Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.

Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.


Ὅσοι τῆς ∆εσποτικῆς ἀναστάσεως ἔρωτα φέρετε,
τῆς ἀρτίως ἀναγνωσθείσης μαρτυρίας τὸ φιλόχριστον μύρον γνησίως ὑποδέξασθε.
Ἤδη γὰρ Μαρία μυρίζει, καὶ ἡ Ἐκκλησία εὐωδιάζεται·
ἤδη τὸ ἀλάβαστρον κενοῦται, καὶ τὸ θυσιαστήριον θυμηδίας πληροῦται.
Μαρία μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ ἐκ νεκρῶν τῷ Κυρίῳ συνανάκειται.
Ἔντιμον γὰρ τὸ τῶν ἀνδρῶν γένος,
ὅτι ἀνὴρ κατ' εἰκόνα Θεοῦ ἐγένετο,
ἡ δὲ γυνὴ ἐκ τῆς εἰκόνος τοῦ ἀνδρὸς,
τὸν μὲν ἄνδρα δοξάζουσα,
τὸν δὲ Χριστὸν οὐ χαρακτηρίζουσα.
Καὶ τίς τούτων μάρτυς, ἵνα μὴ μέμψιν καρπωσώμεθα;
Ἄκουε τοῦ Παύλου βοῶντος·
Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει τὴν κεφαλὴν κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι.
Γυνὴ δὲ δόξα τοῦ ἰδίου ἀνδρός·
οὐ γὰρ τῶν ἀλλοτρίων οὐ διὰ τὴν ἀρχαίαν ματαιοσυμβουλίαν, ἀλλὰ διὰ τὴν τελευταίαν γνησίαν τεκνογονίαν.
Αὕτη γὰρ τὴν γυναῖκα τῆς κατάρας ἀπήλλαξεν ἡ γνησία τεκνογονία. Καὶ τίς τούτων μάρτυς;
Ὁ αὐτὸς Ἀπόστολος βοῶν·
Ὁ Ἀδὰμ οὐκ ἠπατήθη,
ηδὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε.
Σωθήσεται δὲ πάλιν διὰ τεκνογονίας.
Ὁρᾷς ὅτι διὰ τῆς τεκνογονίας σώζεται ἡ γυνή;
οὐχ ὅτι Εὔα τὸν Κάϊν ἐξέβρασεν, ἀλλ' ὅτι ἡ ἔνδοξος Παρθένος τὸν Ἰησοῦν ἐκυοφόρησε.
Μαρία τοίνυν μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ Λάζαρος τῷ Κυρίῳ συνανάκειται, καθὼς ἀρτίως ἤκουσας.
Μαρία τὴν Ἐκκλησίαν εἰκονογραφεῖ· ἀνεκλιπὲς γὰρ τῆς Ἐκκλησίας τὸ μύρον.
Μάρθα δὲ τὴν συναγωγὴν ὑποδεικνύει·
ὀλιγόπιστος γὰρ, καὶ τῶν ἐπιγείων φίλη·
Λάζαρος τὸ σκῆπτρον τῆς ἀναστάσεως βαστάζει,
ὡς ἤκουσας ἀρτίως τοῦ εὐαγγελιστοῦ βοῶντος·
Ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος,
ὃν ἤγειρεν ἐκ νεκρῶν.

Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων αὐτῷ. Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν· ἡ δὲ οἰκία ὅλη ἐπλήσθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου.
Εἶδες γυναικὸς ἐργασίαν,
καὶ πῶς τὴν Ἐκκλησίαν προεικονογράφησεν;
Ἡ Μαρία τὰς πολλὰς τῶν γυναικῶν ἀπεσόβησεν ἐκ τῆς κακεργασίας αὐτῶν, καὶ ἐδίδαξε λίτραν μύρου βαστάζειν, καὶ μὴ κεφαλὴν Βαπτιστοῦ ἀποτέμνειν· τὸν Κύριον μυρίζειν, καὶ μὴ τῷ Ἰούδᾳ συγκλέπτειν· τὰς τρίχας ἐκλύειν, καὶ μὴ τὰς ἁμαρτίας συσφίγγειν· ἀδελφὴν Λαζάρου προσαγορεύεσθαι, καὶ μὴ θυγατέρα τοῦ διαβόλου φημίζεσθαι.
Ταῦτά μοι διὰ τὴν συναγωγὴν Ἰουδαίων εἴρηται,
τὴν τὸν Κύριον μὴ μυρίσασαν, ἀλλ' ὄξος καὶ χολὴν ποτίσασαν, τὴν αἱμάτων φίλην, τὴν ἀεὶ ἐναντίως τοῦ ∆εσπότου Χριστοῦ διαπραττομένην, τὴν σπουδάζουσαν τὸν Λάζαρον θανατῶσαι, ὃν ἤγειρεν ἐκ νεκρῶν. Καὶ τίς ἄρα πιστικώτερος; ὁ Κύριος ἐγείρων, ἢ ἐκεῖνοι ἀποκτείνοντες;
Ὡς ἀρτίως ἤκουσας τοῦ εὐαγγελιστοῦ λέγοντος·
Ἔγνω ὄχλος πολὺς τῶν Ἰουδαίων, ὅτι ἐκεῖ ἐστιν Ἰησοῦς· καὶ ἦλθον οὐ διὰ τὸν Ἰησοῦν μόνον, ἀλλ' ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν· ὅτι πολλοὶ δι' αὐτὸν ὑπῆγον τῶν Ἰουδαίων, καὶ ἐπίστευον εἰς τὸν Ἰησοῦν.

Εἶδες τὴν τῶν Ἰουδαίων συναγωγὴν,
πῶς ἀνθρωποκτόνος, προφητοκτόνος, ὥστε εἰς Κυριοκτονίαν ἐλάσαι; ᾗ καὶ αὐτὸς ὁ Κύριος αὐτοπροσώπως ὡς φιλοφόνῳ καὶ λῃστρικῇ ἔλεγεν· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ἕως πότε φονεύσῃ, καὶ οὐκ ἐπιστρέφεις; Μέθῃ μεθύεις μὴ οἰνοποτοῦσα, ἡ αἱμάτων φίλη.
Καὶ ἵνα μάθῃς, ὅτι οὐ κόμπος τὰ ῥήματα,
ἄκουε τοῦ Κυρίου λέγοντος διὰ τοῦ προφήτου·
Ἀκούσατε ταῦτα πάντα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι τοῦ Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις· καὶ πάλιν· Ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις;
Τί οὖν ὁ εὐαγγελιστής; Πρὸ ἓξ ἡμερῶν τοῦ πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν. Ὁ εἰς Βηθανίαν ἐλθὼν Κύριος, αὐτὸς καὶ ὧδε πάρεστιν· ὧδε γὰρ κυρίως Βηθανία ὁ παρὼν οἶκος ὀνομάζεται ἐπεὶ Βηθανία οἶκος εἰρήνης λέγεται, οἶκος δὲ εἰρήνης ὁ παρὼν τοῦ Κυρίου οἶκος, εἰς ὃν ἡμεῖς οἰκήτορες καθ' ἑκάστην ἡμέραν πρὸς τὸν οἰκοδεσπότην βοῶμεν·
∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία.
Ὁ εἰς Βηθανίαν ἐλθὼν, αὐτὸς καὶ ὧδε παραγίνεται· παραγίνεται δὲ οὐχ ὡς μὴ παρὼν, ἀλλ' ὡς ὢν, καὶ παρὼν, καὶ ἐρχόμενος.

Ταύτην τὴν τοῦ Κυρίου ἔλευσιν καὶ ὁ προφήτης προθεωρήσας ἔλεγεν· Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὁ βραχίων αὐτοῦ μετὰ κυρίας.
Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται. Ἀληθὴς ὁ λόγος, Μετὰ ἰσχύος ὁ Κύριος ἔρχεται.
Πῶς μετὰ ἰσχύος;
Ὡς τὸν ᾅδην σκυλεύσας, ὡς τὸν Λάζαρον τῆς ἀναστάσεως γεύσας, ὡς μυρίας εὐεργεσίας τὸν κόσμον ἐμπλήσας. Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται.
Τίς γὰρ ἰσχυρότερος τοῦ εἰπόντος,
Λάζαρε, δεῦρο ἔξω;
Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται.
Ἔρχεται ὁ μὴ ἀπών· ἤκουσας γὰρ, Ἐξέλθωμεν εἰς ἀπάντησιν τοῦ παρόντος καὶ ἐρχομένου, οὐ γῆν βαδίζοντες τῇ τῶν ποδῶν μεταστάσει, ἀλλὰ τὰς ψυχὰς καθαίροντες τῇ τῶν τρόπων βελτιώσει.
Ἐξέλθωμεν εἰς ἀπάντησιν τοῦ παρόντος εὐχαριστοῦντες· ποιήσωμεν ὃ ἐποίησεν ἡ ἀδελφὴ Μωϋσέως· δραστικωτέρας ἐκείνης φωνὰς βάλωμεν, ἐπειδὴ καὶ χαλεπώτερος τοῦ Φαραὼ ὁ τῇ λίμνῃ τοῦ ὕδατος καταποντισθεὶς διάβολος.
Ἀσπάσωμεν οὖν τὰ τῆς νίκης σύμβολα, οὐ τύμπανα χειροκρατούμενα, ἀλλὰ καὶ βαΐα φοινίκων βλαστήματα· βοήσωμεν μετὰ τῶν ὁμοπίστων ἀδελφῶν, ἅπερ ἀρτίως ἠκούσαμεν·
Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὁ βασιλεὺς τοῦ Ἰσραήλ.
Ταύτην τὴν βασιλικὴν τοῦ Κυρίου ἔλευσιν Ἡσαΐας ὁ προφήτης προθεωρήσας ἔλεγε, καθὼς προεῖπον·
Ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, ὡς νεκροὺς ἐγείρας· καὶ οὐχ ἁπλῶς νεκροὺς, ἀλλὰ σεσηπότας, διαῤῥυέντας, ἰχωροστατήσαντας, τριχορυήσαντας, τεταρταῖον τὸν Λάζαρον ἐκ τῶν τάφων ἀναστήσας, ὡς ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος·
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ Ἰησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος, ὃν ἤγειρεν ἐκ νεκρῶν.
Τί τοιοῦτον Μωϋσῆς ἐποίησεν,
οἷον ὁ ∆εσπότης ἡμῶν Χριστός;
Μωϋσῆς μὲν ἐθανάτωσεν· οὐ γὰρ ἐζωοποίησεν.
Αἰσχυνέσθωσαν λοιπὸν Ἰουδαίων παῖδες,
οἱ τὸν Μωϋσῆν ἐγκωμιάζοντες,
καὶ τὸν ∆εσπότην Χριστὸν λοιδοροῦντες.
Ἀλλ' εὐθέως Ἰουδαῖος παρεκπηδᾷ λέγων·
Καὶ παρ' ἡμῖν οὐκ ἀνέστη νεκρός;
οὐκ ἤγειρεν Ἠλίας ὁ προφήτης τὸν τῆς Σαρεπτίας χήρας υἱόν;  ἄνθρωπος δὲ ὁ Ἠλίας.

Πῶς οὖν ἐπὶ τοῦ διδασκάλου ὑμῶν μεγαλοφρονεῖτε, θεοδυναμίαν αὐτῷ μαρτυροῦντες, διότι ἤγειρε Λάζαρον ἐκ νεκρῶν;
Τί λέγεις, ὦ Ἰουδαῖε;
συγκρίνεις τὸν Ἠλίαν, καὶ τὸν ∆εσπότην Χριστόν;
Ἄλλο παιδεία δουλικὴ, καὶ ἄλλο ἐξουσία θεϊκή.
Εἰ μὴ γὰρ ἔγνως πρῶτον τὸν τρόπον τῆς νεκρεγερσίας, οὐ μὴ συνίδῃς τὸν λόγον τῆς θεϊκῆς ἐξουσίας.
Ἄκουε συνετῶς· ὁ ἐπὶ τοῦ Ἠλία νεκρὸς, ὁ υἱὸς τῆς Σαρεπτίας χήρας, εἰ καὶ θανάτῳ παρεδόθη, ἀλλ' ὅμως οὐ διὰ τὴν φυσικὴν ἔκλειψιν, ἀλλὰ διὰ παιδείαν καὶ θλῖψιν τοῦ Ἠλία, πρὸς τὸ καμφθῆναι τὸν Ἠλίαν ἐκ τῆς σκληροκαρδίας εἰς συμπάθειαν.
Ὀργισθεὶς γάρ ποτε ὁ Ἠλίας, καθὼς ἴστε σαφῶς,
τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ Ἰσραηλιτικῷ λαῷ διὰ τὴν παρανομίαν τῆς Ἰεζάβελ, μεθ' ὅρκου ἀπεφήνατο λέγων·
Ζῇ Κύριος ὁ Θεὸς, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος,
ἢ ὑετὸς ἐπὶ γῆς, εἰ μὴ διὰ στόματός μου.
Ταύτῃ τῇ ἀνύδρῳ ἀποφάσει τοῦ Ἠλία ὁ τῶν ὅλων Θεὸς οὐκ ἠρέσθη, πληροῖ δὲ τὴν τοῦ δούλου ἀπόφασιν.
Ἤθελε γὰρ αὐτὸν τὸν δήσαντα τὰς νεφέλας τῇ στειρώσει τῶν πλουτιαίων ὑετῶν, θᾶττον λυθῆναι τὴν συμφορὰν τῆς ἀνυδρίας.
Ὁ δὲ Ἠλίας οὐ προσέθετο τῇ διαλλαγῇ.
Ἄλλως γὰρ ὁ Θεὸς σπλαγχνίζεται, καὶ ἄλλως ἄνθρωπος σκληρύνεται.
Ὁ Κύριος οὖν ἐπὶ τῇ σκληρίᾳ τοῦ δούλου ἤθελε παρακαλέσαι τὸν δοῦλον, ἵνα δανείσῃ τῇ γῇ ὑετὸν διὰ τοῦ λόγου.
Ἀνοίκειον γὰρ τῷ Θεῷ ἦν ἄνθρωπον παρακαλέσαι·
διὸ καὶ ὡς Θεὸς ἄλλην μετῆλθε πραγματείαν.
Ποίαν ταύτην; Ἄκουε συνετῶς· τῆς ἀβροχίας τοίνυν ἐπιτεινομένης, ἐπὶ ἔτη τρία καὶ μῆνας ἓξ οὐκ ὠγκώθη πρὸς ὄμβρων τόκον νεφέλη.
Ἤρξατο οὖν ὁ Ἠλίας ὀλιγωρεῖν τῇ δίψῃ, ἀλλ' ὅμως ἐκαρτέρει βαστάζων τὴν ἔνδειαν, ἐκ φιλονεικίας τοῦτο ποιῶν· ἤθελε γὰρ καὶ αὐτὸς ἐκτριβῆναι, ἢ διαλλαγῆναι τῷ οἴκῳ Ἀχαάβ.
Τί οὖν ὁ Κύριος; Σοφίζεται τὸν ἴδιον δοῦλον, οὐ παρακαλῶν, ἀλλὰ λέγων· Ἀνάστηθι ἐντεῦθεν, καὶ πορεύθητι εἰς τὸν χειμάῤῥουν Χοῤῥὰθ τοῦ ἐπὶ προσώπου τοῦ Ἰορδάνου, καὶ πίεσαι ὕδωρ ἐκ τοῦ χειμάῤῥου, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ.
Ταῦτα δὲ ἔφη ὁ Κύριος, οὐχ ἵνα θρέψῃ τὸν Ἠλίαν, ἀλλ' ἵνα ὑβρίσῃ· οὐχ ἵνα τιμήσῃ, ἀλλ' ἵνα διὰ τῆς ἐφυβρίστου τροφῆς εἰς συμπάθειαν αὐτὸν ἑλκύσῃ.

Ἀνοίκειον γὰρ ἦν τὸν προφήτην διὰ κοράκων τραφῆναι, καὶ κρεοφόρον αὐτῷ τράπεζαν παρατεθῆναι τῷ ἐξ ἀρχῆς ἀσκητικοὺς πόνους διατεμόντι. Ἴσχυε γὰρ ὁ Κύριος ἢ διὰ περιστερῶν θρέψαι τὸν δίκαιον, ἢ διὰ τῆς τοῦ μάννα δόσεως,
καθ' ὁμοιότητα τῶν υἱῶν Ἰσραὴλ, ἢ παραπλησίως τῷ ∆ανιὴλ φακοφόρον ἄνδρα τὸν Ἀμβακοὺμ παραστῆσαι· ἴσχυεν ὁ Κύριος τὸν Ἠλίαν σεμνῶς διαθρέψαι, ἐπειδὴ καὶ ἐν ἄλλῃ καθόδῳ σεμνῶς αὐτὸν διέθρεψεν.
Ἡνίκα γὰρ ἄλλοτε Ἠλίας φεύγων τὴν Ἰεζάβελ ἔρημον κατέλαβε, καὶ ἐν τῇ ἐρήμῳ ἐκάθευδε σὺν πολλῷ τῷ λιμῷ καὶ τῇ δίψῃ, ὅτι πολλὴ ἡ τῆς φυγῆς ὁδὸς, τίθησιν οὖν ὁ Κύριος πρὸς κεφαλὴν αὐτοῦ ἄρτον καὶ ὕδωρ, καὶ αὖθις νύττει τὴν πλευρὰν αὐτοῦ, καὶ οὐκ ἄλλο μέρος.
∆ιὰ τί; Ἄκουε συνετῶς· τὴν πλευρὰν αὐτοῦ νύττει, ἐπειδὴ ἀπειλὴν πλευρᾶς ἔφυγε. Καὶ πρὸς αὐτὸν ὁ Κύριος· Ἠλία, ἀνάστηθι, καὶ φάγε καὶ πίε, ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός.
Ἀναστὰς δὲ ὁ Ἠλίας καὶ φαγὼν καὶ πιὼν, ἐπορεύθη ἐν τῇ ἰσχύϊ τῆς βρώσεως ἐκείνης τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, οὐχ ὡς πεινῶν, ἀλλ' ὡς ἐμπεπλησμένος.
Τοιαύτη γὰρ ἡ θεοδώρητος βρῶσις.
Ὁ ἐκεῖσε τοίνυν γνησίως διαθρέψας, ἴσχυσε καὶ ἐν τῷ παρόντι οὐρανόθεν αὐτὸν διαθρέψαι· ἀλλὰ παρίστησιν αὐτῷ ἀνοίκειον τράπεζαν, ὅπως διὰ τῆς ἐφυβρίστου τροφῆς καμφθῇ πρὸς συμπάθειαν καὶ οἶκτον.
Ὁ δὲ ἔμενεν ἀκαμπής.
∆έον γὰρ τὸν Ἠλίαν ἀκούσαντα τοῦ Κυρίου λέγοντος· Πίεσαι ἐκ τοῦ χειμάῤῥου, καὶ τοῖς κόραξιν ἐντελοῦμαι τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, ἱκετεῦσαι, καὶ εἰπεῖν, Μηδαμῶς, Κύριε· οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κοινὸν καὶ ἀκάθαρτον· κόρακάς μοι παριστᾷς τοὺς ἐπιβούλους τοῦ Νῶε; κρεοφόρον τράπεζαν εὐτρεπίζεις ὡς ἐθνικῷ καὶ ἀλλοφύλῳ, ἀσκητικοῖς ἔθεσιν ἐξ ἀρχῆς προσεντραφέντι; ἔδει ταῦτα παρακλητικῶς τὸν Ἠλίαν προσενέγκαι τὰ ῥήματα.
Ἀλλ' οὐδὲν τούτων ὁ Ἠλίας· ᾔδει γὰρ, ὅτι ἐὰν αἰτιάσηται τὴν ἀνοίκειον τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος·
Τί λέγεις, ὦ Ἠλία; οὐ καταδέχῃ πιεῖν ῥυπαρὸν ὕδωρ, ὑετὸν μὴ ἐάσας κατελθεῖν;
ἐπυράκτωσας γὰρ τὴν γῆν τοῦ Ἰσραήλ·
οὐκ ἔστιν εὑρεῖν σταγόνα ὕδατος ἐν φρέατι,
οὔτε ἐν πηγῇ νοτίδα.
Ὃ οὖν ἐποίησας, κατάδεξαι.
Οὐ προσδέχῃ κρεοφόρον κοράκων τροφήν;
Οὐκ ἔστιν εὑρεῖν ἄρτον, οὐδὲ στάχυν, οὐδὲ χλοηφόρον λάχανον, μήποτε ὄμβρου μήτε δρόσου πεσούσης ἐπὶ τῆς γῆς τῇ σῇ τοῦ στόματος κλειθρώσει· οὐδὲν ἔστιν εὑρεῖν, εἰ μὴ κρέα μόνα, καὶ ταῦτα νεκριμαῖα, τῶν ζώων τελευτησάντων τῇ ἐκλείψει τῶν τροφῶν. Τί οὖν οὐ προσδέχῃ τὴν τράπεζαν τῶν σῶν καμάτων; Ὅπως οὖν μηδὲν τούτων ἀκούσῃ ὁ Ἠλίας, κατεδέξατο τὴν ἀνοίκειον τράπεζαν.

Εἵλατο γὰρ μᾶλλον ἀνομβρίαν βαστάσαι πολυχρόνιον, ἢ τὸν ὀμβροφόρον δανεῖσαι λόγον.
Τί οὖν ὁ πάνσοφος Κύριος;
Ὡς εἶδεν αὐτὸν προσμένοντα τῇ σκληρίᾳ, ἄλλην πραγματείαν μετέρχεται ἰσχυροτέραν τῆς πρώτης.
Ποίαν ταύτην· Ξηραίνει τὸν ποταμὸν, συστέλλει τοὺς κόρακας, βάλλει φωνὴν πρὸς αὐτόν·
Πορεύου εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ.
Ὁρᾷς πῶς ἔσπευδεν εἰς συμπάθειαν αὐτὸν κλῖναι ὁ Κύριος; Οὐ γὰρ ἀπέστειλεν αὐτὸν εἰς οἶκον ἀρχοντικὸν, ἢ εἰς βασιλικὸν, ἢ εἰς εὔπορόν τινα γυναῖκα, ἀλλὰ πρὸς χήραν ἐνδεομένην, ὅπως κἂν οὕτω καμφθῇ πρὸς συμπάθειαν.
Ὁ δὲ καὶ οὕτως ἀκαμπὴς ἔμενε.
∆έον γὰρ αὐτὸν ἀκούσαντα τοῦ Κυρίου λέγοντος·
Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας·
ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ, προσπεσεῖν, βοῆσαι, ἱκετεῦσαι, καὶ εἰπεῖν,
Μὴ καταγάγῃς με εἰς ταπείνωσιν, ὦ ∆έσποτα·
Σιδωνίοις με παραπέμπεις, καὶ γυναικὶ χήρᾳ παρενοχλεῖν με προστάττεις, ἧς ὁ ἄρτος δακρύων πεπληρωμένος, ἡ τράπεζα στεναγμῶν ἀνάμεστος, ἡ κλίνη κατάρας προσκεφάλαιον ἔχουσα;
ἀλλ' οὐδὲν τούτων ὁ Ἠλίας.
Ἔγνω γὰρ ὅτι, ἐὰν παραιτήσηται τῆς χήρας τὴν τράπεζαν, ἐρεῖ πρὸς αὐτὸν ὁ Κύριος·
Τί λέγεις, ὦ Ἠλία; παραιτῇ τῆς χήρας τὴν τράπεζαν,
ὁ πᾶσαν τὴν γῆν Ἰσραὴλ στειρεύειν παρασκευάσας, χήραν αὐτὴν ἐργασάμενος, στεῖραν καὶ ἄτεκνον, καρποὺς μὴ τίκτουσαν, καὶ σὺ παραιτῇ τῆς χήρας τὴν τράπεζαν;
Ὅπως οὖν μηδὲν τούτων ἀκούσῃ ὁ Ἠλίας,
εὐθέως ἐστείλατο τὴν ἐπὶ Σιδωνίους ἀποδημίαν,
ἐν εὐφροσύνῃ, ἢ ὀδύνῃ ποριζόμενος.
Ἄκουσον δὲ πρὸς ταῦτα.
Ξενισθεὶς ὁ Ἠλίας ὑπὸ τῆς χήρας εὗρεν ἀδαπάνητον τράπεζαν, γνησίαν, ἁρμόδιον, ἀσκητικὴν, ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλάρια.
Τί γὰρ οὖν; δύο ξυλάρια μόνα εἶχεν ἡ χήρα; Ναί.
Πῶς; Ἄκουσον, καὶ ἐρῶ σοι.

Αὕτη ἡ μνημονευθεῖσα χήρα εἰκόνα τῆς Ἐκκλησίας ἔφερε· διὸ πρὸς αὐτὴν ἀποστέλλεται ὁ προφήτης.
Εἰσελθὼν τοιγαροῦν ὁ προφήτης εἰς τὸν οἶκον τῆς χήρας· εὗρεν ὡς ἀληθῶς τῆς Ἐκκλησίας ἡμῶν τὴν ἐνθήκην· εὗρεν ὕδωρ καὶ ἔλαιον καὶ ἄλευρον, καὶ δύο ξυλάρια· ὕδωρ, τὸ βάπτισμα· ἔλαιον, τὸ χρίσμα· ἄλευρον, ὁ ἄρτος· δύο ξυλάρια, τοῦ σταυροῦ τὸ κατόρθωμα.
Ἦν δὲ καὶ πρὸς τὴν χήραν βοήσας ὁ Ἠλίας·
Ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει, καὶ ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει.
Ἀνελλιπὲς γὰρ ἡ χάρις τῆς ὀρθοδόξου πίστεως.
Εὑρὼν τοιγαροῦν ὁ Ἠλίας τὴν ἀδάπανον τράπεζαν τῆς χήρας, ηὐφράνθη, ἠγαλλιάσατο, λέγων πρὸς ἑαυτόν·
Ὧδε διάξω τοῦ λοιποῦ, ὧδε τὸν ἅπαντά μου χρόνον διατρίβω· ἁρμόδιον γὰρ τὴν τράπεζαν εὗρον, οὐδείς μοι λόγος τῷ οἴκῳ Ἀχαὰβ, καὶ τῷ λαῷ Ἰσραὴλ, καὶ τῇ μανίᾳ τῆς Ἰεζάβελ· ἐχέτωσαν κληρονομίαν, τὴν ἀβροχίαν· ἐγὼ γὰρ τῶν ἐνταῦθα οὐδ' ὅλως χωρίζομαι.
Ταῦτα λέγων ὁ Ἠλίας πρὸς ἑαυτὸν εὐφραντικῶς λογιζόμενος, μὴ συνειδὼς, ὡς ἄνθρωπος, ὅτι ἐν τῇ εὐφρασίᾳ τὴν ὀδύνην ἔμελλεν εὑρίσκειν.
Ἴστε πάντες, πῶς ἡ χήρα δύο παῖδας ἔχουσα γνησίους καὶ ὁμοκοιλίους, ὄρθρου τῆς κλίνης διεγερθεῖσα, θεωρεῖ τὸν ἕνα αὐτῆς υἱὸν θανάτῳ παραδοθέντα. Εἰ δὲ πέφυκε χήραν ἐπιτηδεύειν ἐπὶ τέκνῳ ἄῤῥενι τελείῳ τελευτῶντι, οὐδεὶς ὑμῶν ἀγνοεῖ· ἐνδοξοτέραν γὰρ ἡγεῖται τὴν τοῦ τέκνου ζωὴν ὑπὲρ πάντα τὸν πλοῦτον τοῦ κόσμου. Οὐ γὰρ προσετέθη κατὰ τὸ εἰωθὸς τῷ νεκρῷ ἡ γυνὴ, οὔτε ἐκήδευσεν, οὔτε πρὸς τὴν ἔξοδον ἠσχολήθη· ἀλλὰ καταλιποῦσα αὐτῆς τὸν νεκρὸν, τοῦ Ἠλία καθήψατο, κρατοῦσα, περιάγουσα, ὀχλοποιοῦσα, κράζουσα ἐπὶ πάντων·
Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ; ἦλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου.
Τουτέστι, Σὺ αὐτὸν ἐθανάτωσας.
Εἶδες πῶς ἡ εὐφροσύνη τοῦ Ἠλία εἰς ὀδύνην μετῆλθεν;
Ὡς φονεὺς κατείχετο· οὕτω γὰρ ἔλεγεν ἡ χήρα,
Τί ἐμοὶ καὶ σοὶ, ἄνθρωπε τοῦ Θεοῦ;
Εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, θανατῶσαι τὸν υἱόν μου.
Σὺ αὐτὸν ἐθανάτωσας· ἡ σὴ εἴσοδος παρεσκεύασε τοῦτο.

Μὴ εὗρες τὸν παῖδά μου ἀσθενοῦντα; μὴ ἠῤῥώστησεν ἡμέραν μίαν; ἡ σὴ εἴσοδος τὸν θάνατον τοῦ υἱοῦ μου παρέσχε.
Τί μοι ἄλευρον ἐχαρίσω, τοῦ ἐσθίοντος μὴ παρόντος; δός μοι τὸν υἱόν μου· σὺ αὐτὸν ἐθανάτωσας κληρονομῆσαι τὸν οἶκόν μου βουλόμενος.
∆έξαι σὺ τὸ ἄλευρον, καὶ δός μοι τὸν υἱόν μου.
Ἐμὲ σιτεύεις, καὶ τὸ τέκνον μου φονεύεις;
μετὰ ἰδίων λιμώξω, καὶ μὴ μετὰ ξένων πλουτήσω.
Τί ἐμοὶ καὶ σοὶ, ὦ ἄνθρωπε τοῦ Θεοῦ; εἰσῆλθες πρός με τοῦ ἀναμνῆσαι τὰς ἁμαρτίας μου, καὶ θανατῶσαι τὸν υἱόν μου.
Σὺ τὸν υἱόν μου ἐθανάτωσας, σκληρός μοί τις φαίνῃ· οὐκ ἔστιν ἡ εἴσοδός σου εἰθεῖα;
Τί διαπράξω, ἀπάγγειλόν μοι.
Μὴ ἔφυγες τὸν Θεόν σου; μὴ τὰ τοῦ Ἰωνᾶ διεπράξω πράγματα. Τραχύς τίς μοι φαίνῃ. Πῦρ πνέεις, φόνον ὀρέγῃ, ἀβροχίαν βαστάζεις, πεντηκοντάρχας κατακαίεις· ἐγνώσθη μοι γὰρ οὖν τὰ κατὰ σέ.
Οὐκ ἀρκεῖ σοι ὅτι τοὺς ὁμοφύλους σου ἔπνιξας,
ἀλλὰ καὶ ὧδε παραγέγονας τὰ ὅμοια διαπράξασθαι;
Πολλοὺς ἔπαιξας, ἐμὲ δὲ οὐ παίξεις· δός μοι τὸν υἱόν μου.
Τί οὖν ὁ Ἠλίας;
Συνεκάμφθη εὐθέως· ἔγνω γὰρ τοῦ Κυρίου τὸ σφύγμα. ∆ιὸ μέγα στενάξας ὡς ἡττηθεὶς, ἐβόησε λέγων· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, μεθ' ἧς ἐγὼ οἰκῶ μετ' αὐτῆς, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς· σὸν τὸ ἔργον· ἐπέγνω γὰρ, ∆έσποτα. Ἰδοὺ ὑπὸ χήρας βιάζομαι· ἀεὶ γὰρ σκληροτάταις γυναιξὶ παραπέμπεις με. Τὴν Ἰεζάβελ ἔφυγα, καὶ εἰς ταύτην περιέπεσα. Πολλοὺς πειρασμοὺς ὑπέμεινα, ταύτης δὲ τὴν γλῶτταν βαστάσαι οὐ δύναμαι. Σὺ εἶ ὁ εἰρηκώς μοι, ∆έσποτα· Πορεύθητι εἰς Σάρεπτα τῆς Σιδωνίας· ἰδοὺ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ. Καὶ ἰδοὺ διαστρέφει· οὐ γὰρ διατρέφει. Ὡς φονεὺς κατέχομαι· καὶ καλῶς κατέχομαι· ἀνθηρὸς γὰρ ἦν ὁ παῖς ἐν τῇ εἰσόδῳ μου· πῶς οὖν ἀθρόυς θανάτῳ παρεδόθη, οὐκ οἶδα.

Λύτρωσαί με, Κύριε, τῆς ὀχλήσεως ταύτης·
θέατρόν μοι περιέστησεν, αἰσχύνην μοι περιέθηκε, θλίψιν μοι πολλὴν ἐπήγαγε. ∆ὸς τὴν ψυχὴν, καὶ παρέχω τὴν βροχήν· πληροφόρησον τὴν χήραν, καὶ ἀρδεύω τὴν χώραν· δὸς τοῦ παιδὸς τὴν παλαιβίωσιν, καὶ κινῶ τὴν γλῶτταν πρὸς ὀμβροδοσίαν.
Ταῦτα μέντοι διὰ τὴν προῤῥηθεῖσαν τοῦ Λαζάρου νεκρεγερσίαν, καὶ τὴν τῶν Ἰουδαίων ἀντιλογίαν,
ὅτι ἄλλως ∆εσπότης αὐθεντεῖ, καὶ ἄλλως δοῦλος ἐγείρει.
Ἠλίας ἤγειρε νεκρὸν, ἀλλ' ὅμως οὐκ ηὐθέντησεν· ὠδυνήθη γὰρ πολλὰ καὶ ἐθλίβη καὶ στενώσει περιέπεσε.
∆ιὸ ἐβόησεν ἐν προσευχῇ λέγων·
Οἴμοι! Ὅπου δὲ τὸ, οἴμοι· ἐκεῖ ὀδύνη ψυχῆς.
Οὕτω γὰρ καὶ ἀλλαχοῦ εὑρήσεις τὸν προφήτην ὀδυρόμενον καὶ λέγοντα· Οἴμοι! ὅτι κατελείφθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ, καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ· καὶ πάλιν ἕτερος προφήτης, Οἴμοι, οἴμοι εἰς ἡμέραν! ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ αὐτὴ ὡς ταλαιπωρία· καὶ πάλιν ἄλλος, Οἴμοι! ὅτι ἀπόλωλεν ἀπὸ τῆς γῆς.
Πανταχοῦ ὀδύνη τὸ Οἴμοι.
Οὕτω καὶ Ἠλίας ἐνταῦθα· Οἴμοι, Κύριε, ὁ μάρτυς τῆς χήρας, σὺ ἐκάκωσας τοῦ θανατῶσαι τὸν υἱὸν αὐτῆς. Καὶ ἐνεφύσησε τῷ παιδαρίῳ τρίτον.
Ὅρα οὖν ἐνταῦθα, πῶς ἐν τῷ νόμῳ τῆς χάριτος τὸ μυστήριον εἰκονογραφεῖται. Τὸ γὰρ, Ἐνεφύσησε τρίτον, τῆς ἀδιαιρέτου Τριάδος τὴν εἴσοδον παριστᾷ. Καὶ ἐπεκαλέσατο τὸν Θεὸν, καὶ εἶπεν· Ἐπιστραφήτω δὴ, Κύριε, ἡ ψυχὴ τοῦ παιδαρίου εἰς αὐτόν. Καὶ ἐγένετο οὕτω.

Τί λέγεις, ὦ Ἰουδαῖε; μήτι τοιοῦτον ὁ Κύριος, οἷον Ἠλίας; μήτι τοιοῦτον Ἠλίας, οἷον ὁ Κύριος; μὴ ἔκλινεν ὁ Κύριος γόνυ; μὴ ἐπλάτυνε τὴν προσευχήν;
Αὐτῷ γὰρ πᾶσα προσευχὴ ἀναπέμπεται· φωνὴν ἀφῆκε μόνον, Λάζαρε, δεῦρο ἔξω, ὡς δεσπότης δοῦλον καλῶν.
Τί οὖν; ἐξῆλθεν ὡς δοῦλος ὑπακούσας δεσπότῃ; Ἐξῆλθεν, οὐκ ἐβράδυνεν, οὐκ ἀνέμεινεν ὁ ᾅδης, οὐκ ἐστασίασεν ὁ θάνατος, οὐκ ἀνεβάλοντο αἱ κάτω δυνάμεις· ἀλλὰ μᾶλλον κατεπλάγησαν.
Ὁ γὰρ ᾅδης ἔχων τὸν Λάζαρον ἤδη τέσσαρας ἡμέρας ἐν τοῖς ἰδίοις χωρίοις πανταχόθεν διαλυθέντα, ὡς ἀγόμφωτον σκάφος, λοιπὸν ἀμέριμνος ἦν· αἱ κάτω δυνάμεις οὐκ εἶχον ἔννοιαν, ὡς Λάζαρος τῶν καταχθονίων ἀνασπασθήσεται λοιπόν.
Ὡς δὲ ἀθρόον ἡ ∆εσποτικὴ φωνὴ ἐν τῷ τάφῳ κατελθοῦσα σὺν φωτισμῷ πολλῷ ἤρξατο θᾶττον τὰς μὲν τρίχας τοῦ Λαζάρου ἀντιφυτεύειν τῇ κεφαλῇ, τὸν μυελὸν ἐνθηκιάζειν τῇ κενότητι τῶν καλάμων, τῶν δὲ φλεβῶν τὴν μέστωσιν πρὸς ζωτικὸν κατευθύνειν αἷμα, κατεπλάγησαν αἱ κάτω δυνάμεις πρὸς ἀλλήλας βοῶσαι·
Τίς οὗτος ὁ καλῶν; τίς οὗτος ὁ αὐθεντῶν;
τίς ὁ ἀναπλάττων διαλελυμένον χοῦν; τίς ὁ ἐξυπνίζων νεκρὸν ὡς ἐξ ὕπνου; τίς ὁ ἀδαμαντίνας πύλας διαῤῥήσσων; τίς ὁ βοῶν, Λάζαρε, δεῦρο ἔξω; ἡ φωνὴ μὲν ἀνθρωπόφθογγος, καὶ ἡ δύναμις θεοδύναμος. Τίς ὁ καλῶν; οὐκ ἔστιν ἄνθρωπος· τὸ μὲν σχῆμα ἀνθρώπου, ἡ δὲ φωνὴ Θεοῦ.
Προπέμψωμεν Λάζαρον, ὀξέως αὐτὸν ἀναφορήσωμεν, μὴ κατέλθῃ ὧδε ὁ καλῶν αὐτὸν, μὴ βραδύνοντος τούτου ὧδε κατέλθῃ ὁ καλῶν.
Ἤρξαντο σαλεύεσθαι οἱ νεκροὶ καὶ κινεῖσθαι.
Ἕνα ζημιωθῶμεν, φησὶ, καὶ μὴ ἅπαντας ἀπολέσωμεν.

Οὕτως ὁ Λάζαρος ἐξεπήδησεν ἐκ τοῦ κόλπου τοῦ ᾅδου αἰνῶν καὶ εὐλογῶν καὶ δοξάζων τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν.
Ἐνταῦθα τὸν λόγον σφραγίσωμεν· τὰ βαΐα τῶν φοινίκων ἀναλεγόμενοι εἰς ἀπάντησιν τοῦ Κυρίου ἐξέλθωμεν βοῶντες καὶ λέγοντες·
Ὡσαννὰ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (1 vote)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα