Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Λόγος εἰς τὰ βαΐα

Λόγος εἰς τὰ βαΐα


Βαϊα Φρικτόν, ἀγαπητοί, μυστήριον καὶ σήμερον ἐν Ἰερουσαλὴμ γέγονε.
Μυστήριον δέ φημι τὸ ὑπὸ τῶν προφητῶν κηρυχθὲν καὶ ὑπὸ Χριστοῦ τελεσθέν.
Ὄντως γὰρ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» κατὰ τὸν μακάριον ∆αυίδ.
Καὶ πάλιν ὁ αὐτός·
«ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.»
Τὴν γὰρ κοινὴν ἀνάστασιν τοῦ τῶν ἀνθρώπων γένους πιστούμενος ὁ πάντων δεσπότης καὶ δημιουργός, Ἰησοῦς Χριστός, ὁ πάντα δι' ἡμᾶς οἰκονομήσας πρὸ τοῦ σωτηρίου αὐτοῦ πάθους ἐκ νεκρῶν ἤγειρε τὸν Λάζαρον.
Ὅθεν μετὰ τοῦτο σπεύδων ὡς λοιπὸν ἔφην τὸ ὑπὲρ ἡμῶν ἑκούσιον πάθος ἀναδέξασθαι.
«Ἀποστέλλει,» φησὶν ὁ εὐαγγελιστής,
«δύο τινὰς τῶν ἑαυτοῦ μαθητῶν λέγων·
πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον σὺν αὐτῇ·
λύσαντες ἀγάγετέ μοι.»

∆ιὰ τοῦτο ὁ μακάριος Ἰακώβ, ὁ πατριάρχης, ἡνίκα τὰς εὐλογίας ἐν κλήρῳ
παρεῖχε τοῖς τέκνοις, ἐλθὼν ἐπὶ τὸν Ἰούδαν οὕτως εἴρηκεν· «Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου.»
Καὶ μετ' ὀλίγα· «καὶ αὐτὸς προσδοκία ἐθνῶν.»
Ποίων δὲ ἐθνῶν γέγονε προσδοκία Ἰούδας; Ἰουδαίων; Οὐδαμῶς.
Ἀλλὰ τοῦτο δηλοῖ ὁ προφήτης, ἐπειδὴ ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος.
Καὶ πάλιν μεθ' ἕτερα ὁ αὐτός·
«Δεσμεύων πρὸς ἄμπελον τὴν ὄνον αὐτοῦ καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ.»
Ὄνον καὶ πῶλον εἰπὼν τὴν ἐκκλησίαν τῶν ἐθνῶν ἐσήμανεν.
Ἐδέσμευσε γὰρ ἀληθῶς τὰ ἔθνη ὁ κύριος τῇ ἀμπέλῳ καὶ τῇ ἕλικι τουτέστι τῇ παλαιᾷ καὶ καινῇ διαθήκῃ, ὅπως καρποφορήσωσι καρπὸν εὐσεβείας διὰ τῆς πίστεως.
Εἶτα ἐπάγει· «πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ.»
Στολὴν τοῦ Χριστοῦ καὶ περιβολὴν τὴν σάρκα λέγει.
Ἑκουσίως γὰρ δι' ἡμᾶς ἐν σταυρῷ προσηλώθη σαρκί, ἵνα τῷ ἰδίῳ αἵματι τὸν ῥύπον ἐκπλύνῃ τῶν ἡμετέρων ἁμαρτιῶν.
Καθὼς καὶ ἐν Ἠσαΐᾳ γέγραπται·
«διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ, πλήρης καταπεπατημένης;»

Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Λέγει γὰρ τοῖς μαθηταῖς ὁ κύριος περὶ τῆς ὄνου·
«καὶ ἐάν τις ὑμῖν εἴπῃ· τί ποιεῖτε ἢ τί λύετε τὸν πῶλον, εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.»
Μὴ διστάσητε, φησίν, ἐν μηδενὶ τῶν κατὰ τὴν ἐμὴν οἰκονομίαν
πραττομένων· οὐδεὶς ὑμῶν ἀντιστήσεται οὐδὲ ἀντιρρημονήσει πρὸς οὐδὲ ἓν ῥῆμα.
«Εἴπατε ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει.»
Οὐδεὶς κωλύσει ὑμᾶς ποιοῦντας τὸ ὑπ' ἐμοῦ προσταττόμενον.
«Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς.»
Δεῖ τοίνυν πάντα τὰ περὶ ἐμοῦ γεγραμμένα εἰς πέρας ἐλθεῖν.
Δεῖ με εἰσελθεῖν εἰς Ἰερουσαλὴμ σήμερον ἐποχούμενον ἐπὶ ὑποζύγιον.
«Ἐρευνᾶτε τὰς γραφάς·»
ἰδοὺ Ζαχαρίας ὁ προφήτης διαρρήδην βοᾷ λέγων·
«χαῖρε σφόδρα, θύγατερ Σιών·
κηρύσσεταί σοι δίκαιος καὶ σῴζων·
αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον ὄνου νέον.»
Καιρὸς οὖν εὐδοκίας ὁ παρών.
Δεῖ με τὴν ἔχθραν λῦσαι καὶ εἰρηνοποιῆσαι τὰ πάντα διὰ τοῦ σταυροῦ.
Δεῖ τὴν νῦν Ἰερουσαλὴμ τέλος λαβεῖν καὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν στηριχθῆναι.
Ἢ οὐχὶ καὶ ὁ ὑμνῳδὸς ∆αυὶδ περὶ τῆς κλήσεως ταύτης τῶν ἐθνῶν προεφήτευσε;
Τί γὰρ εἴρηκε;
«Πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε.»
Οὗτοί εἰσιν οἱ «ἀληθινοὶ προσκυνηταί,» οἱ διὰ πίστεως τὸν λόγον δεχόμενοι.
Εἶτά φησιν ὁ εὐαγγελιστής·
«πορευθέντες δὲ οἱ μαθηταὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς καὶ ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν ἐπάνω αὐτῶν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπεκάθησαν τὸν Ἰησοῦν.»

Ὢ τῆς πολλῆς τοῦ Σωτῆρος πρὸς ἡμᾶς συγκαταβάσεως.
Τίς οὐ θαυμάσῃ τὸ μέγεθος τῆς αὐτοῦ πρὸς ἡμᾶς ἀγάπης;
Τίς οὐκ ἂν ἐκπλαγῇ, ὅτι ὁ ἐπὶ τῶν χερουβὶμ ἐποχούμενος ἐπὶ πῶλον δι' ἡμᾶς ἐκαθέσθη;
Ὁ ὑπὸ τῶν σεραφὶμ ἀνυμνούμενος ὑπὸ νηπίων εὐφημεῖται.
Τοῖς μὲν γὰρ ἱματίοις, φησί, τὴν ὁδὸν κατεστρώννυον, ἄλλοι δὲ κλάδους ἐκ τῶν δένδρων κόπτοντες τὸ αὐτὸ ἐποίουν.
Καὶ οἱ μὲν προπορευόμενοι, οἱ δὲ ἀκολουθοῦντες ἔκραζον ἅμα τοῖς ἀπειροκάκοις παισὶν ἐπινίκιόν τινα ὕμνον λέγοντες·
«Ὠσαννὰ τῷ υἱῷ ∆αυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.»
Διὸ καὶ ἡμεῖς ἀποθέμενοι πάντα λογισμὸν ῥυπαρὸν καὶ αἰσχρὰς ἐνθυμήσεις καὶ τὴν ἐν πανουργίᾳ πονηρίαν ἀπειρόκακον ἔννοιαν ἀναλαβόντες ἅμα τοῖς παισὶν ἐκείνοις μετὰ φαιδρῶν τῶν λαμπάδων ἀπαντήσωμεν τῷ σωτῆρι Χριστῷ, τῷ ἀληθινῷ θεῷ ἡμῶν.
Καὶ τοῖς μὲν βαΐοις νικητὴν αὐτὸν τοῦ θανάτου κηρύξωμεν, τοῖς δὲ τῶν ἐλαιῶν κλάδοις τὸν ἐλεήμονα καὶ ἀγαθὸν ἱκετεύσωμεν λέγοντες·
«εὐλογημένος ὁ ἐλθὼν καὶ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὠσαννὰ ἐν τοῖς ὑψίστοις.»
Εὐλογημένος ὁ ἐλθὼν κατ' οἰκονομίαν καὶ «δι' ἡμᾶς πτωχεύσας πλούσιος ὤν, ἵνα καὶ ἡμεῖς τῇ σῇ πτωχείᾳ πλουτήσωμεν.»
Ἐρχόμενος δὲ μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς.
Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα