ὄρος τὸ μακάριον, καὶ ἀκούσωμεν τοῦ ἡμετέρου ποιμένος λέγοντος·
Βλέπετε μὴ πλανηθῆτε·
Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
πανταχοῦ βλέπετε.
Καὶ Ἰωάννης ὅμοια λέγει·
Ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε·
καὶ Παῦλος, Βλέπετε τοὺς κύνας·
Βλέπετε πῶς περιπατεῖτε.
Τὸ δὲ, βλέπετε, καὶ βλέπετε, οὐδὲν ἕτερόν ἐστιν,
εἰ μὴ πρὸς ὑμετέραν ἀσφάλειαν εἰρημένον περὶ τῶν πλανώντων τῷ κωδίῳ, καὶ τὸν λύκον ὑποκρυπτόντων καὶ ἀπατώντων τοὺς ἀμελεστέρους.
Πάνυ δὲ ἀναγκαίως πανταχοῦ εἴρηται ἐν ταῖς Γραφαῖς, τὸ, Βλέπετε, καὶ Ὁρᾶτε, καὶ Γρηγορεῖτε, καὶ Προσέχετε,
οὐ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ παντὶ τῷ ποιμνίῳ.
Οὐδὲν γὰρ παρεσιώπησε τῶν ἡμῖν συμφερόντων ἡ θεία Γραφή.
Ἐμοὶ δὲ δακρύειν ἐπέρχεται, ὅταν ἀκούσω ἀπὸ τῆς ἡμετέρας Ἐκκλησίας τινὰς λέγοντας, μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς·
καὶ τοῦτο οὐ μόνον παρὰ λαϊκῶν, ἀλλὰ καὶ παρὰ τῶν δοκούντων εἶναι ποιμένων, καὶ τόπους ἐπεχόντων ἀποστόλων καὶ προφητῶν, ἀλλ' οὐ τρόπους·
πρὸς οὓς εὔκαιρον εἰπεῖν·
Οὐαὶ ὑμῖν, οἱ ὁδηγοὶ τυφλοὶ, καὶ ἀμαθεῖς, καὶ ἀστήρικτοι·
οἱ ἱματίων καλλωπισταὶ, καὶ οὐχὶ βιβλίων·
οἱ καταλιπόντες τὸν λόγον τοῦ Θεοῦ,
καὶ τῇ γαστρὶ διακονοῦντες·
Ὧν ὁ Θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ·
οἱ τὸ γάλα καὶ τὸ ἔριον καὶ τὰ κρέα τῆς ποίμνης καταχρώμενοι, περὶ δὲ τῶν προβάτων οὐ φροντίζοντες;
Πῶς οὖν ἐκφεύξεσθε τηλικαύτης ἀμελήσαντες σωτηρίας;
Ἐγὼ ὑπαρθεὶς τῷ λόγῳ εἰς μέσον προσθήσω περισσοτέρας μαρτυρίας, ἀποδεικνύων ἐκ τῶν ἁγίων Γραφῶν,
Εὐαγγελίων τε καὶ προφητῶν καὶ ἀποστόλων,
τοῦ Χριστοῦ χορηγοῦντος, πῶς ἐμφράττῃ στόμα λαλούντων ἄδικα, τῶν δὲ ποθούντων τὸν λόγον φωτισθῇ ἡ καρδία.
Ἀρξώμεθα δὲ πόθεν, ἢ ἐκ τοῦ εἰπόντος·
Ἐγώ εἰμι ἡ ἀρχὴ καὶ τὸ τέλος;
Ἐπιστησάτω δὲ ἕκαστος τὸν νοῦν ἑαυτοῦ,
ἀποθέμενος πᾶσαν βιωτικὴν μέριμναν.
Εἶπεν ὁ Κύριος·
Βλέπετε, μὴ πλανηθῆτε.
Πολλοὶ γὰρ ἐπὶ τῷ ὀνόματί μου ἐλεύσονται λέγοντες,
ὅτι Ἐγώ εἰμι ὁ Χριστός·
καὶ πολλοὺς πλανήσουσι.
Καὶ πάλιν·
Προσέχετε ἑαυτοῖς ἀπὸ τῶν ψευδοπροφητῶν,
οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων,
ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες·
ἀλλ' ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτοὺς, φησί·
τουτέστι, ἀπὸ τῶν λόγων, ἐκ τῆς ψευδοπροφητείας,
ἐκ τῆς ὑποκρίσεως αὐτῶν, ἐκ τῆς κακοδοξίας αὐτῶν,
ἐκ τῆς βλασφημίας αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
Οὐ γὰρ δύναται δένδρον σαπρὸν ποιεῖν καρποὺς καλούς.
Πᾶν γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ ἐπιγινώσκεται.
Οὕτω καὶ ὑμεῖς τοὺς τοιούτους ἐκ τῶν καρπῶν τῶν ἰδίων ἐπιγνώσεσθε·
καὶ ἐπιγνόντες, μὴ παραλαμβάνετε αὐτοὺς εἰς οἰκίαν,
μὴ ὑποκάμψητε, μὴ ἀξιώσητε λόγου,
μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν αὐτῶν·
ἀλλὰ προσέχετε ἀπὸ τῆς ζύμης αὐτῶν,
ἤγουν τῆς αἱρέσεως αὐτῶν.
Μηδεὶς ἐξ ὑμῶν ἀποκακήσῃ, ἢ παρέργως ἀκούσῃ·
Θεὸς γὰρ ὁ λαλῶν.
Ἀκούσατε, οἱ ποιμένες, τὰς φωνὰς τοῦ Ἀρχιποιμένος·
ἀκούσατε, πῶς ἀποκαλύπτει καὶ θριαμβεύει εἰς τοὺς κρυφίους λύκους·
ἀκούσατε καὶ προσέχετε καὶ ἑαυτοῖς,
καὶ παντὶ τῷ ποιμνίῳ.
Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κλέπτας.
Ὁ γὰρ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλ' ἀναβαίνων ἀλλαχόθεν,
κλέπτης ἐστὶ καὶ λῃστής.
Καὶ πάλιν περὶ αὐτῶν λέγει·
Ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστι.
Καὶ πάλιν πρὸς αὐτοὺς ἔλεγεν·
Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστέ.
Οὐαὶ ὑμῖν, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν.
ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε,
οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
Καὶ ἀλλαχοῦ πάλιν·
Ὑμεῖς οὐκ ἔστε ἐκ τῶν προβάτων τῶν ἐμῶν.
Ὁρᾷς πῶς πανταχοῦ ὁ ∆εσπότης στηλιτεύει καὶ θριαμβεύει τοὺς ἀσεβεῖς, ὅπως ἡμεῖς μὴ πλανηθῶμεν;
Ὢ τῆς ἀφράστου συγκαταβάσεως·
ὢ τῆς ἀνεικάστου ἀγαθότητος.
Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων τούτων;
τί ἀπολογησόμεθα τῷ ἀρχιποιμένι;
Ὦ ποιμένες καὶ συμποιμένες·
ἰδοὺ γὰρ ὀλίγα ἐκ τῶν πολλῶν.
Πῶς πανταχοῦ ἀσφαλιζόμενος ὁ ∆εσπότης διὰ τῶν ἀχράντων Εὐαγγελίων βοᾷ·
Βλέπετε, γρηγορεῖτε, προσέχετε, σπουδάσατε, ἀγωνίσασθε;
Καὶ οὐ μόνον διὰ τῶν Εὐαγγελίων βοᾷ,
ἀλλὰ καὶ διὰ τῶν θεοφόρων προφητῶν,
καὶ τῶν θεολόγων μαθητῶν τὰ ὅμοια φθέγγεται·
ἐν πᾶσι γὰρ αὐτοῖς λαλεῖ ὡς βούλεται·
καὶ μαρτυρεῖ μοι ὁ Παῦλος λέγων·
Τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ.
∆εῦρο τοίνυν παραγάγωμεν εἰς μέσον τοὺς θεολόγους, καὶ ἀκούσωμεν ἐξ αὐτῶν τί περὶ αἱρετικῶν παραγγελοῦσιν ἡμῖν.
Εἰπὲ, μακάριε Πέτρε,
ὃν ἐμακάρισεν ὁ Κύριος Θεὸς ἡμῶν Ἰησοῦς Χριστός·
εἰπὲ ἡμῖν περὶ τῶν πλανώντων καὶ μελλόντων πλανᾷν τὴν τοῦ Χριστοῦ ποίμνην, ἥν σοι παρέδωκε καὶ ἐπίστευσεν ὁ ἀρχιποίμην καὶ ἐπίσκοπος τῶν ψυχῶν ἡμῶν·
εἰπὲ, ὅσα σοι τὸ Πνεῦμα τὸ ἅγιον ἐχορήγησεν,
καὶ στήριξόν σου τὴν ποίμνην·
δεῖξον ἡμῖν τοὺς κρυφίους λύκους,
καθὼς ὁ καθηγητής σου Χριστὸς ὁ Κύριος.
Πέτρος εἶπε·
Τοῦτο πρῶτον γινώσκετε, ὅτι ἐλεύσονται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμπαῖκται, κατὰ τὰς ἰδίας ἐπιθυμίας πορευόμενοι.
Καὶ πάλιν λέγει·
Καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι,
οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας,
καὶ τὸν ἀγοράσαντα αὐτοὺς ∆εσπότην ἀρνούμενοι.
Καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις·
οἷς τὸ κρῖμα οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάζει·
κατάρας τέκνα, καταλείποντες τὴν εὐθεῖαν ὁδόν.
Ταῦτα Πέτρος ἐφθέγξατο, Πέτρος ὁ μακάριος ἀληθῶς, Πέτρος τῆς πίστεως ἡ πέτρα, ἐφ' ἧς ᾠκοδόμησεν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, Πέτρος ὁ τὰς κλεῖς τῶν οὐρανῶν κατέχων, Πέτρος ὁ κατὰ κυμάτων πεζεύσας, ὁ θερμὸς ἐραστὴς τοῦ ∆εσπότου Χριστοῦ, ὁ τὸν Σίμωνα τὸν μάγον ἐν τῇ Ῥώμῃ ῥίψας, ὡς κορυφαῖος καὶ πρωτοστάτης τὸν πρῶτον λῃστὴν καὶ μαθητὴν τοῦ διαβόλου ἐν ταῖς αἱρέσεσιν.
Ἰωάννης εἶπεν·
Φανερά ἐστι τὰ τέκνα τοῦ διαβόλου.
Ὁρᾷς, πῶς ἐν πᾶσι τούτοις ὁ Χριστὸς λαλεῖ;
Καὶ γὰρ ἐν Εὐαγγελίοις τὰ ὅμοια εἶπε πρὸς αὐτοὺς,
ὅτι Ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστέ.
Οἶδα πολλοὺς λέγοντας, ὅτι καὶ αὐτοὺς ὁ Θεὸς ἔπλασεν χωρὶς γὰρ Θεοῦ, λέγοντες, ἐγένετο οὐδὲν,
μὴ νοοῦντες μήτε ἃ λέγουσι, μήτε περὶ ὧν διαβεβαιοῦνται.
Ὅτι με γὰρ ὁ Θεὸς ἔκτισε, σύμφημι κἀγώ·
ἀλλ' ἔκτισεν ἐπ' ἔργοις ἀγαθοῖς,
ἵνα ἐν αὐτοῖς ἐπακολουθήσωμεν,
καὶ γενώμεθα τέκνα τοῦ Θεοῦ διὰ τῆς ὀρθῆς πίστεως.
Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Ἰωάννης λέγει·
Καὶ νῦν ἀντίχριστοι πολλοὶ γεγόνασι·
καὶ πάλιν, Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε·
ὅτι πολλοὶ πλάνοι εἰς τὸν κόσμον ἐξῆλθον.
Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε,
ἀλλὰ δοκιμάζετε τὰ πνεύματα εἰ ἀπὸ τοῦ Θεοῦ ἐστιν·
ὅτι πολλοὶ ψευδοπροφῆται εἰς τὸν κόσμον εἰσεληλύθασι.
Καὶ πάλιν λέγει·
Εἴ τις ἔρχεται πρὸς ὑμᾶς, καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει μεθ' ἑαυτοῦ, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν, καὶ Χαίρειν αὐτῷ μὴ λέγετε.
Ὁ γὰρ λέγων αὐτῷ χαίρειν,
κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
Καὶ πάλιν, Πᾶς ὁ παραβαίνων,
καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ, Θεὸν οὐκ ἔχει.
Ταῦτα Ἰωάννης ἡμῖν παραινεῖ, Ἰωάννης ὁ υἱὸς τῆς βροντῆς, ὁ ὑπὲρ πάντας ἁγίους ἠγαπημένος, ὁ στηρίξας τὴν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης Ἐκκλησίαν,
καὶ ἐμφράξας τὰ τῶν αἱρετικῶν στόματα τῇ θεολογίᾳ.
Ἰάκωβος εἶπεν·
Ὃς ἐὰν δοκῇ φίλος αὐτῶν εἶναι,
ἐχθρὸς τοῦ Θεοῦ καθίσταται.
Ἀκούσατε, πάντες οἱ τοῖς αἱρετικοῖς συνεσθίοντες,
ὀδυνηρὰν ἀπόφασιν·
ὅτι τοῦ Χριστοῦ ἐχθροί ἐστε.
Οὐδὲ γὰρ ὁ τοῖς ἐχθροῖς τοῦ βασιλέως συμφιλιάζων,
δύναται τοῦ βασιλέως φίλος εἶναι·
ἀλλ' οὐδὲ ζωῆς ἀξιοῦται, ἀλλὰ σὺν τοῖς ἐχθροῖς ἀπολεῖται, καὶ τὰ χείρονα ὑπομένει.
Ἰούδας Ἰακώβου εἶπεν·
Παρεισέδυσάν τινες ἄνθρωποι οἱ ἔκπαλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρῖμα, ἀσεβεῖς,
τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν,
καὶ τὸν μόνον ∆εσπότην καὶ Κύριον Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
Καὶ πάλιν λέγει·
Ἐπ' ἐσχάτων τῶν χρόνων ἔσονται ἐμπαῖκται,
κατὰ τὰς ἰδίας ἐπιθυμίας αὐτῶν πορευόμενοι τῶν ἀσεβειῶν.
Οὗτοί εἰσι οἱ ἀφόβως ἑαυτοὺς ποιμαίνοντες, νεφέλαι ἄνυδροι, παντὶ ἀνέμῳ περιφερόμεναι, ἀστέρες πλανῆται,
οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται.
Ταῦτα καὶ πλείονα τούτων παραινεῖ ἡμᾶς Ἰούδας ὁ καλός.
∆εῦρο λοιπὸν, Παῦλε, τὸ σκεῦος τῆς ἐκλογῆς,
εἰπὲ ἡμῖν καὶ αὐτὸς κατὰ τὴν χάριν τὴν δοθεῖσάν σοι παρὰ τοῦ Θεοῦ,
εἰπὲ ἡμῖν περὶ τοῦ ἐνεστῶτος πονηροῦ αἰῶνος·
φανέρωσον τοὺς κρυφίους λύκους, θριάμβευσον
καὶ στηλίτευσον τοὺς κλέπτας τῆς ἁγίας ποίμνης τοῦ Θεοῦ.
Παῦλος εἶπεν·
Οἶδα ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου.
Ὁρᾷς πανταχοῦ τοὺς θεολόγους συμφωνοῦντας τῷ ∆ιδασκάλῳ περὶ τῶν ἀθέων αἱρετικῶν,
κύνας αὐτοὺς καὶ λύκους προσαγορεύοντας;
καθὼς καὶ ἀλλαχοῦ φησιν ὁ Παῦλος·
Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας,
βλέπετε τὴν κατατομήν.
Βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης.
Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε,
ὅτι αἱ ἡμέραι πονηραί εἰσι.
Τίς ἕξει ἀπολογίαν ἀμελείας,
ἀκούων τὰς τοσαύτας παραγγελίας;
Καὶ ἀλλαχοῦ πάλιν·
Μὴ παραδέχεσθε αἱρετικὸν ἄνθρωπον μετὰ μίαν
καὶ δευτέραν νουθεσίαν·
καὶ πάλιν, διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε·
καὶ πάλιν, αἱρετικοὶ ἄνθρωποι προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι·
καὶ ἀλλαχοῦ, τοῖς μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν.
Ἀκούσατε πάλιν, οἱ τὰς ἀγάπας μετ' αὐτῶν ποιοῦντες·
πῶς φύγητε ἀπὸ τῆς ὀργῆς τῆς ἐπερχομένης ἐφ' ὑμᾶς,
οἱ τούτοις συμμιαινόμενοι ἐν βρώσει, ἐν πόμασι;
πῶς τολμᾶτε προσελθεῖν τοῖς θείοις μυστηρίοις καὶ φρικτοῖς τοῦ Χριστοῦ;
ἢ οὐκ ἠκούσατε τοῦ μακαρίου Παύλου βοῶντος,
ὅτι οὐ δύνασθε ποτήριον Κυρίου πιεῖν,
καὶ ποτήριον δαιμόνων·
οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν,
καὶ τραπέζης δαιμονίων.
Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε.
Ἆρα δυσωπήσωμεν ὑμᾶς;
ἢ εἰς κενὸν κοπιῶμεν καὶ εἰς ἀέρα λαλοῦμεν;
Πλὴν διὰ τοὺς θέλοντας καὶ σπουδάζοντας ἀκούειν τὸν λόγον καὶ ποιεῖν, οὐκ ἀποκνήσω,
οὐκ ἀποστήσομεν τῶν ῥημάτων Παύλου,
ἀλλὰ πάλιν ταὐτὰ ἐρῶ·
ἀκούσατε, Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις.
Τίς γὰρ κοινωνία φωτὶ πρὸς σκότος;
Ποῦ εἰσιν οἱ θρασύστομοι, οἱ λέγοντες,
μὴ εἰρῆσθαι ταῦτα ἐν ταῖς θείαις Γραφαῖς·
Ὧν ὁ Θεὸς ἡ κοιλία,
καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες;
Ταῦτα ὁ Παῦλος παρακαλεῖ καὶ διδάσκει καὶ παραινεῖ, Παῦλος, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸ ἕρκιον τῆς Ἐκκλησίας,
ὁ πολύαθλος καὶ γενναῖος, Παῦλος ἡ θεόφθογγος λύρα,
ὁ Χριστοῦ κήρυξ, ὁ συγγραφεὺς τῶν δογμάτων, ἡ σάλπιγξ τοῦ Λόγου, ὁ ῥήτωρ τῆς εὐσεβείας, ἡ τῶν ἐθνῶν σαγήνη.
Καὶ οἱ μὲν μακάριοι θεολόγοι ταῦτα καὶ πλείονα τούτων περὶ ἀθέων καὶ ἀπίστων ἐφθέγξαντο·
οἱ δὲ προφῆται προηγούμενοι ἔκπαλαι τὰ ὅμοια ἐφθέγξαντο·
ἀναγκαῖον γὰρ καὶ τούτους εἰς μέσον ἀγαγεῖν.
Εἶπεν ὁ προφήτης ∆αυΐδ·
Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια.
Καὶ πάλιν λέγει·
Κύριε, οὐχὶ τοὺς μισοῦντάς σε ἐμίσησα,
καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;
Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, καὶ εἰς ἐχθροὺς ἐγένοντό μοι.
Καὶ ὁ Σολομὼν λέγει,
ὅτι δυσσεβοῦντες ὑποκρίνονται εὐσέβειαν.
Καὶ πάλιν λέγει·
Υἱὲ, μή σε πλανήσωσιν ἄνδρες ἀσεβεῖς,
μηδὲ πορευθῇς ἐν ὁδῷ μετ' αὐτῶν.
Ἡσαΐας δὲ ὁ προφήτης,
μᾶλλον δὲ ὁ Κύριος διὰ τοῦ προφήτου λέγει·
Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν·
καὶ πάλιν, Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει Κύριος.
Ἆρα ἀρκεῖ ταῦτα;
ἢ παραγάγω εἰς μέσον καὶ πάντας τοὺς προφήτας;
Ἀλλὰ ἀρκεῖ καὶ ταῦτα πρὸς τοὺς ἀκούειν θέλοντας.
Ὁ γὰρ τοῖς εἰρημένοις μὴ προσέχων,
οὐδὲ τοῖς πλείοσι πεισθήσεται.
Ἀλλ' ἔτι μικρὸν ἐνδιατρίψωμεν τοῖς τοῦ προφήτου ∆αυῒδ ῥήμασι, καὶ ἴδωμεν πῶς στηλιτεύει καὶ θριαμβεύει τὸν κεκρυμμένον αὐτοῖς δόλον, καὶ λέγει·
Οὐκ ἔστιν ἐν στόματι αὐτῶν ἀλήθεια·
ἡ καρδία αὐτῶν ματαία, καὶ τὰ ἑξῆς.
Ὅρα δὲ τὴν τοῦ προφήτου σύνεσιν, πῶς δημοσιεύει καὶ ἀποκαλύπτει θριαμβεύων τοὺς κακοδόξους, ἵνα μὴ ἡμεῖς πλανηθῶμεν.
Ἀκούσατε οἱ ὀρθόδοξοι, καὶ τοῖς αἱρετικοῖς μὴ συγκαταβαίνετε·
ἀκούσατε ποιμένες, καὶ φρίξατε, καὶ μὴ σιγήσατε,
ἀλλὰ κηρύξατε τὸν λόγον·
μὴ δότε τόπον τῷ διαβόλῳ, μὴ δότε θήραν τοῖς λύκοις.
Μιμήσασθε τὸν μακάριον ἀπόστολον Πέτρον,
πῶς ἐν τῇ Ῥώμῃ τοῦ τρισκαταράτου Σίμωνος βλασφημοῦντος, καὶ λέγοντος ἑαυτὸν εἶναι τὴν δύναμιν τοῦ Θεοῦ, οὔτε κἂν πρὸς ὥραν ἐσιώπησεν, ἢ ἀνεβάλλετο,
ἀλλ' ἐλέγξας, καὶ ψεύστην αὐτὸν ἀποδείξας, καὶ λῃστὴν καὶ ἀντίθεον, ῥίψας αὐτὸν τῇ ἀπωλείᾳ παρέδωκεν;
Ὁμοίως δὲ καὶ τὸν τούτου υἱὸν, μᾶλλον δὲ τοῦ διαβόλου, Μοντανὸν, τὸν μιαρὸν καὶ ἀκάθαρτον καὶ ἄθεον,
μετὰ τῶν δύο μοιχαλίδων, σπουδῇ πολλῇ ὁ Ἀπόστολος ἐλέγξας, καὶ ἀντίθεον ἀποδείξας καὶ ψευδόχριστον καὶ ψευδοπροφήτην, ἐφίμωσε, καὶ ἐνέφραξε τὸ μιαρὸν αὐτοῦ στόμα ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ, μὴ μακροθυμήσας,
μὴ ἀναβαλλόμενος ἐπὶ τῇ τούτου βλασφημίᾳ.
Οὕτως οὖν ποιεῖτε καὶ ὑμεῖς, ποιμένες,
καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκαθάρτοις τοῦ σκότους·
μᾶλλον δὲ καὶ ἐλέγχετε, ὥσπερ καὶ οἱ ἀπόστολοι καὶ ὁ θεοπάτωρ ∆αυῒδ περὶ αὐτῶν πολλοὺς μόχθους κατεβάλετο, καὶ πολλοὺς ἀγῶνας, ἐλέγχων καὶ ἐπιτιμῶν, στηλιτεύων αὐτοὺς καὶ τῷ Θεῷ ἐντυγχάνων κατ' αὐτῶν, καὶ λέγων·
Ἕως πότε ἁμαρτωλοὶ, Κύριε,
ἕως πότε ἁμαρτωλοὶ καυχήσονται;
∆ιασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου.
∆ὸς αὐτοῖς, Κύριε, κατὰ τὰ ἔργα αὐτῶν,
ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα σου, Κύριε.
Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις.
Καὶ πάλιν παρακαλεῖ ὁ ∆αυῒδ δεήσεις προσάγων τῷ ∆εσπότῃ, ὅπως αὐτὸς δι' ἑαυτοῦ κατελθὼν ποιήσῃ τὸ αἴτημα αὐτοῦ, βοῶν καὶ λέγων·
Κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι·
Κύριε μὴ χρονίσῃς.
Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε.
Καὶ τί ὁ φιλάνθρωπος Θεὸς, ὁ πάντας ἀνθρώπους θέλων σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι ἐγγύς ἐστι πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ;
Οὐ παρήκουσεν οὐδὲ ὑπερεῖδε τὴν δέησιν τῶν ἁγίων,
ἀλλ' ἔκλινεν οὐρανοὺς, καὶ κατέβη,
καὶ πάντα ᾠκονόμησε πρὸς σωτηρίαν τοῦ γένους ἡμῶν,
καὶ πάντα ὑπέδειξε ποιῶν καὶ διδάσκων.
Εἶτα θέλων διδάξαι, ἵνα οἱ μέλλοντες προΐστασθαι τῶν Ἐκκλησιῶν, οὕτως ἐκδιώκωσι τοὺς αἱρετικοὺς, ἐποίησεν φραγέλλιον ἐκ σχοινίων, καὶ εἰσελθὼν πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, καὶ ἀπώσατο, καὶ ἐξεδίωξε, λέγων·
Ὁ οἶκός μου, οἶκος προσευχῆς ἐστιν·
ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.
Ἀκούσατε οἱ προϊστάμενοι τῶν Ἐκκλησιῶν.
Ὑμῖν γὰρ ὑπέδειξε τὸ καλὸν, ἵνα ἐξακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ, προσέχοντες πανταχόθεν ἀκριβῶς,
καὶ τοὺς λύκους ἐκδιώκοντες, καὶ τὴν ποίμνην φυλάττοντες.
Εἶτα ἐκβαλὼν ἔξω πάντας, δηλονότι τοὺς τὰ ἐναντία φρονοῦντας, τέλος δὲ καὶ τὴν ἐρήμωσιν αὐτῶν καὶ ἀφανισμὸν προειπὼν, τὴν μέλλουσαν ἔσεσθαι κατὰ γενεὰν καὶ γενεὰν τοῖς τὰ ἐναντία φρονοῦσι λέγων·
Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.
Ὅρα πῶς οἱ λόγοι ἔργον ἐγένοντο·
οἱ γὰρ ἐχθροὶ καὶ ἐπίβουλοι τῆς Ἐκκλησίας,
ἤγουν οἱ αἱρετικοὶ, καθ' ἑκάστην γενεὰν τῇ ἀπωλείᾳ παραδίδονται, κατὰ τὸν λόγον τοῦ Κυρίου, ὃν εἴρηκεν,
ὅτι Πᾶσα φυτεία,
ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου, ἐκριζωθήσεται·
ὃ καὶ γέγονεν.
Αὐτὸς γὰρ πρῶτος τοῦτο ἐποίησεν καὶ ὑπέδειξε·
μετὰ δὲ τὴν αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν οἱ μακάριοι ἀπόστολοι παρετάξαντο κατ' αὐτῶν.
Μετὰ δὲ τούτους, τὰ θεῖα τούτων διδάγματα καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι, καὶ αἱ κατὰ καιροὺς γενόμεναι ἅγιαι σύνοδοι τούτους ἀμετανοήτως ἔχοντας ἐκριζώσαντες,
τῇ ἀπωλείᾳ παρέδωκαν κατὰ τὸ γεγραμμένον,
ὅτι Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος.
Οὐκοῦν πάντες ἐξέλιπον καὶ ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν.
Ποῦ γάρ εἰσιν οἵ ποτε τὴν Ἐκκλησίαν πολεμήσαντες,
βασιλεῖς καὶ δυνάσται καὶ σοφοί;
οὐχὶ διεσκορπίσθησαν καὶ ἀπώλοντο, καὶ ἐγένοντο εἰς οὐδέν;
Ποῦ γὰρ τὸ γαυρίαμα καὶ ἡ θρασύτης τῶν Ἰουδαίων;
ποῦ Σίμων ὁ μάγος ὁ πρῶτος ἐν αἱρέσει,
ὁ μαθητὴς τοῦ ἀντιχρίστου καὶ πρόδρομος;
ποῦ τὸ κακὸν τούτου γέννημα,
καὶ τῆς τούτου μανίας καὶ ἀσελγείας διάδοχος Μοντανὸς, ὁ τῶν κακῶν ἔξαρχος μετὰ τῶν δύο μοιχαλίδων,
καὶ τὰ τούτων λεγόμενα μυστήρια, τὰ βαθείας σιωπῆς ἄξια, τὰ βδελυκτὰ καὶ ἀκάθαρτα, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἔλεγεν·
Τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν;
Ποῦ Μαρκίων, ποῦ Οὐάλης, ποῦ Μάνης, ποῦ Βασιλίδης,
ποῦ Νέρων, ποῦ Ἰουλιανὸς, ποῦ Ἄρειος, ποῦ Νεστόριος,
ποῦ πάντες οἱ ἀντιτασσόμενοι τῇ ἀληθείᾳ,
περὶ ὧν ἐβόα ἡ Ἐκκλησία, ὅτι Ἐκύκλωσάν με κύνες πολλοί;
Οὐχὶ πάντες ἀπώλοντο;
∆ιεσκορπίσθησαν γὰρ διὰ τὴν βλασφημίαν αὐτῶν,
καὶ ἐξεδιώχθησαν ὡς λύκοι.
Εὗρον γὰρ τοὺς ἀνταγωνιστὰς καὶ γενναίους πολεμιστὰς καὶ ὄντως ποιμένας, τοὺς προϊσταμένους τότε τῶν Ἐκκλησιῶν μακαρίους ἄνδρας.
Ἀλλὰ πολὺ τὸ διάφορον ὁρῶ τῶν τότε ποιμένων παρὰ τῶν νῦν.
Ἐκεῖνοι πολεμισταὶ, οὗτοι φυγάδες·
ἐκεῖνοι βιβλίων καλλωπισταὶ καὶ δογμάτων,
οὗτοι ἱματίων καὶ γελγῶν.
Οὗτοι ὡς μισθωτοὶ ἀφιεῖσι τὰ πρόβατα, καὶ φεύγουσιν·
ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν ἔθηκαν ὑπὲρ τῶν προβάτων, μιμησάμενοι τὸν ποιμένα τὸν καλόν.
Ὢ τῶν μακαρίων αὐτῶν ἀνδρῶν,
ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς·
οὓς ἔφριξαν δαίμονες, καὶ ἐτρόμαξαν αἱρετικοί·
καὶ ἐφράγη στόμα λαλούντων ἄδικα.
Φθέγξομαι τοίνυν κἀγὼ παραπλήσια τῷ ∆αυῒδ,
ὃς ἀποδυρόμενος ἔλεγε·
Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε;
Εἴπω κἀγὼ ἐν δάκρυσι·
Ποῦ ἐστιν ὁ μακάριος χορὸς ἐκεῖνος τῶν ἐπισκόπων καὶ διδασκάλων, οἵτινες ἔλαμψαν ὡς φωστῆρες ἐν κόσμῳ,
λόγον ζωῆς ἐπέχοντες;
Τί δὲ κωλύει καὶ εἰς μέσον τούτους παραγαγεῖν,
κἂν ἐπὶ πολλῶν ὀλίγους;
καὶ γὰρ τὸ μνημονεῦσαι αὐτοὺς ἁγιασμός ἐστι τῆς ψυχῆς.
Ποῦ Εὐόδιος ἡ εὐωδία τῆς Ἐκκλησίας,
καὶ τῶν ἁγίων ἀποστόλων διάδοχος καὶ μιμητής;
ποῦ Ἰγνάτιος τὸ τοῦ Θεοῦ οἰκητήριον;
ποῦ ὁ ∆ιονύσιος τὸ πετεινὸν τοῦ οὐρανοῦ;
ποῦ Ἱππόλυτος ὁ γλυκύτατος καὶ εὐνούστατος;
ποῦ Βασίλειος ὁ μέγας, καὶ μικροῦ δεῖν τῶν ἀποστόλων ἰσόῤῥοπος;
ποῦ Ἀθανάσιος ὁ ἅγιος, καὶ πλεονέκτης τῶν ἀρετῶν;
ποῦ Γρηγόριος ὁ δεύτερος θεολόγος, καὶ ἀήττητος στρατιώτης τοῦ Χριστοῦ, καὶ ὁ τούτου συνώνυμος;
ποῦ Ἐφραῒμ ὁ πολὺς, ἡ παραμυθία τῶν ἀθυμούντων,
ἡ παιδαγωγία τῶν νέων, ἡ χειραγωγία τῶν μετανοούντων,
ἡ κατὰ τῶν αἱρετικῶν ῥομφαία,
τὸ δοχεῖον τοῦ Πνεύματος, τὸ σκεῦος τῶν ἀρετῶν;
Ὁρᾷς πόσον τὸ μέσον, καὶ πόση διαφορὰ ἐκείνων τῶν μακαρίων καὶ ἁγίων ἀνδρῶν παρὰ τῶν νῦν;
Οἶδα καὶ ἄλλους θεοφόρους διδασκάλους,
ἀλλὰ ἀρκεῖ πρὸς τὸ παρὸν τέως.
Ἐκεῖνοι τὴν ψυχὴν αὐτῶν, καθὼς προείρηται,
ἔθηκαν ὑπὲρ τῶν προβάτων·
οὗτοι δὲ ἀφέντες τὰ πρόβατα ἔφυγον·
ἐκεῖνοι δυνατοὶ καὶ ἐν λόγῳ καὶ ἐν ἔργῳ·
οὗτοι δὲ καὶ ἐν χρήμασι καὶ ἐν κτήμασι καὶ ἵππων
καὶ ἡμιόνων, καὶ ἀρουρῶν καὶ ποιμνίων,
καὶ μαγείρων καὶ λαμπρᾶς τραπέζης.
Πολὺς ὁ λόγος ἐν αὐτοῖς περὶ τούτων καθ' ἑκάστην ἡμέραν καὶ νύκτα·
περὶ δὲ τῆς λογικῆς ποίμνης λόγος οὐδεὶς, περὶ ἧς λόγον ἀπαιτηθήσονται ἐν τῇ μεγάλῃ ἡμέρᾳ τῆς κρίσεως.
Εἶτα ἐάν τις ἐρωτήσῃ αὐτοὺς περὶ βιβλίων,
ἀποκρίνονται λέγοντες·
Πτωχός εἰμι, καὶ οὐκ εὐπορῶ βιβλία κτήσασθαι.
Εἶτα προσέρχονται οὐχ ὡς πτωχοὶ, ἀλλ' ἱμάτια φοροῦντες ἔκστιλβα, βαλάντια κεκτημένοι ἁδρὰ,
καὶ τραχήλους ὡς παρασίτων ταύρων,
μαθητῶν πλῆθος ἐπισυρόμενοι, μᾶλλον δὲ μαγείρων·
τὰ μὲν αἰσχρόν ἐστι καὶ λέγειν, ἐκ τοῦ περισσοῦ γὰρ πλούτου συνεισάκτους ἐκτήσαντο προφάσει ἀνδραπόδων.
Ὢ βαθείας αἰσχύνης·
ὢ τῆς κακῆς εὐπορίας!
ὢ πικρᾶς φιλαργυρίας!
ὢ τῆς ἀπληρώτου γαστρός!
Λοιπὸν ἐκεῖθεν σκάνδαλα, ψιθυρισμοὶ, ὀνείδη, λοιδορισμοὶ, θόρυβοι.
Εἶτα ἐγκαλούμενοι ἀποκρίνονται·
Οὐκ ἀδικῶ τινα, ἐξουσίαν ἔχω τῶν ἐμῶν χρημάτων.
Εἶτα ἐάν τις ἀθέων αἱρετικῶν παραφρονῇ λαλῶν διεστραμμένα, ὁ ἀντιλέγων οὐδεὶς, ὁ πολεμῶν οὐδαμοῦ·
πάντες πτωχοὶ τότε γίνονται, πάντες σιωπητικοὶ, πάντες φυγάδες.
Ὢ τῆς κακῆς ῥίζης πάντων τῶν κακῶν τῆς φιλαργυρίας!
Ἐκ τοῦ πλούτου βούλεσθε σωθῆναι;
Ἀλλ' εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλίδος ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς βασιλείαν τοῦ Θεοῦ.
Τρυφῶντες, μεθύοντες, καὶ μετεωριζόμενοι βούλεσθε νικᾷν τὰς αἱρέσεις;
Ἀλλ' οὐαὶ ὑμῖν, οἱ τρυφῶντες καὶ μετεωριζόμενοι,
ἐν χρυσῷ καὶ ἱματίοις ποικίλοις καλλωπιζόμενοι·
πῶς ἄλλοις δείξετε τὴν καλὴν πτωχείαν τοῦ Χριστοῦ,
τοῦ δι' ἡμᾶς πτωχεύσαντος, τ
οῦ ἐντειλαμένου τοῖς μαθηταῖς αὐτοῦ μὴ ἔχειν χαλκὸν ἐν ταῖς ζώναις.
Ὄντως πλανᾶσθε, μὴ νοοῦντες τὰς Γραφάς.
Οὐκ ἀκούετε τοῦ Κυρίου λέγοντος, ὅτι Μακάριοι οἱ πτωχοί·
καὶ πάλιν, Οὐαὶ ὑμῖν τοῖς πλουσίοις·
καὶ, Μὴ θησαυρίζετε ἐπὶ τῆς γῆς.
Ὁ πλοῦτος ὑμῶν ἐπληθύνθη, καὶ ὁ λόγος ὑμῶν ἐξέλειπε·
τὰ ἱμάτια ὑμῶν σητόβρωτα γεγόνασι·
περὶ ὧν λόγον δώσετε τῷ ἀρχιποιμένι Χριστῷ.
Οὐ γὰρ ἀγνοεῖτε,
ὅτι ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ·
ὑμεῖς δὲ καὶ ὑπὲρ ἑαυτῶν καὶ ὑπὲρ τῶν προβάτων, ἀρχιερεῖς καὶ ἱερεῖς, καὶ διάκονοι, ἕκαστος καθὼς ἐπιστεύθη.
Ἀλλ' ὁρᾶτε, μὴ ἐπιλάθεσθε τῶν ταλάντων.
Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ·
Βλέπετε μὴ ἀπολείψῃ πρόβατον ἐκ τῆς ποίμνης.
Τοῦτο γάρ ἐστε γινώσκοντες, ὅτι ἐὰν ἓν πρόβατον ἀπολείψῃ γενόμενον θηριάλωτον ἐξ ὑμετέρας ἀμελείας, πάντα τὸν βίον ὑμῶν κατέλυσεν·
τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν ὑμῶν ἀπαιτήσει ὁ Κριτής.
Ἀνανήψατε οὖν λοιπὸν, κηρύξατε τὸν λόγον,
ἀποῤῥίψατε πᾶσαν βιωτικὴν μέριμναν,
βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε·
Βλέπετε τοὺς κύνας.
Πάλιν τὸ βλέπετε λέγω, καὶ λέγων οὐ παύομαι.
Βλέπετε τοὺς κλέπτας,
βλέπετε ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον.
Ἀγρυπνεῖτε καὶ νήφετε, οἱ τὸ δεσποτικὸν χάρισμα καταπιστευθέντες, καὶ γρηγορεῖτε, καὶ τὴν ὥραν τῆς φοβερᾶς παρουσίας τοῦ ∆εσπότου τηρεῖτε, ὅταν ἔρχηται συνᾶραι λόγον μεθ' ὑμῶν, οἷς ἐπίστευσε τὰ τάλαντα.
Ταῦτα τοίνυν κατὰ νοῦν ἔχοντες, ὦ ἀγαπητοὶ,
Ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ,
ὡς λέγει ὁ Ἀπόστολος, μὴ ἀναγκαστικῶς,
ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς,
ἀλλὰ προθύμως,
μηδὲ ὡς κατακυριεύοντες τοῦ κλήρου,
ἀλλὰ τύποι γενόμενοι τοῦ ποιμνίου.
Καὶ φανερωθέντος τοῦ ἀρχιποιμένος κομίσεσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
Πάλιν οὖν ταὐτὰ ἐρῶ·
ἀκούσατε, ἱερεῖς Κυρίου, Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοὶ, ἄρχοντες καὶ πάντες κριταὶ γῆς·
νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων.
Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,
οἱ μικροὶ καὶ μεγάλοι, εἴτε ἄρσεν εἴτε θῆλυ,
Ἐπὶ τῷ αὐτῷ πλούσιος καὶ πένης·
προσέχετε τοῖς λεγομένοις, παρακαλῶ·
βούλομαι γὰρ ἀποδεῖξαι καὶ πληροφορῆσαι ὑμᾶς ἐκ τῶν ἁγίων Γραφῶν, ὅτι οὐ πάντες οἱ λεγόμενοι Χριστιανοὶ, Χριστιανοί εἰσιν, ἀλλὰ μόνον τὸ ὄνομα καλούμενοι Χριστιανοὶ φρεναπατῶνται ἐπὶ τῇ ψιλῇ προσηγορίᾳ.
Τῷ μὲν λόγῳ Χριστιανοὶ πολλοὶ,
τῷ δὲ τρόπῳ ὀλίγοι καὶ σπάνιοι·
τῷ σχήματι ὡς Χριστιανοὶ καὶ ὡς Χριστοῦ μαθηταὶ,
τῷ δὲ τρόπῳ προδόται·
τῷ λόγῳ εὐσεβεῖς καὶ εὔσπλαγχνοι,
τῷ δὲ τρόπῳ ἀσεβεῖς καὶ ἀνελεήμονες·
τῇ προσηγορίᾳ Χριστιανοὶ, τοῖς δὲ ἔργοις ἐθνικοὶ,
καθὼς προεῖπεν ὁ προφήτης ∆αυῒδ,
ὅτι Ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν.
Καὶ ἀληθῶς ἐν ἡμῖν ἐπληρώθη ἡ προφητεία αὕτη.
Ποταποὶ Χριστιανοὶ Ἰουδαϊκοῖς καὶ Ἐλληνικοῖς προσέχοντες μύθοις, καὶ γενεαλογίαις, καὶ μαντείαις, καὶ ἀστρολογίαις, καὶ φαρμακείαις, καὶ φυλακτηρίοις·
καὶ παρατηρήσεις ἡμερῶν καὶ ἐνιαυτῶν,
κληδονισμοὺς καὶ ὄνειρα, καὶ ὀρνέων φωνάς·
καὶ ἐν πηγαῖς λύχνους ἅπτοντες καὶ ἀπολουόμενοι,
καὶ συναντήματα παρατηρούμενοι,
καὶ εἰδωλόθυτον ἐσθίοντες,
καὶ αἷμα πνικτῶν καὶ θηριαλώτων,
καὶ ὀρνεοπάτακτα, καὶ πολλὰ ἕτερα τούτων ὅμοια;
Πῶς Χριστιανοὶ εὑρεθῶσιν οἱ τοιαῦτα πράσσοντες;
ποίᾳ δὲ παῤῥησίᾳ τολμῶσιν ἑαυτοὺς ὀνομάζειν Χριστιανούς;
πῶς δὲ τολμῶσι προσελθεῖν τοῖς θείοις μυστηρίοις οἱ χείρονες τῶν Ἑλλήνων ὑπάρχοντες;
Πάλιν ἀκούσατε, ποταποὶ Χριστιανοὶ οἱ τὰ τῶν ἐθνῶν σχήματα ποιοῦντες, ἀφανισμὸν προσώπων, ἢ ἐπιφωνήσεις,
ἢ ὀρχήσεις, ἢ κρότους χειρῶν, ἢ στολισμὸν γυναικῶν ἐν ἀνδράσι;
Τοῖς τὰ τοιαῦτα πράττουσι οὐδὲν ὄφελος τὸ λέγεσθαι αὐτοὺς Χριστιανούς.
Ὥσπερ γὰρ ἡ κόρη ἢ παρθένος,
ἕως ὅτε φυλάσσει τὴν παρθενίαν αὐτῆς,
εὐλόγως καὶ ἀξίως παρθένος καλεῖται, καὶ ἔστιν·
ἐπὰν δὲ ἀπατηθῇ ὑπό τινος, καὶ φθαρῇ,
καὶ τὴν παρθενίαν ἀπολέσῃ, οὐκ ἔτι παρθένος ἐστίν·
οὕτω καὶ ὁ καλούμενος Χριστιανὸς ἐὰν τὰς συνθήκας παραβῇ, καὶ τὰς ἐπαγγελίας καταπατήσῃ,
καὶ τὸν λόγον τοῦ Εὐαγγελίου ἀθετήσῃ,
καὶ τὰ τῶν ἐθνῶν πράττῃ,
οὐδὲν ὄφελος τὸ καλεῖσθαι αὐτὸν Χριστιανὸν, καθὼς προείρηται.
Σύνετε οὖν ἅπαντες, ἀγαπητοὶ, ὅτι δι' ὀλίγων ῥημάτων ἅπασιν ἐκείνοις ἀπεταξάμεθα λέγοντες·
ἀποτάσσομαι τῷ Σατανᾷ, καὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ.
Ἐννόησον τί εἶπες, Πᾶσι τοῖς ἔργοις αὐτοῦ·
βλέπε τίνι συνέθου, οὐκ ἀγγέλῳ, οὐ βασιλεῖ ἐπιγείῳ,
οὐκ ἄρχοντι τοῦ αἰῶνος τούτου,
ἀλλὰ τῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων·
αὐτῷ συνέθου καὶ ὡμολόγησας,
καὶ συνετάξω ἐπὶ πολλῶν μαρτύρων·
λοιπὸν ἐν τῇ χειρὶ αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου.
Τὸ λοιπὸν προσδέχου αὐτὸν ἐρχόμενον ἐκ τῶν οὐρανῶν ἐπιφερόμενόν σου τὸ γραμματεῖον, τὰ ῥήματα ἐκ τοῦ στόματός σου ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων.
Ὅρα, ἀδελφὲ, καὶ φύλαξον τοῦ λοιποῦ ἀπὸ τῶν ἐθνικῶν πραγμάτων.
Ἀκούσατε τοῦ Ἀποστόλου λέγοντος·
Τοῦτο οὖν λέγω, καὶ μαρτύρομαι ἐν Κυρίῳ,
μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοῦ αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ.
Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν.
Προσέχετε τοῖς λεγομένοις, ἀγαπητοὶ,
καὶ μὴ συναναμίγνυσθε τοῖς τοιαῦτα πράττουσι.
Πολλοὶ γάρ εἰσι τῆς ἀπωλείας μαθηταὶ,
καὶ ἔτι πληθυνθήσονται.
Βλέπετε, ὅτι αἱ ἡμέραι πονηραί εἰσι,
καὶ ὁ καιρὸς τοὺς ἰδίους ὑπηρέτας προχειρίζεται.
Καὶ μὴ θαυμάσῃς, ἐὰν οἱ ποιμένες λύκοι γίνωνται.
Πρὸς γὰρ ἐπισκόπους καὶ πρεσβυτέρους διαλεγόμενος Παῦλος ὁ ἀπόστολος ἔλεγεν, ὅτι Ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα.
Ὥστε μηδεὶς πλανάτω ὑμᾶς, ἔχων ἔξωθεν σχῆμα ἀγγελικὸν, καὶ ἔσωθεν διαβολικόν.
∆ιὰ τοῦτο ὁ Ἰησοῦς ἔλεγεν·
Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ.
Κἀγὼ δὲ πάλιν τὰ ὅμοια ἐρῶ·
βλέπετε μή τις ὑμᾶς πλανήσῃ, μήτε ἀπὸ τῶν ἔσωθεν,
μήτε ἀπὸ τῶν ἔξωθεν, μὴ ἐπίσκοπος, μὴ πρεσβύτερος,
μὴ διάκονος, μὴ ἀναγνώστης, ἤ τις ἐὰν ᾖ λαλῶν διεστραμμένα·
Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων,
ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες·
οἵτινες ἔχουσιν μόρφωσιν εὐσεβείας,
τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι.
Ὑμεῖς δὲ, ἀγαπητοὶ, μὴ πλανηθῆτε,
ἀλλ' ὡς παρελάβετε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν,
ἐν αὐτῷ περιπατεῖτε·
καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν.
Καὶ περὶ μὲν τούτων ἐνταῦθα ἀποδώσω τὸν λόγον·
μικρὰ δὲ διαλεχθεὶς περὶ σημείων τῆς συντελείας, καταπαύσω.
Ὅταν δὲ ἄρξωμαι λαλεῖν περὶ τῆς συντελείας,
φρίκη μοι ἐπέρχεται, καὶ ἐξίσταμαι.
Πάντα μὲν τὰ τοῦ Κυρίου θαυμαστὰ,
μεγάλα καὶ φοβερὰ καὶ ἔνδοξα·
τὸ δὲ τέλος τῆς συντελείας καὶ τὸ τῆς δευτέρας αὐτοῦ παρουσίας μυστήριον, ὑπὲρ λόγον καὶ νοῦν καὶ ἔννοιαν, ὑπερβαίνει πᾶσαν διήγησιν, καὶ καταπλήττει πᾶσαν ἀκοήν.
Μέγας δὲ ἀγὼν καὶ πολὺς πόθος τῶν μαθητῶν,
ἀκούειν παρὰ τοῦ διδασκάλου σημεῖα περὶ τῆς συντελείας.
Ὡς γὰρ πολλάκις ἠκούσατε τοῦ Εὐαγγελίου λέγοντος, ὅτι Καθημένου τοῦ Ἰησοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν,
προσῆλθον αὐτῷ μαθηταὶ αὐτοῦ κατ' ἰδίαν λέγοντες·
Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ τῆς συντελείας τοῦ αἰῶνος.
Ὅρα τὸ σοφὸν καὶ συνετὸν τῶν μαθητῶν.
Ὅταν μέγα τι ἐβούλοντο ἐρωτᾷν,
οὐ πάντες αὐτῷ προσέρχονται, ἀλλὰ κατ' ἰδίαν, καί φασιν·
Εἰπὲ ἡμῖν, ∆έσποτα, καὶ τὸ, εἰπὲ ἡμῖν, ἀγαθέ·
εἰπὲ ἡμῖν, καρδιογνῶστα·
εἰπὲ ἡμῖν, ὁ γινώσκων τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα·
εἰπὲ ἡμῖν, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν·
εἰπὲ ἡμῖν, ὁ ποιητὴς τῶν αἰώνων·
εἰπὲ ἡμῖν, ὁ Πατὴρ τοῦ μέλλοντος αἰῶνος·
εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος, ὅταν μέλλῃς ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς πάσης τῆς οἰκουμένης·
ὅταν καταργήσῃς πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν·
ὅταν καμφθῇ σοι πᾶν γόνυ ἐπουρανίων, καὶ ἐπιγείων καὶ καταχθονίων·
Εἰπὲ ἡμῖν, τί τὸ σημεῖον τῆς παρουσίας σου, ὅπως καὶ ἡμεῖς διδάξωμεν πάντα τὰ ἔθνη τὴν παράδοξόν σου παρουσίαν.
Ὁ δὲ Κύριος εἶπεν αὐτοῖς·
Βλέπετε, μὴ πλανηθῆτε·
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου,
λέγοντες, ὅτι Ἐγώ εἰμι ὁ Χριστός.
Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ·
ὅτι ὁ καιρὸς ἐγγύς ἐστι.
Ὅπερ νῦν ἡμεῖς θεωροῦμεν τοῖς ὀφθαλμοῖς ἡμῶν,
τότε εἶπεν, Ὅτι καιρὸς ἐγγύς ἐστι·
νῦν ἔστηκε, καὶ πάντες θεωροῦμεν.
Ὁρᾷς, πόση σπουδὴ τοῦ ∆εσπότου περὶ ψευδοδιδασκάλων καὶ αἱρετικῶν τοῦ ἀπογυμνῶσαι, καὶ δεῖξαι ἡμῖν τὸν κεκρυμμένον ἐν αὐτοῖς δόλον;
∆ιὸ καὶ πρὸ τῶν σημείων ἐν τῇ ἐρωτήσει τῶν μαθητῶν, τούτους προήγαγεν ὡς λύκους τῆς ποίμνης καὶ τοῦ Ἀντιχρίστου προδρόμους·
εἶτα προεῖπε τὰ ἀκόλουθα, πολέμους καὶ ἀκαταστασίας, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλείαν ἐπὶ βασιλείαν·
ἅπερ ὁρῶντες νῦν, οὐ συνίεμεν, βλέποντες κατὰ τόπους πολέμους, καὶ λιμοὺς, καὶ φόβητρα, καὶ σημεῖα ἀπὸ τοῦ οὐρανοῦ, καὶ τὰ λοιπὰ ἅπερ εἴρηκεν, τὰ πλεῖστα ὁρῶντες,
οὐ συνίεμεν.
Τότε, φησὶ, σκανδαλισθήσονται πολλοὶ,
καὶ ἀλλήλους παραδώσουσι.
Καὶ ποῦ νῦν οὐκ ἔστι προδοσία;
οὐχὶ πάντες σχεδὸν κατ' ἀλλήλων γεγόνασι,
καὶ μισοῦσιν ἀλλήλους;
Καὶ τοῦτο πεπλήρωται, καθὼς ὁρῶμεν.
Οὐχὶ πάντες κατ' ἀλλήλων γεγόνασιν, ἔθνος ἐπὶ ἔθνος, βασιλεία ἐπὶ βασιλείαν, ἄρχοντες κατὰ τῶν ὁμοίων, ἐπίσκοποι κατὰ ἐπισκόπων, πρεσβύτεροι κατὰ πρεσβυτέρων, καὶ διάκονοι κατὰ διακόνων, ἀναγνῶσται κατ' ἀλλήλων, λαϊκοὶ κατὰ λαϊκῶν;
∆ιὰ γὰρ τὸ πληθυνθῆναι τὴν ἀνομίαν,
ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
∆ιὰ τοῦτο προεῖπεν ὁ ∆εσπότης·
Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ, Οὐ μὴ πλανηθῆτε.
Ἕτερον δὲ πάλιν σημεῖον προέθηκεν λέγων·
Καὶ κηρυχθήσεται τοῦτο τὸ Εὐαγγέλιον ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι.
Καὶ τότε προσδέχου τὸ τέλος, προσδόκα ἰδεῖν βδέλυγμα τῆς ἐρημώσεως, τὸν υἱὸν τῆς ἀπωλείας, δι' ὃν γενήσεται θλίψις πολλὴ καὶ μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς τοῦ κόσμου.
Καὶ πάλιν λέγει·
Ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται,
καὶ δώσουσι σημεῖα καὶ τέρατα,
ὥστε, εἰ δυνατὸν, πλανῆσαι καὶ τοὺς ἐκλεκτούς.
Ὅρα δὲ, πῶς ἄνω καὶ κάτω τοὺς ψευδοπροφήτας καὶ ψευδοδιδασκάλους καὶ ψευδαποστόλους τοῦ Ἀντιχρίστου υἱοῦ τῆς ἀπωλείας, οἵτινες διὰ τῶν ἀκαθάρτων πνευμάτων προχειριζόμενοι, καὶ ὑπ' αὐτῶν ἐνεργούμενοι, πρόδρομοι γίνονται τοῦ Ἀντιχρίστου καὶ ἀντικειμένου·
καὶ διὰ τῶν ἰδίων δογμάτων ἀπατήσουσι, καὶ ἑτοιμάσουσι λαὸν ἐπιτήδειον πρὸς ὑποδοχὴν τοῦ υἱοῦ τῆς ἀπωλείας.
∆ιὰ τοῦτο ἡ θεία Γραφὴ, ἀδελφοὶ, ἄνω καὶ κάτω κράζει ὅτι πολλοὶ πλάνοι ἐξῆλθον εἰς τὸν κόσμον.
∆ιὰ τοῦτο καὶ ὁ ∆εσπότης ἐπήγαγε τὸ, Ἰδοὺ προείρηκα ὑμῖν.
Νοεῖν δὲ ἡμᾶς χρὴ τὸν νοῦν ἑκάστης λέξεως.
Ἰδοὺ προείρηκα ὑμῖν·
τουτέστιν, ἀπάρτι πρόφασιν οὐκ ἔχετε.
Ἰδοὺ προείρηκα ὑμῖν·
ἐὰν πλανήσωσί τινα ἐξ ὑμῶν, ἀσύγγνωστος ἔσται.
Ἰδοὺ προείρηκα ὑμῖν·
εὔλογον πρόφασιν οὐδεὶς ἔχει.
Ἰδοὺ προείρηκα ὑμῖν πάντα·
Βλέπετε, μὴ πλανηθῆτε.
Ὁρᾶτε, μὴ ἄλλον ψευδόχριστον δέξησθε ἀντὶ ἐμοῦ τοῦ ἀληθινοῦ.
Πολλοὶ γὰρ ἐλεύσονται ἐν τῷ ὀνόματί μου, λέγοντες·
ὅτι Ἐγώ εἰμι ὁ Χριστὸς, καὶ πολλοὺς πλανήσουσι·
καὶ, Ὁ καιρὸς ἐγγύς ἐστι.
Μὴ οὖν πορευθῆτε ὀπίσω αὐτῶν.
Ὁρᾶτε, πόσος ὁ λόγος ἐν ἁγίαις Γραφαῖς περὶ τῶν τοιούτων.
∆ιὰ τοῦτο πολλάκις ὑμᾶς ὑπέμνησα περὶ τῶν ἀθέων αἱρετικῶν, καὶ τανῦν παρακαλῶ, τοῦ μὴ συγκαταβῆναι αὐτοῖς ἔν τινι πράγματι, μὴ ἐν βρώμασιν, ἢ ἐν πόμασιν,
ἢ φιλίᾳ ἢ σχέσει, ἢ ἀγάπῃ ἢ εἰρήνῃ.
Ὁ γὰρ ἐν τούτοις ἀπατώμενος, καὶ συγκαταβαίνων αὐτοῖς, ἀλλότριον ἑαυτὸν καθίστησι τῆς καθολικῆς Ἐκκλησίας.
Ὁ δὲ ἀληθινὸς καὶ ἄδολος μαθητὴς τοῦ Θεοῦ μετὰ παῤῥησίας κράζει·
Εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω·
καὶ τὰ τοῦ ∆αυῒδ ψάλλει·
Κύριε, οὐχὶ τοὺς μισοῦντάς σε ἐμίσουν,
καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην;
τέλειον μῖσος ἐμίσουν αὐτούς.
Φρίξατε καὶ τρομάξατε οἱ τὰς ἀγάπας μετ' αὐτῶν ποιοῦντες, καὶ διορθώσασθε, ἵνα μὴ ἀπόλησθε ταῖς ἀσεβείαις αὐτῶν.
Ἁρμόζει δὲ καὶ ἐνταῦθα τὸ, Ἰδοὺ προείρηκα ὑμῖν.
Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν,
τὰ περὶ τῆς συντελείας ἀναπληροῦντες.
Καὶ ἵνα συντόμως εἴπω·
τὰ προειρημένα σημεῖα ἐπληρώθησαν·
λοιπὸν χρὴ ἕτοιμον εἶναι καὶ παρεσκευασμένον,
καὶ μὴ πολυπραγμονεῖν πλεῖον τῶν γεγραμμένων.
Πολλοὶ ἀμαθεῖς καὶ ἀστήρικτοι γεγόνασιν οἱ στρεβλοῦντες τὰς θείας Γραφάς·
ὅρα δὲ σὺ, μὴ πιστεύσῃς αὐτοῖς.
Πολλὴ κακία, πολλὴ πονηρία ἐκκέχυται ἐπὶ τῆς γῆς,
πολλὰ σκάνδαλα·
Βλέπε δὲ σὺ, μὴ ἀπατηθῇς·
μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ, μηδὲ εἰς τὰ ἀριστερὰ,
ἀλλ' ὁδῷ βασιλικῇ βάδιζε.
Ἔχεις πολλοὺς πιστοὺς, ἀγαπητὲ, εἰ καὶ μὴ ἐπὶ γῆς,
ἀλλ' ἐν οὐρανῷ, μεθ' ὧν πάντοτε συνεῖναι σπεῦσον.
Ἔχεις ἐκεῖ πανηγύρεις ἀγγέλων, ἔχεις πατριάρχας, προφήτας, ἀποστόλους, εὐαγγελιστάς·
ἔχεις μάρτυρας, ὁσίους ὁμολογητὰς, καὶ τοὺς ἐν μοναχικῷ βίῳ διαπρέψαντας, πλῆθος πολὺ, ὧν τὰ ὀνόματα ἐν βιβλίῳ ζωῆς.
Τούτους πόθησον, τούτους μίμησαι, τούτων μὴ χωρίζου, τούτων τὴν μνήμην ἐν τῇ καρδίᾳ σου ἔχε νυκτὸς καὶ ἡμέρας, πάντοτε ἐν ταῖς χερσί σου τὰς τούτων βίβλους κατέχων ἀναγίνωσκε, ὅπως εὕρῃς πολλὴν ὠφέλειαν.
Γίνου ἔμπορος λόγου δικαιοσύνης,
ἵνα δύνῃ τοὺς ἀντιλέγοντας ἐλέγχειν,
καὶ τοῖς μυθολόγοις ἐπιτιμᾷν,
καὶ τοὺς αἱρετικοὺς ἐπιστομίζειν,
καὶ τοὺς παραπίπτοντας νουθετεῖν καὶ ἐπιστρέφειν.
Ἐρεύνα τὰς θείας Γραφὰς, ἵνα ὅταν ἴδῃς ἀκαταστασίαν καὶ σύγχυσιν, μὴ καταπέσῃς, ἀλλ' ἐπὶ τὴν θείαν Γραφὴν καταφύγῃς.
Ὅρα δὲ, μὴ χαυνωθῇς, μηδὲ σαλευθῇς ἀπὸ τοῦ νοός σου.
Ὅταν ἴδῃς πολλοὺς ἀσυνετοῦντας, μὴ ξενίζου·
δεῖ ταῦτα γενέσθαι.
Ὅταν ἴδῃς πολλοὺς ψευδοπροφήτας, ὑπομνήσθητι τοῦ ∆εσπότου λέγοντος, ὅτι ἐγερθήσονται ψευδόχριστοι καὶ ψευδοπροφῆται.
Ὅταν πλανολόγους, ὑπομνήσθητι τοῦ προφήτου λέγοντος·
Οὐαὶ τοῖς γράφουσι πονηρίαν.
Ὅταν ἴδῃς τοὺς εὐλαβεῖς καὶ πιστοὺς καὶ σοφοὺς ἐξουδενουμένους, τοὺς δὲ ἐναγεῖς καὶ ἀλαζόνας καὶ προδότας καὶ πόρνους προχειριζομένους, ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος, ὅτι πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι.
Ὅταν ἴδῃς τὴν ἁγίαν Γραφὴν βδελυχθεῖσαν ὑπὸ τῶν εἶναι δοκούντων Χριστιανῶν, καὶ τοὺς λαλοῦντας τὸν λόγον τοῦ Θεοῦ μισηθέντας, ὑπομνήσθητι τοῦ Κυρίου εἰπόντος·
Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.
Ὅταν ἴδῃς λαοὺς ἐπισυντρέχοντας πρὸς τοὺς μυθολόγους καὶ φυλακτογράφους, καὶ γενεαλογίας, καὶ μαντείας,
καὶ διδασκαλίας δαιμόνων, καὶ ἐπερωτήσεις πνευμάτων ἀκαθάρτων, μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς.
Κἂν ἐκ τῶν δοκούντων εἶναι ποιμένων ἐὰν ἴδῃς ταῦτα πράσσοντας, μὴ ἀπογνώσῃς,
ἀλλὰ δακρύσας ὑπομνήσθητι τοῦ Ἀποστόλου λέγοντος,
ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης,
καὶ διδασκαλίαις δαιμόνων ἀκαθάρτων.
Καὶ πάλιν λέγει·
Ἔσται καιρὸς, ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἐπισωρεύσουσι ἑαυτοῖς διδασκάλους, κλυθόμενοι τὴν ἀκοήν·
καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν,
ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
Ὅταν ἴδῃς ἄριστα πολυτελῆ, καὶ δεῖπνα, καὶ τρυφὴν,
καὶ ἀπάτην, καὶ θόρυβον, καὶ ἀτάκτους φωνὰς,
ὑπομνήσθητι τοῦ Κυρίου λέγοντος·
Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε·
οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε.
Ὅταν ἴδῃς χορεύοντας, καὶ παίζοντας,
καὶ τὰ ᾄσματα τῶν δαιμόνων καταλέγοντας, στέναξον, καὶ δακρύσας ὑπομνήσθητι τοῦ ∆αυῒδ λέγοντος·
Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται·
καὶ τοῦ προφήτου Ἡσαΐου λέγοντος·
Οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωῒ, καὶ τὸ σίκερα διώκοντες,
οἱ μένοντες ὀψὲ, μετὰ κιθαρῶν, καὶ ψαλτηρίων,
καὶ τυμπάνων, καὶ αὐλῶν, τὸν οἶνον πίνοντες·
τὰ δὲ ἔργα τοῦ Θεοῦ οὐ βλέπουσι,
καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσι.
Καὶ ἁπλῶς πᾶν σκάνδαλον θεωρῶν γινόμενον,
ὑπομνήσθητι τοῦ ∆εσπότου λέγοντος·
Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων·
ἀνένδεκτον δέ ἐστι μὴ ἐλθεῖν τὰ σκάνδαλα·
οὐαὶ δὲ δι' οὗ ἔρχεται.
Ἀλλὰ τί φασιν οἱ βαρυκάρδιοι, οἱ ζητοῦντες τὸ ψεῦδος;
οὐκ ἔστι κακὸν, λέγοντες, τὸ μετεωρίζεσθαι·
τί γὰρ βλάπτει ἡ κιθάρα καὶ τὰ λοιπὰ ὄργανα;
Ὢ ἐσχάτης ἀνοίας·
ὢ τῆς πονηρᾶς ἐπινοίας τοῦ διαβόλου.
Γενεὰ πονηρὰ καὶ μοιχαλὶς, ταῦτα Κυρίῳ ἀνταπόδοτε;
Ὁ ἄχραντος ∆εσπότης πανταχοῦ ἐνετείλατο, μήτε ὅλως μετεωρίζεσθαι Χριστιανὸν, καὶ σὺ λέγεις, τί βλάπτει ταῦτα; Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκύ·
οὐαὶ οἱ τιθέντες τὸ σκότος φῶς.
Εἰπάτωσαν δὲ ἡμῖν οἱ ἀπαίδευτοι, ἐκ ποίας ἱερᾶς Γραφῆς παραστῆσαι δύνανται, ὅτι χρὴ τὸν Χριστιανὸν ποιεῖν ταῦτα τὰ σχήματα;
ποία βίβλος τῶν ἁγίων, ποῖα Εὐαγγέλια ἐδίδαξεν οὕτως ἀσχημονεῖν τοὺς Χριστιανούς;
Ἰδοὺ ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ ἀπὸ περάτων τῆς οἰκουμένης κράζει, καὶ διδάσκει, καὶ παραινεῖ, διά τε νόμου, καὶ προφητῶν.
καὶ ἀποστόλων, καὶ αὐτοῦ τοῦ ∆εσπότου, καὶ οὐδαμοῦ τις εὗρεν, ὅτι ἐπετράπη Χριστιανὸς ποιεῖν ταῦτα τὰ σχήματα.
Πόσοι βασιλεῖς καὶ δυνάσται, καὶ σοφοὶ, καὶ εὐγενεῖς,
καὶ ἔνδοξοι, καὶ νομικοὶ, καὶ δοῦλοι καὶ ἐλεύθεροι,
καὶ πτωχοὶ καὶ πλούσιοι, καὶ πρεσβῦται καὶ νέοι;
τίς ἐκ τούτων πάντων δύναται ἀποδεῖξαι ἢ παραστῆσαι περὶ τούτων, ὅτι ἐπετράπη ὁ Χριστιανὸς κιθαρίζειν, ἢ ὀρχεῖσθαι, ἢ ἄλλο τι τοιοῦτον ποιεῖν, ὧν προειρήκαμεν;
Οὐδεὶς δύναται παραστῆσαι.
Μηδεὶς πλανάτω ὑμᾶς·
οὐκ ἔστι ταῦτα Χριστιανῶν·
ταῦτα ἀλλότριά εἰσι τῆς καθολικῆς Ἐκκλησίας·
ταῦτα πάντα τὰ ἔθνη τοῦ κόσμου ποιοῦσι.
Μηδεὶς, ἀδελφοί μου, πλανάτω ὑμᾶς·
ὅσοι ἐν τούτοις ἐνάγεσθε, τῆς χάριτος ἐξεπέσατε·
Χριστὸς οὐδὲν ὑμᾶς ὠφελήσει.
Ἐπανέλθωμεν δὲ πάλιν ἐπὶ τὴν πρώτην καὶ καλὴν ὁμολογίαν, εἰς ἣν ἐκλήθημεν, ἐνώπιον πολλῶν μαρτύρων,
ἐπὶ ἀγγέλων καὶ ἀνθρώπων καὶ τοῦ κτίστου τῶν ὅλων·
αὐτὸς γὰρ τὸ γραμματεῖον τῆς ὁμολογίας ἡμῶν κατέχει ἐν οὐρανῷ, ἀποδοῦναι ἑκάστῳ καθὼς ἔπραξε καὶ ἐφύλαξε τὴν ὁμολογίαν.
Ἑκάστου γὰρ ἡμῶν γεγραμμέναι εἰσὶ, καὶ αἱ συνθῆκαι,
καὶ ἡ τοῦ διαβόλου ἀποταγὴ καὶ πρὸς Χριστὸν συνταγὴ,
καὶ τὰ ἔργα ἡμῶν καὶ αἱ πράξεις, καὶ οἱ λόγοι,
καὶ τὰ ἐνθυμήματα, καὶ οἱ μετεωρισμοὶ, καὶ τὰ γέλοια·
καὶ πάντα γεγραμμένα ἔχων ἔρχεται ὁ Χριστός.
Λοιπὸν οὖν τί βούλει;
ψεύσασθαι αὐτῷ;
Ἀλλ' οὐκ ἔστι δυνατόν·
ἐν γὰρ χειρὶ αὐτοῦ καὶ σὺ καὶ οἱ λόγοι σου.
Ἀλλὰ βούλει κρύπτεσθαι;
Ἀλλ' οὐκ ἔστι δυνατὸν, ἐπειδὴ ἐν χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, Καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ·
πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, καὶ οὐ κρυβήσῃ ἀπὸ προσώπου αὐτοῦ.
Ἐὰν εἰς τὸν οὐρανὸν ἀναβῇς, αὐτὸς ἐκεῖ ἐστιν·
ἐὰν καταβῇς εἰς τὴν ἄβυσσον, ἐκεῖ πάρεστι.
Γέγραπται γὰρ, ὅτι πάντα, ὅσα ἐθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις, καὶ ἐν πάσαις ταῖς ἀβύσσοις.
Τί οὖν ποιήσωμεν, ἀδελφοί;
Στενὰ ἡμῖν πανταχόθεν·
Αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας καὶ νεφρούς.
Φυγεῖν οὐκ ἔστιν·
οὐ γὰρ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν αὐτοῦ.
Κρυβῆναι ἀδύνατον·
κατέχει γὰρ τὸν γῦρον τῆς γῆς, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ, ὡσεὶ ἀκρίδας.
Ἀντιστῆναι οὐκ ἔνι, καθὼς γέγραπται, ὅτι Σὺ φοβερὸς εἶ,
καὶ τίς ἀντιστήσεταί σοι;
Αὐτὸς γὰρ δεσπόζει τῶν ἐπουρανίων καὶ ἐπιγείων
καὶ καταχθονίων, ὁ μέλλων καταργεῖν πᾶσαν ἀρχὴν
καὶ ἐξουσίαν καὶ δύναμιν.
Ἀπολογία οὐκ ἔνι, οὐδὲ ἀφορμὴ, οὔτε ἔννοια.
∆ιὰ τοῦτο ἀπὸ περάτων τῆς γῆς ἕως περάτων ἡ θεία Γραφὴ βοᾷ, καὶ παραινεῖ, καὶ ἐλέγχει, καὶ νουθετεῖ, καὶ διαμαρτύρεται, καὶ ἀπειλεῖ.
∆ιό φησιν ὁ ∆εσπότης ἡμῶν·
Ὁ ἀθετῶν με, καὶ μὴ λαμβάνων τὰ ῥήματά μου,
ἐγὼ οὐ κρίνω αὐτόν·
ὁ λόγος, ὃν ἐλάλησα, κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.
Καὶ πάλιν λέγει·
Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον·
νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν.
Ἠκούσατε, ὅτι οὐδεὶς πρόφασιν ἔχει.
Ὄντως, ἀδελφοὶ, στενὰ ἡμῖν πανταχόθεν.
Ἀλλὰ πάντως τις ἀποκρίνεται,
ὅτι Ἰδοὺ ἱκανῶς καθήψω ἡμῶν διὰ τοῦ λόγου,
καὶ τὰ σκυθρωπὰ ὑπέδειξας, καὶ τὰς κολάσεις ὑπέμνησας,
καὶ τὰς τιμωρίας διεγράψω, καὶ περισσῶς κατέπληξας
καὶ ἐφόβησας.
Καὶ οἶδα ἀληθῶς, ὅτι οὕτως ἐστίν·
καὶ οἶδα, ὅτι ἕκαστος ὑμῶν περὶ ἑαυτοῦ λόγον ἀποδώσει τῷ Θεῷ, καὶ ἕκαστος θερίσει ὃ ἔσπειρεν, καὶ ἕκαστος τὸ ἴδιον φορτίον βαστάσει.
Ἀλλ' ὡς ταῦτα ἀπήγγειλας, καὶ εἰς μέσον ἤγαγες,
καὶ κατέπληξας καὶ ἐφόβησας, ὑπόδειξον ἡμῖν λοιπὸν
καὶ τῆς σωτηρίας τὸν τρόπον, δὸς καὶ τῆς πληγῆς τὴν ἴασιν·
ὥσπερ εἶπες τὰ καταπληκτικὰ, εἰπὲ καὶ τὰ χαροποιά.
Ἰδοὺ σωθῆναι θέλω, τί ποιήσω;
πῶς σωθῶ;
ποίῳ τρόπῳ χρήσομαι;
πρὸς τίνα καταφεύξομαι;
Πολλὰ γὰρ ἥμαρτον, καὶ ἐν ἔργοις καὶ ἐν λόγοις,
καὶ ἑκουσίως καὶ ἀκουσίως, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ,
καὶ κατὰ πᾶσαν ὥραν.
Τί οὖν ποιήσω;
πῶς σωθῶ; πρὸς τίνα καταφεύξομαι;
Ἐγώ σοι λέγω πρὸς τίνα καταφύγῃς.
Ὁ μακάριος ∆αυῒδ ὑπέδειξε πρὸς τίνα δεῖ καταφυγεῖν, εἰπών·
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις.
Τοῦτο ὑπέδειξεν καὶ Ἰωάννης, ὁ μείζων πάντων τῶν προφητῶν, λέγων·
Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
Τοῦτο ἀπήγγειλε καὶ ὁ ἄγγελος, λέγων·
Αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν·
καὶ πάλιν ὁ προφήτης ∆αυῒδ λέγει·
Κύριε, πρὸς σὲ κατέφυγον.
Πρὸς τοῦτον καὶ σὺ κατάφυγε τὸν εἰπόντα·
Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς·
τὸν εἰπόντα,
Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ,
ἀλλ' οἱ κακῶς ἔχοντες·
τὸν εἰπόντα, Μετανοεῖτε·
ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν·
τὸν λέγοντα,
∆εῦτε πάντες πρός με οἱ κοπιῶντες καὶ πεφορτισμένοι,
κἀγὼ ἀναπαύσω ὑμᾶς·
τὸν εἰπόντα,
Ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας·
τὸν λέγοντα,
ὅτι τὸν ἐρχόμενον πρὸς μὲ, οὐ μὴ ἐκβάλω ἔξω·
τὸν εἰπόντα διὰ τοῦ προφήτου,
Ζῶ ἐγὼ, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ,
ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν·
τὸν εἰπόντα,
ὅτι Ποιήσει τὴν ἐκδίκησιν τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας·
τὸν εἰπόντα,
Χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.
Πρὸς τοῦτον κατάφευγε μετανοῶν καὶ δακρύων.
Μετανόησον, καὶ μὴ διακριθῇς·
μετανόησον, καὶ μὴ ἀθυμήσῃς,
μηδὲ ἀπογνώσῃς σεαυτὸν ἔχοντα σωτηρίας φάρμακα.
Ἐν οὐρανῷ χαρὰ γίνεταί σου μετανοοῦντος,
καὶ σὺ ῥᾳθυμεῖς;
ἄγγελοι σκιρτῶσι, καὶ σὺ νυστάζεις;
διὰ σὲ παραγέγονεν ὁ ἰατρὸς τῶν ψυχῶν,
καὶ σὺ τὸ τραῦμα κρύπτεις;
αὐτὸς κράζει·
ἐπιστράφητε πρὸς μὲ, υἱοὶ ἀνθρώπων, δεῦτε πρὸς μέ·
καὶ σὺ οὐ σπουδάζεις;
αὐτὸς κράζει·
Οὐκ ἦλθον καλέσαι δικαίους,
ἀλλ' ἁμαρτωλοὺς εἰς μετάνοιαν.
Ὢ φιλανθρωπία ∆εσπότου ἀνείκαστος!
Οὐκ ἦλθον καλέσαι δικαίους, φησὶν, ἀλλὰ ἁμαρτωλούς.
Θάρσει οὖν, ἁμαρτωλὲ, καὶ μὴ ἀθυμήσῃς.
Σὲ γὰρ ἦλθε καλέσαι ὁ ποιμὴν ὁ καλός·
διὰ σὲ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, λέγων·
∆εῦτε πρὸς μὲ, πάντες οἱ πεφορτισμένοι.
Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.
Ὅρα δὲ μὴ χαυνωθῇς ἐπὶ τῷ λόγῳ,
ἀκούων τὴν αὐτοῦ ἄφατον φιλανθρωπίαν·
οὐ γὰρ μόνον τὴν κλῆσιν ψιλὴν εἴρηκεν,
ἀλλὰ προσέθηκε τὸ, Εἰς μετάνοιαν.
Οὐ γὰρ ἦλθον, φησὶ, καλέσαι δικαίους,
ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν·
οὐκ εἰς γελοῖα, ἀλλ' εἰς δάκρυα·
οὐκ εἰς αἰσχρολογίαν, ἀλλ' εἰς δοξολογίαν·
οὐκ εἰς ἄριστα καὶ δεῖπνα καὶ μέθην,
ἀλλ' εἰς νηστείαν καὶ ἀγρυπνίαν καὶ δάκρυα·
οὐκ εἰς χορεύματα καὶ κιθαρισμοὺς καὶ καταλέγματα,
ἀλλ' εἰς πένθος καὶ θλίψιν καὶ στενοχωρίαν, λέγων·
Μακάριοι οἱ πενθοῦντες καὶ κλαίοντες, δηλονότι, τὰς ἁμαρτίας αὐτῶν.
Ἄρξαι οὖν τοῦ μετανοεῖν·
βάλε τὴν ἀρχὴν μόνον, καὶ ὁ Θεὸς τῶν μετανοούντων συνεργήσει, καὶ ἐνισχύει σε, καὶ εὑρήσεις χάριν πολλὴν,
καὶ γενήσεται ἐν σοὶ ὑπὲρ μέλι καὶ κηρίον.
Πολλαὶ ὁδοὶ βίου, καθὼς γέγραπται,
καὶ πολλοὶ τρόποι τῆς σωτηρίας.
Οἵῳ τρόπῳ θέλεις, σώθητι, μόνον σώθητι.
Ἐὰν ἔχῃς, ἐλέησον·
εἰ δὲ οὐκ ἔχεις, οὐ ζητεῖ ὁ Θεός.
Οὐκ ἔχεις ἄρτον, οὐκ ἔχεις ἱμάτιον.
Κλῖνον τὰ γόνατα, τύψον τὸ στῆθος,
κατάγαγε τὰ δάκρυα, στέναξον, πένθησον,
ἔκτεινον τὰς χεῖράς σου εἰς τὸν οὐρανὸν,
ἆρον τὸ ὄμμα σὸν πρὸς τὸν ∆εσπότην, νήστευσον, ἀγρύπνησον.
Ταῦτα ἔχει πᾶς ἄνθρωπος, καὶ ἀρνήσασθαι οὐ δύναται·
ταῦτα σπούδασον προσάγειν τῷ Θεῷ πάντοτε.
Ἀλλὰ καὶ ταῦτα μετὰ σκοποῦ καὶ διακρίσεως δεῖ ποιεῖν, ἵνα μὴ εἰς ἀνόνητα τρέχῃς, καὶ εἰς κενὸν κοπιᾷς.
Ταύτας οὖν τὰς ἀρετὰς ποιῶν, καὶ τῷ Θεῷ προσφέρων τὴν μετάνοιαν, τήρησον ἀκριβῶς καὶ ἐρεύνησον, μήποτε ἔχῃς ἔχθραν κατά τινος, καὶ ὁ σκοπός σου ἅμα εἰς κενὸν γένηται·
ἀλλὰ καθὼς εἶπεν ὁ ἀπόστολος Παῦλος,
Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν ἐργαζόμενοι, καὶ τηροῦντες τὴν τοῦ Χριστοῦ ἐντολὴν τὴν λέγουσαν·
Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν,
ἀφήσει καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν.
Ἐὰν οὖν προσεύχῃ τῷ Θεῷ ἐν ὅλῃ καρδίᾳ,
καὶ οὐ χλευάζων καὶ μετεωριζόμενος,
τήρησον αὐτοῦ τὴν ἐντολὴν ταύτην,
καὶ ἄφες, εἴ τι ἔχεις κατά τινος.
Βούλει ἀφεθῆναί σοι τὰ ἴδια παραπτώματα;
Ἄφες καὶ σὺ τὰ τοῦ πλησίον.
Ἐὰν δὲ σὺ οὐκ ἀφίῃς τὰ τοῦ ἀδελφοῦ παραπτώματα,
οὐδὲ τὰ σὰ ἀφήσει ὁ ∆εσπότης·
εἶπε γὰρ,
ὅτι Ἐὰν μὴ ἀφήσητε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ἀφήσει τὰ ὑμέτερα.
Καὶ οἴδαμεν πάντες, ὅτι οὐ ψεύδεται·
ἀψευδὴς γάρ ἐστι, καὶ πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ.
Γίνου οὖν ἕτοιμος προσδεχόμενος καθ' ἑκάστην ἡμέραν τὸν ἀπαιτοῦντα τὴν ψυχήν σου.
Μὴ σήμερον μετανοήσῃς, καὶ αὔριον ἐπιλάθῃ·
μὴ σήμερον κλαύσῃς, καὶ αὔριον χορεύσῃς·
μὴ σήμερον νηστεύσῃς, καὶ αὔριον μεθύων προέλθῃς, περιφερόμενος ὑπὸ πολλῶν·
μὴ σήμερον ἀγρυπνήσῃς, καὶ αὔριον ἀναπέσῃς·
ἀλλὰ τὴν σωτηρίαν σου μερίμνησον, ἵνα στεφανωθῇς.
Μὴ νοθεύσῃς τὴν ἀρετὴν, μὴ περιφύγῃς τὸν κόπον,
ἵνα μὴ στερηθῇς τῶν στεφάνων.
Μίσησον πᾶσαν χαρὰν τοῦ κόσμου τούτου,
καὶ τὴν δόξαν αὐτοῦ.
Καὶ εἰπὲ μετὰ τοῦ ∆αυΐδ·
Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην,
τὸν δὲ νόμον σου ἠγάπησα·
καὶ, Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου.
Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰς ἐντολάς σου.
Σπούδασον οὖν πάντοτε ἕτοιμος εἶναι, ἵνα ὅταν ἔλθῃ ὁ ἀπαιτῶν τὴν ψυχὴν, εὕρῃ σε ἕτοιμον ἐν τῇ μετανοίᾳ·
κἀγὼ ἐγγυῶμαί σοι, ὅτι οὐ μή σε χωρίσῃ τῶν σωζομένων.
Τήρησον ἀεὶ τὴν τοῦ Κυρίου ἐντολὴν, τὸ,
Γρηγορεῖτε καὶ προσεύχεσθε,
ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
Καὶ πάλιν λέγει·
Γένεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε,
ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Ἄκουσον καὶ τοῦ Ἀποστόλου λέγοντος·
Ἀδιαλείπτως προσεύχεσθε.
Νοεῖτε τί ἐστι τὸ, Ἀδιαλείπτως·
τουτέστι, πάντοτε, ἐν παντὶ καιρῷ, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, καὶ ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας, καὶ κατὰ πᾶσαν ὥραν, καὶ ἐργαζόμενος καὶ ὁδεύων, καὶ ποιμαίνων καὶ ἀροτριῶν, καὶ κοιμώμενος καὶ ἀνιστάμενος.
Μὴ ἀναμείνῃς Κυριακὴν, ἢ ἑορτὴν, ἢ τόπου διαφοράν.
Οὐ γὰρ ἐν τόπῳ περιγράφεται τὸ Θεῖον·
Ἐν γὰρ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς.
∆ιὰ τοῦτο καὶ ὁ προφήτης ∆αυῒδ καθ' ἑκάστην ἡμέραν καὶ νύκτα προσευχόμενος, οὐκ ἀνέμενεν ἡμέραν, οὐδὲ τόπου διαφορὰν, ἀλλὰ δακρύων ἔλεγε, καὶ παραινῶν τὴν ἑαυτοῦ ψυχήν·
Ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου Κύριον.
Καὶ σὺ, ἀγαπητὲ, μὴ ἀναμένῃς ὥραν, ἢ ἡμέραν, ἢ τόπου διαφοράν·
ἀλλὰ καθὼς προείρηται, ἐν παντὶ τόπῳ, καὶ ἐν οἴκῳ σου προσεύχου, καὶ ἐν τῇ ἐκκλησίᾳ γενόμενος προσεύχου,
καὶ ὅπου δ' ἂν τυγχάνῃς, προσεύχου, ἐν παντὶ τόπῳ τῆς δεσποτείας Θεοῦ.
Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,
ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης, εἴτε ἄρσεν, εἴτε θῆλυ,
εἴτε μιγάδες, νεανίσκοι καὶ παρθένοι, πρεσβῦται καὶ νέοι, βασιλεῖς τῆς γῆς, καὶ πάντες κριταὶ γῆς, ἀκούσατε τὸ γεγραμμένον·
Ὁ καιρὸς συνεσταλμένος ἐστὶν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς μὴ ἔχοντες ὦσιν.
Ἀρνησώμεθα τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, καὶ ἐν τῷ μέλλοντι προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Μέμνησθέ μου πάντοτε, ἀδελφοὶ, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε παρὰ τῶν μακαρίων ἀνδρῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ τοῦ ∆εσπότου τῶν ὅλων.
Ὑπόδειγμα δὲ τῆς κακοπαθείας καὶ μακροθυμίας ἔχετε τοὺς προφήτας, τῆς ὑπομονῆς τὸν Ἰὼβ, τῆς σωφροσύνης τὸν Ἰωσὴφ, τῆς διακρίσεως τὸν ∆ανιὴλ, τῆς ἀγάπης τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν,
τῆς μετανοίας τὸν θεοπάτορα ∆αυῒδ ἔχετε.
Οὗτος γὰρ τύπος μετανοίας ἡμῖν γέγονε, παραινῶν ἡμῖν,
καὶ παρακαλῶν, καὶ λέγων, ∆εῦτε τέκνα.
ἀκούσατέ μου·
κἀγὼ ὑμῖν ὑποδείξω τὸν τρόπον τῆς μετανοίας·
ἐπειδὴ κἀγώ ποτε ἐσκανδαλίσθην,
ἀλλὰ διὰ τῆς μετανοίας ἀνέστην·
καὶ γινώσκω τὴν τοῦ ∆εσπότου φιλανθρωπίαν·
οἶδα πῶς γνησίως τοὺς μετανοοῦντας,
ὑπτίαις χερσὶν ὑποδέχεται·
ἀδύνατον γὰρ τὸν ἐμὸν ∆εσπότην ψεύσασθαι.
Ἤκουσα γὰρ αὐτοῦ λέγοντος·
Τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.
Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ παρελεύσονται,
οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου.
Ζῶ ἐγὼ, ὃς οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ.
Ἠκούσατε, ὅτι καθ' ἑαυτοῦ ὤμοσεν ὁ φιλάνθρωπος.
∆ιὰ τοῦτο προτρέπομαι πάντας·
∆εῦτε, τέκνα, ἀκούσατέ μου·
καὶ ὡς καιρὸν ἔχομεν, ὀξυποδήσωμεν,
πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην·
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ὁμολογήσει.
∆εῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν ἐναντίον Κυρίου τοῦ ποιήσαντος ἡμᾶς.
Ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς, αὐτὸς Οἰκτειρήσαι ἡμᾶς,
καὶ εὐλογήσαι ἡμᾶς,
ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς·
αὐτὸς γάρ ἐστιν ὁ Θεὸς τῶν μετανοούντων, αὐτὸς προσδέχεται ἡμᾶς μετανοοῦντας, αὐτὸς καὶ ποιμανεῖ ἡμᾶς·
αὐτῷ ἡ δόξα καὶ τὸ κράτος καὶ πᾶσα εὐχαριστία,
τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του