Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Ὁμιλία εἰς τὸν ἐκ γενετῆς τυφλόν

Ὁμιλία εἰς τὸν ἐκ γενετῆς τυφλόν


Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου
Ὁμιλία εἰς τὸν ἐκ γενετῆς τυφλόν

Πολυσπούδαστόν ἐστι πᾶσιν ἀνθρώποις τὸ τῶν γονέων γλύκασμα, γνήσιον, ποθητὸν, παντὸς χρυσίου τιμιώτερον.
Οὐκ ἔστιν ἐν τῷ παρόντι βίῳ γονεῦσιν ἀντισταθμιζόμενον κτῆμα.
Χρυσὸς πολλάκις ἀπόλλυται·
γονέων δὲ φίλτρον οὐ μαραίνεται.
Ἄργυρος πολλάκις ἰοῦται·
τῶν δὲ γεννησάντων αἱ ὠδῖνες οὐ μειοῦνται.
Μαργαρῖται πολλάκις διαφθείρονται·
γονέων δὲ δάκρυα τῷ Κυρίῳ παρίστανται.
∆ιὸ καὶ τῶν γονέων τὸ τίμιον ἡ θεία Γραφὴ γνωρίζουσα, παραινεῖ τοῖς τέκνοις βοῶσα·
«Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.»

Ἔστι δὲ πάντως εἰπεῖν τινα·
Καὶ εἰ περισπούδαστόν ἐστι τὸ τῶν γονέων γλύκασμα,
τίνος ἕνεκεν ὁ ∆αβὶδ τοὺς γονεῖς διαβάλλων ἔλεγεν·
«Ὁ Πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με·
ὁ δὲ Κύριος προσελάβετό με;»

Τί λέγεις, ὦ φίλε, πρὸς τὰ παρόντα;
Παντὸς κτίσματος τιμιώτερον τὸ τῶν γονέων γλύκασμα·
μὴ γὰρ ὡς πρὸς τὸν δημιουργὸν τῶν ἁπάντων Θεόν·
οὐκ ἔστι κτίσμα κτίστῃ συγκριθῆναι δυνάμενον.
Εἰ μὲν ἦν ὁ ∆αβὶδ εἰρηκώς·
«Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με.»
ἀντελάβετο δέ μου ὁ δεῖνα, ὁ γείτων, ἢ ὁ συγγενὴς,
ἢ ὁ φίλος, ὡς ὑπεναντίον διεβεβαίου·
εἰ δὲ καὶ τῶν γονέων τὸν Κύριον εὐσπλαγχνότερον ἀπεφήνατο, καὶ τοὺς γονεῖς οὐκ ἐν ύβρισε,
καὶ τὸν Θεὸν ἐδόξασεν.

Τίνος δὲ χάριν ὁ ∆αβὶδ προσήκατο τὰς συλλαβὰς, λέγων·
«Ὁ Πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με·
ὁ δὲ Κύριος ἀντελάβετό με;»
Ἴστε πάντες σαφῶς, ὅσα τε φιλόλογοι, πῶς ὁ τῶν ἁπάντων Θεὸς βουλόμενος τὸν Σαοὺλ, ὡς φαῦλον, τῆς βασιλείας διαδέξασθαι, καὶ τὸν ∆αβὶδ, ὡς φίλον, εἰς τὴν βασιλείαν προσήκασθαι, ἀποστέλλει τὸν ἑαυτοῦ διάκονον Σαμουὴλ εἰς τὸν οἶκον τῶν γονέων τοῦ ∆αβὶδ, ἐπιφερόμενον τὸ κέρας τῆς χειροτονίας, λέγων πρὸς τὸν Σαμουὴλ ὁ Κύριος·
Πορευθεὶς εἰς τὸν οἶκον Ἰεσσαὶ, χρῖσόν μοι ἕνα τῶν υἱῶν αὐτοῦ εἰς βασιλέα.
Ὁ δὲ Σαμουὴλ ὡς εἰς διακονίαν στελλόμενος ἀντερήσατο πρὸς τὸν Κύριον, λέγων·
Καὶ τίνα προχειρίσομαι;
Λέγε μοι τὸ ὄνομα, ∆έσποτα,
ἵνα σπουδαιότερον πρὸς τὸ δοκοῦν σοι διαβήσωμαι.
Ὁ δὲ Κύριος πρὸς τὸν Σαμουήλ·
Οὐ θέλω σε γινώσκειν τὸν προχειριζόμενον,
ἵνα μὴ ὡς προσωπολήπτης δια βληθῇς.
Ἔχεις τὸ κέρας τῆς χειροτονίας,
ὅπου δ' ἂν ἐπινεύσει τὸ κέρας, καὶ τὸ ἔλαιον λιμνάσει, ἐκεῖνόν μοι προχείρισον εἰς βασιλέα.
Κατέχων τὸ κέρας, ἀπροσωπόληπτον διαιτητὴν,
μηδαμῶς δυσχέραινε.

Ταῦτα ἀκούσας ὁ Σαμουὴλ, καὶ ὡς παρὰ Θεοῦ τὴν γνῶσιν δεξάμενος, εὐθέως ἀναμφιβόλῳ ποδὶ κατέδραμεν ἐπὶ τὸν οἶκον τοῦ Ἰεσσαὶ, λέγων πρὸς αὐτόν·
Ἀπέστειλέ με ὁ Κύριος προχειρίσασθαι ἕνα τῶν υἱῶν σου εἰς βασιλέα.
Εὐθέως δὲ ὁ Ἰεσσαὶ καὶ ἡ τούτου γαμετὴ τὸν πρῶτον υἱὸν προεβίβασαν, ὡς τὴν εὐλογίαν τῶν πρωτοτόκων βαστάζοντα, καὶ ἐν τοῖς τέκνοις τὴν εὐταξίαν φυλάττοντα.
Ὁ δὲ Σαμουὴλ, εὐθέως τὴν χεῖρα ὑψώσας, καὶ πρὸς τὴν χειροτονίαν σχηματισθεὶς, καὶ τὸ κέρας ἐπινεύσας, ἀπέλυσε τὸν πρῶτον ἀχειροτόνητον, θείῳ νεύματι τοῦ ἐλαίου στάξαι μὴ βουληθέντος.
Ὡς δὲ ἕνα ἕκαστον τῶν υἱῶν αὐτοῦ παρήγαγεν αὐτῷ ἐκτὸς τοῦ ∆αβὶδ, ὑπέστρεψαν οἱ πάντες λιτοὶ καὶ ἀχειροτόνητοι.
Ὑποστρεψάντων δὲ τούτων λιτῶν,
ἀντέβαλλεν ὁ Ἰεσσαὶ πρὸς τὸν Σαμουὴλ, λέγων·
Τί πεποίηκας, ἄνθρωπε;
ἐσφάλης, καὶ οὐκ οἶδας.
Ἢ ἐσφάλης, ἢ παῖξαί με παρέδραμες.
Παρὰ θύρας εἰσήλυθες·
ἀλλαχοῦ ἀπεστάλης, καὶ ὧδε τὸ κέρας ἐγύμνωσας·
μάτην ἡμᾶς ἐχαροποίησας, θρυλλήσας, καὶ τὴν ἐπαγγελίαν μὴ πληρώσας.
Ὁ δὲ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί·
Τί καταπλήττεις, πρεσβῦτα;
καταψηφίζῃ τοῦ ἀποστείλαντός με.
Ἔστι προφήτην πλανηθῆναί ποτε;
Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς διστάζεις·
εἰ δὲ ὁ τῶν καρδιῶν γνώστης ἀπέστειλέ με, τί ἀνανεύεις;
Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ·
Καὶ ἐν τίνι λοιπὸν ἐπινεύσω;
Παρήγαγόν σοι πᾶσαν τῶν τέκνων μου τὴν καλλονὴν,
καὶ οὐδαμοῦ τῆς ἐπαγγελίας τὸ γνώρισμα.
Μὴ μᾶλλον οὐκ ἔγνως τὸν ἀποστείλαντά σε;
Μὴ ἆρα ἀλλαχοῦ ἀπεστάλης;
Μήτιγε ἐμὲ τὸν πρεσβύτην κατέδραμες χειροτονῆσαι;
Ὁ δὲ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί·
Τί με καταπλήττεις, πρεσβῦτα;
Οὐκ ἔχεις ἄλλον υἱόν;
εἰ μὲν οὐκ ἔχεις, ἐσφάλην·
εἰ δὲ ἔχεις, οὐκ ἐπλανήθην.
Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ·
Ἔχω μὲν καὶ ἄλλον υἱὸν, ἀλλ' ὅμως μικρὸν, εὐτελῆ,
μὴ ποιοῦντα βασιλέα.
Αἰσχύνομαι καὶ προβιβάσαι αὐτόν.
Ὁ δὲ Σαμουὴλ πρὸς αὐτόν·
Παραδιατάττῃ τῷ Κτίσαντι;
αἰσχύνῃ προβιβάσαι τοῦτον;
Τί γάρ;
Πολυσαρκίαν χρίζει ὁ Θεός;
Προχείρισαι οὖν τοῦτον·
λιμνάσει πάντως τὸ ἔλαιον, ἐπινεύσει, οἶδα, τὸ κέρας.
Εὐφραινέσθω σου ὁ οἶκος.
Τί γάρ;
Ὅτι μικρός ἐστιν, οὐ ποιεῖ βασιλέα;
Περίμεινον μικρὸν, καὶ ὄψῃ·
πῶς οὗτος ὁ μικρὸς τὸν γιγανταῖον πύργον,
τὸν Γολιὰθ λέγω δὴ, καταστρέψει.
Τοιγαροῦν ταύτην τῶν γονέων τὴν λοιδορίαν ὁ ∆αβὶδ κατανοήσας, καὶ τὴν τοῦ Κυρίου παράδοξον εὐεργεσίαν θείᾳ Γραφῇ παραδιδοὺς, ἐβόα·
«Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με·
ὁ δὲ Κύριος προσελάβετό με.»
Ταύτην τοίνυν τὴν τοῦ προφήτου ∆αβὶδ εὐχάριστον φωνὴν, εὐκαίρως καὶ ὁ ἐκ γενετῆς τυφλὸς ἀναβλέψας, ἐρεῖ μεγαλοφώνως καὶ αὐτός·
«Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με·
ὁ δὲ Κύριος προσελάβετό με.»
Ἴστε πάντες σαφῶς, πῶς καὶ οὗτος ὑπὸ μὲν τῶν γονέων διεπτύσθη, ὑπὸ δὲ τοῦ Θεοῦ οὐκ ἐγκατελείφθη.
Ὅπως δὲ τὸ χρέως ἀποδωσώμεθα, καὶ μικρὸν ἀναψύξωμεν, ἵνα καὶ πάλιν πιστευθῶμεν ὀφειλήματα·
φέρε τοίνυν ἐπὶ τὸν ἐκ γενετῆς τυφλὸν εὐκαίρως παραγάγωμεν.

Ἤκουες, ἀγαπητὲ, τῇ προτέρᾳ τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος·
«Καὶ παράγων, φησὶν, ὁ Ἰησοῦς,
εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς καθήμενον·
καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες·
Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»
Ὁ δὲ Κύριος πρὸς αὐτούς·
«Οὐδὲ οὗτος ἥμαρτεν, οὐδὲ οἱ γονεῖς αὐτοῦ·
ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
Ταῦτα εἰπὼν ὁ Κύριος, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ.»
Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωάμ·
καὶ ἀπελθὼν ἐνίψατο·
καὶ νιψάμενος ἀνέβλεψε·
καὶ ἀναβλέψας ἐπίστευσε τῷ ἀποστείλαντι.

Ἄκουε συνετῶς.
Ἐπηρώτησαν τὸν Κύριον οἱ μαθηταὶ, λέγοντες·
«∆ιδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»
∆ικαία τῶν ἀποστόλων ἡ ἐπερώτησις, ἔνθεν δείκνυται,
ὅτι ὡς Θεῷ τῷ Κυρίῳ Ἰησοῦ προσίεσαν.
Τίς γὰρ οἶδε τὰ κρυπτὰ τῶν ἀνθρώπων,
εἰ μὴ ὁ τῶν καρδιῶν ἰχνηλάτης;
∆ιὸ καὶ ὁ Κύριος οὐκ ἀνένευσε πρὸς τὴν ἐπερώτησιν,
ἀλλὰ παραυτὰ ἐποίει τὴν ἀπόκρισιν,
ἐν ταυτῷ καὶ τῶν ἀποστόλων τὴν ἐπερώτησιν πληροφορῶν,
καὶ τὴν αὐτοῦ θεοπιστίαν βεβαιῶν.
Ἀποκριθεὶς γὰρ ὁ Κύριος εἶπεν·
«Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ·
ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·»
τουτέστιν ἡ παροῦσα τούτου τύφλωσις οὐκ ἔστιν ἁμαρτιῶν πρόσκομμα, ἀλλὰ φύσεως σφάλμα.
Ὥσπερ γὰρ φυτὸν πρὸ τοῦ τῆς γῆς ἐκκύψαι, ἐν τῇ ῥίζῃ πολλάκις ἀπὸ περιστάσεως ἀερίου τὴν βλάβην δέχεται, οὕτω καὶ οὗτος ὁ ἐκ γενετῆς τυφλὸς, ἐν τῇ νηδύϊ τὴν πήρωσιν ἐδέξατο·
ἢ τοῦ μητρῴου κόλπου ἀνευθέτου ὑπάρχοντος,
ἢ τοῦ πατρῴου σπόρου κακοχύμου καταβληθέντος.
Ὁ δὲ τὴν σφαλεῖσαν φύσιν διορθώσασθαι δυνάμενος οὐδὲν ἕτερον ἢ τῶν φύσεων δημιουργὸς εὑρεθήσεται.

∆ιὸ καὶ ὁ Κύριος ἀπεφήνατο λέγων·
«Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ,
ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.»
Καὶ ταῦτα εἰπὼν εὐθέως διὰ τοῦ ἔργου γνωρίζει, ὅτι αὐτός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὑτοῦ ἔλεγεν·
«ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ·»
τουτέστιν, ἵνα γνωρισθῶ δι' αὐτοῦ,
ὅτι οὐκ εἰμὶ λιτὸς ἄνθρωπος, ἀλλὰ Θεὸς κραταιός.
Ἠδύνατο γὰρ ὁ Κύριος τῷ ῥήματι μόνῳ τὸν τυφλὸν ἰάσασθαι, ὁ λόγῳ τοὺς οὐρανοὺς στερεώσας, κατὰ τὸ φάσκον θεῖον ῥητόν·
«Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν·»
ἠδύνατο οὖν λόγῳ καὶ τοῦτον τὸν ἐκ γενετῆς τυφλὸν θεραπεῦσαι.
Ἀλλ' οὐ ποιεῖ τοῦτο, πηλὸν δὲ ἐπιχρίει τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἵνα πᾶσι φανερὸν καταστήσῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τοῦ Ἀδὰμ κεραμεὺς, καὶ διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀποπληρῶν.
Οὐ ξενίζει τὴν περιοδίαν,
ἵνα μὴ διασκεδάσῃ τὴν θαυματουργίαν·
πηλὸν ἐπὶ πηλὸν ἐπιχρίει,
διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀναπληρῶν.

Ἔστι δὲ πάντως εἰπεῖν τινα, καὶ ὅτι τούτου χάριν ὁ Κύριος ἔχρισε πηλῷ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ, ἵνα πᾶσι φανερὸν καταστήσῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τὸν Ἀδὰμ χοοπλαστήσας.
Τίνος δὲ ἕνεκεν ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωάμ;
Μὴ καὶ τὸν Ἀδὰμ εἰς τὸν Σιλωὰμ ἐχάλασεν;
Ἄκουε συνετῶς.
Ὅτε τὸν Ἀδὰμ ὁ Κύριος ἐπηλόπλασε,
τότε οὐδεὶς τῶν ἀντιλεγόντων Ἰουδαίων παρῆν·
ἐπεὶ οὖν οὐδεὶς ἦν ἀντιλέγων, τότε μὲν ὁ Κύριος εὐσυσταλτικώτερον τὸν λογικὸν ἀνδριάντα κατασκευάζει·
νυνὶ δὲ ὡς πολλῶν ὄντων τῶν ἀντιλεγόντων, πλατύνει τὴν περιοδίαν, ἵνα κρατύνῃ τὴν ἐξουσίαν, ὅπως καὶ ἄκοντας τοὺς ἀντιλέγοντας ἐπινεῦσαι τῷ θαύματι παρασκευάσῃ.

Τούτου οὖν χάριν ἀπέστειλε τὸν πηλοφόρον εἰς τὸν Σιλωὰμ νίψασθαι, οὐχ ὅτι τοῦ Σιλωὰμ ἔχρῃζεν ὁ τοῦ Σιλωὰμ δεσπότης·
ἀλλ' ὅπως, τοῦ τυφλοῦ τρέχοντος, οἱ βλέποντες ἀκολουθήσωσι καὶ γενήσηται ὁ μὴ βλέπων τῶν βλεπόντων ὁδηγὸς, αὐτοὶ δὲ οἱ καταδραμόντες μάρτυρες γενήσωνται τοῦ θαύματος.
Ὅταν γὰρ καὶ τοῦτο ἐποίησεν ὁ Κύριος, καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωὰμ, ἄπειρα πλήθη κατέδραμον μαρτυροῦντα τῷ θαύματι.
Καὶ ἔτι ἐνήχουν οἱ τῶν Φαρισαίων παῖδες πολυπραγμονοῦντες, καὶ φαντασίαν τὴν θαυματουργίαν βοῶντες.
Τί ἔμελλον ποιεῖν, εἰ μὴ ἐπλάτυνε τὴν θαυματουργίαν;
Ἄλλως δὲ πάλιν, εἰ βουληθῇς τὸν Σιλωὰμ εἰς τύπον λαβεῖν τῆς τοῦ βαπτίσματος κολυμβήθρας, οὐκ ἂν ἁμάρτοις·
ἐπειδὴ ἐν ἐκείνῃ πάντες ἀπονίπτονται τὸ σκότος τῆς ἀγνωσίας, καὶ λαμβάνουσι τὸ φῶς τῆς εὐσεβείας.
Καὶ ὅτι μετὰ τὴν τοσαύτην τοῦ θαύματος πλατύτητα οἱ πλείους τῶν Ἰουδαίων ἀντέλεγον τῷ θαύματι,
ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος·
«Οἱ δὲ γείτονες, καὶ οἱ ἰδόντες αὐτὸν πρὸ τούτου,
ὅτι προσαίτης ἦν, ἔλεγον·
Οὐχ οὗτός ἐστιν ὁ προσαιτῶν, ὁ ἐκ γενετῆς τυφλός;
Ἄλλοι ἔλεγον·
Οὗτός ἐστιν.
Ἕτεροι δὲ ἔλεγον·
Οὐκ ἔστιν οὗτος, ἀλλ' ὅμοιος αὐτῷ ἐστιν.
Ὁ δὲ ἀναβλέψας ἔλεγεν ὅτι, Ἐγώ εἰμι, ὃν λέγετε.»
Εἶδες τύφλωσιν ἀναβλέψεως πρόξενον;
Ὁ τυφλὸς ἀνέβλεψε καὶ οἱ βλέποντες ἐτυφλώθησαν τῇ κακίᾳ.
Ἀεὶ γὰρ ἡ κακία τυφλή.

∆ιὸ καὶ Ἰουδαίων παῖδες ἀπὸ κακίας ἐπήχουν τὸν ἐκ γενετῆς τυφλὸν, λέγοντες πρὸς αὐτόν·
Λέγε ἡμῖν, ἄνθρωπε, τίνος χάριν συγκροτεῖς ἡμῖν τὸν υἱὸν τοῦ τέκτονος, καὶ ὡς Θεὸν αὐτὸν θέλεις διαφημίζεσθαι;
Οὐκ εἶ σὺ ὁ ἐκ γενετῆς τυφλός·
γνωρίζομεν ἡμεῖς ἐκεῖνον·
πολλοστὸν αὐτῷ τὰ πρὸς τὰς χρείας ἐχορηγήσαμεν.
Πῶς οὖν θρυλλεῖς σὺ, καὶ λέγεις,
ὅτι Αὐτὸς ἀνέῳξέ μου τοὺς ὀφθαλμούς;
Εἰ χρημάτων δέῃ, καὶ τούτων χάριν ψευδολογεῖς, ὅσον βούλει κομίζου·
μόνον τῆς ἀληθείας μὴ ἀπέχου.
Πάντα οὖν ἐποίουν, ἵνα πως διασκεδάσωσι τὸ θαῦμα.
Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας Ἰουδαίους ἔφασκε·
Τί με συκοφαντεῖτε;
Τί μου τὸ ψυχικὸν βλέμμα τυφλῶσαι προαιρεῖσθε;
Ἀνέβλεψα, οὐ τυφλοῦμαι·
μάτην μοι κονιορτὸν βλασφημίας προσρίπτετε.
Ἄλλος ἐφιλανθρωπεύσατο, καὶ ὑμεῖς ἀντιβάλλετε.
Οὐ προσκυνεῖτε, ἀλλὰ λοιδορεῖτε.
Καλῶς δὲ αὐτὸν υἱὸν τοῦ τέκτονος προσαγορεύετε·
μετημφίασε γὰρ τῶν ἐμῶν ὀφθαλμῶν τὰς θυρίδας.
Μικρόν μοι συγχωρήσατε, εἰ μετ' ὀλίγον ὑμῖν διαλέγομαι.

Συγχωρήσατέ μοι πρῶτον κατανοῆσαι τοῦ οὐρανοῦ τὸ κάλλος, τοῦ ἡλίου τὸ κέντρον,
τῆς σελήνης τὸ φάος,
τῆς ἡμέρας τὸν ὅρον,
τῆς νυκτὸς τὸ μέτρον,
τῶν ἀστέρων τὴν χορείαν,
τῶν νεφῶν τὴν διαδρομὴν,
τῆς γῆς τὴν εὐθύτητα,
τῆς θαλάσσης τὸ κύτος,
τῶν πλοίων τὴν ἄτριβον διάβασιν,
τῶν ἀνωμάλων τὴν περιοχὴν,
τῶν ὀρέων τὰ κυρτώματα,
τῶν ποταμῶν τὰ ῥεύματα,
τῶν πηγῶν τὰ νάματα,
τῶν φρεάτων τὰ ἀντλήματα,
τῶν κτηνῶν τὰ σκιρτήματα,
τῶν θηρίων τὰ ποικίλματα,
τῶν ὀρνέων τὰ σχιζόπτερα,
τῶν ἰχθύων τὰ ἰδιώματα,
τῶν δένδρων τὰ ὑψώματα,
τῶν καρπῶν τὰ γλυκάσματα.

Συγχωρήσατέ μοι πρῶτον ταῦτα καὶ παραπλήσια τούτων θεάσασθαι, καὶ εἶθ' οὕτως ὑμῖν διαλέγομαι, πῶς ἀνέβλεψα.
Πάλαι μὲν ἐγεννήθην, νυνὶ δὲ πρῶτον εἰσῆλθον εἰς τὸν κόσμον τῷ μέρει τῆς ὄψεως.
Ἤκουσα τοῦ προφήτου βοῶντος·
«Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται.»
Ἐγὼ ἐκ τῶν κτισμάτων, ὑμεῖς ἐκ τῶν ἐμῶν ὀφθαλμῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσατε.
Τί μοι χρημάτων περιουσίαν ἐπαγγέλλεσθε;
Οὐ πιπράσκω τὸ δῶρον,
οὐ καπηλεύω τῶν ἐμῶν ὀφθαλμῶν τὴν ἀνάβλεψιν.
Ἄμεινον εὐγνωμόνως προσαιτεῖν, ἢ κακοτρόπως πλουτεῖν.
Τὸ λοιπὸν οὐκέτι προσαιτῶ·
ἔλαβον γὰρ τὸν παράπτοντά μοι πρὸς ἐργασίαν λύχνον τοῦ σώματος.
Οὐκέτι οὖν προσαιτῶ, ἀλλὰ γεωργῶ·
οὐκέτι χάριν αἰτῶ, ἀλλὰ μισθὸν ἀπαιτῶ·
οὐκέτι ῥάβδῳ τὴν γῆν ψηλαφῶ, ἀλλὰ τὴν ἄμπελον δρεπάνῳ κλαδεύω·
οὐκέτι ἀργύρια συνάγω, ἀλλὰ δράγματα θερίζω·
οὐκέτι τὴν πήραν περισφίγγω, ἀλλ' ἅμαξαν ἕλκω·
οὐκέτι ἄρτων κλάσματα λαμβάνω, ἀλλὰ σῖτον κομίζω·
οὐκέτι στένων βοῶ·
∆ῶτε τῷ τὸ φῶς μὴ ἔχοντι, ἀλλὰ μεγαλοφώνως κράζω·
«Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;»

Ταῦτα ἀκούσαντες οἱ ἀντιλέγοντες Ἰουδαῖοι,
ὡς εἶδον αὐτὸν μὴ μόνον ἰαθέντα,
ἀλλὰ καὶ συνηγοροῦντα τῷ θαύματι,
προσῄεσαν ἔτι ἐπερωτῶντες αὐτόν·
Πῶς ἀνέβλεψας;
Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος,
ὅτι ἐπιμένεις τῷ πράγματι;
Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς τυφλωθέντας ἔφη·
Πῶς ἀνέβλεψα;
Ἐπὶ Θεοῦ λέγετε, πῶς τῆς φύσεως ἀκολουθία γίνεται;
Εἰ τὸ πῶς ἐρωτᾶτε, ἀντερωτήσω ὑμᾶς κἀγώ·
Πῶς τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν,
ἀκολουθίαν ἢ θαυματουργίαν μηνύσας;
Πῶς τὸν Λάζαρον ἐκ τοῦ τάφου ἐκάλεσε,
φυσικῶς ἢ θεοπρεπῶς;
Πῶς τὸν λεπρὸν τοῦ πάθους ἀπέλυσε,
περιοδεύσας, ἢ θελήσας;
Πῶς τὴν αἱμοῤῥοοῦσαν γυναῖκα,
ναυαγοῦσαν ἐκ τῆς τῶν αἱμάτων φορᾶς,
τοῦ κλύδωνος διέσωσε;
Τὸ πάθος ἐρευνήσας, ἢ τὴν πίστιν κατανοήσας;

Οἱ δὲ ἀντιλέγοντες Ἰουδαῖοι, ὡς εἶδον αὐτὸν ἐπιμένοντα, δριμύτερον κατεσχηκότες, εἷλκον αὐτὸν μετὰ βίας ἐπὶ τὸ Φαρισαϊκὸν κριτήριον, λέγοντες πρὸς αὐτόν·
Νυνί σου τὰς σάρκας καταξανθῆναι παρασκευάσομεν,
ἵνα δουλείαν, καὶ μὴ διδασκαλίαν μετέρχῃ.
Οὐ σιωπᾷς, ἀλλὰ δημηγορεῖς, καὶ ὡς Θεὸν αὐτὸν θέλεις φημίζεσθαι, ἐκεῖνον τὸν υἱὸν τοῦ Ἰωσήφ;
Ἀπὸ συμβεβηκότος τινὸς ἀνέβλεψας, καὶ προσφωνεῖς ἡμῖν, ὡς ἐκ γενετῆς τυφλὸς ἐτέχθης, καὶ ἐπάγεις ἡμῖν ἐκεῖνον τὸν τοῦ τέκτονος υἱόν;
Οὐ σιωπᾷς, ἀλλὰ μεγάλα βοᾷς;

Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας ἔλεγεν·
Εἰ οὐ θέλετέ με βοᾷν, τί ἐπερωτᾶτέ με συχνῶς;
Ὑμεῖς ἑαυτοὺς θρυλλεῖτε, κἀμοὶ τὸ ἔγκλημα προσάπτετε.
Ὥς φατε, εἰ ἐκ συμβεβηκότος τινὸς ἀνέβλεψα,
τίμου τοὺς γονεῖς παρεστήσατε;
Μάτην θορυβεῖσθε·
οὐ δύνασθε κρύψαι τὸ θαῦμα·
κἂν γὰρ ἐγὼ σιωπήσω, οἱ ὀφθαλμοί μου βοῶσιν.
Ἄνθρωπός τις λεγόμενος Ἰησοῦς, οὗ καὶ τὸ ὄνομα ἴασις, πηλὸν ἐπέχρισέ μου τοῖς ὀφθαλμοῖς, καὶ εἶπέ μοι·
«Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.»
Καὶ ἀπελθὼν ἐνιψάμην·
νιψάμενος, τὸν μὲν πηλὸν ἀπεθέμην,
τὸ δὲ φῶς ἐδεξάμην.

Ταῦτα ἀκούσαντες οἱ Φαρισαϊκοὶ κριταὶ,
καὶ πλήθους ἀπείρου συναθροιζομένου·
σάββατον γὰρ ἦν, ὅτε τὸ θαῦμα τοῦτο πεποίηκεν ὁ Ἰησοῦς·
ἐπηρώτων αὐτὸν τὰ αὐτὰ τοῖς Ἰουδαίοις λέγοντες·
Οἶδας, ἄνθρωπε, ποίῳ τόπῳ παρέστηκας, καὶ ὅτι ἀσυγχώρητον τὸ παρὸν κριτήριον τυγχάνει,
καὶ ὡς οὐκ ἔστιν ἐν ταῦθα πλάνην διαλαθεῖν ποτε.
Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας·
Πῶς ἀνέβλεψας;
Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις;
Ὁ δὲ, ἀναβλέψας πρὸς τὸ Φαρισαϊκὸν κριτήριον, ἀπεκρίνατο·
Πῶς ἀνέβλεψα, πάλιν περιεργάζεσθε;
πάλιν ὡς κατάδικον εὐθύνετε, λέγοντές μοι·
Πῶς ἀνέβλεψας;
Ἐὰν ὑμῖν εἴπω, πάλιν θορυβεῖσθε.
Τὸ πῶς ἀνέβλεψα, ἐγὼ ὑμῖν ἐρῶ.
Τὴν μὲν αἰτίαν τῆς περιοδίας λέγω,
τὴν δὲ ἐξουσίαν τῆς θαυματουργίας, οὐκ ἔχω λέγειν·
«Τίς γὰρ ἔγνω νοῦν Κυρίου;
ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;
ἢ τίς προέδωκεν αὐτῷ, καὶ οὐκ ἀνταποδοθήσεται αὐτῷ;»
Εἰ θέλετε μαθεῖν τὴν περιοδίαν, αὕτη ἐστὶν, ἣν ἤδη προεῖπον·
«Πηλὸν ἐποίησε, καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμούς·
καὶ εἶπέ μοι·
Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ.
Ἀπῆλθον δὲ, καὶ ἐνιψάμην, καὶ εὐθέως ἀνέβλεψα·»
οὐ τοῦ ὕδατος ἐνεργήσαντος, ἀλλὰ τοῦ πτύσματος παραδοξοποιήσαντος.

Ταῦτα ἀκούσαντες οἱ Φαρισαϊκοὶ κριταὶ, ὡς εἶδον αὐτὸν ἔτι ἐπιμένοντα τοῖς αὐτοῖς, τοῦτον ἀπωσάμενοι, τοὺς γονεῖς τοῦ ἀναβλέψαντος ἐφώνησαν, καὶ ἐπυνθάνοντο παρ' αὐτῶν λέγοντες·
«Εἴπατε ἡμῖν·
οὗτός ἐστιν ὁ Υἱὸς ὑμῶν, ὃν λέγεται, ὅτι τυφλὸς ἐγεννήθη;
Πῶς οὖν ἄρτι βλέπει;»

Οἱ δὲ γονεῖς τοῦ ἀναβλέψαντος ἀνταποκριθέντες πρὸς τοὺς ἐπερωτῶντας, εἶπον τὰ τῆς μακαρίας Σουσάννης·
Στενὰ ἡμῖν πάντοθεν.
Ἐὰν εἴπωμεν ὅτι Υἱὸς ἡμῶν ἐστιν,
οὐκ ἐκφευξόμεθα τὰς χεῖρας ὑμῶν·
τοῦτο γὰρ ἐπηγγείλασθε·
ἐὰν δὲ εἴπωμεν, ὅτι οὐκ ἔστιν υἱὸς ἡμῶν,
αἰωνίαν κόλασιν ὑποστησόμεθα·
τοῦτο γὰρ ἀπόκειται τοῖς τὴν ἀλήθειαν κρύπτουσι.
∆ιὸ, τὴν αἰωνίαν μᾶλλον κόλασιν προτιμήσαντες, τοσοῦτον ἐροῦμεν, ὅσον καὶ ἐν τοῖς παροῦσι ζημίαν οὐχ ὑπομείνωμεν·
«Οὗτος ὁ παῖς, ὦ ἄρχοντες, ὅτι μὲν υἱὸς ἡμῶν ἐστιν, ἴσμεν, καὶ ὅτι τυφλὸς ἐγεννήθη οὐκ ἀγνοοῦμεν·
τὸ δὲ πῶς ἀνέβλεψεν, οὐκ οἴδαμεν·
ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν.
Ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς λαλήσει περὶ ἑαυτοῦ.»

Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, καὶ σφόδρα διαπορούμενοι·
ἐπέφερεν γὰρ αὐτοῖς οὐ τὴν τυχοῦσαν αἰσχύνην τὸ ὅλως ὁμολογεῖσθαι, ὅτι υἱὸς αὐτῶν ἐστι, καὶ ὅτι τυφλὸς ἐγεννήθη·
ὡς οὖν εἶδον οἱ Φαρισαϊκοὶ κριταὶ ἐπιμένοντας τοὺς γονεῖς τοῦ τυφλοῦ, καὶ λέγοντας, ὅτι οὗτος ὁ υἱὸς ἡμῶν ἐστι, καὶ ὅτι τυφλὸς ἐγεννήθη, ἐπὶ τούτῳ δακνόμενοι, ἐπειδὴ ὡμολογεῖτο ἡ ἀλήθεια, τινὰς τῶν ἀπατεώνων ἐκ τῶν ὄπισθεν ἀπέστειλαν πρὸς τοὺς γονεῖς τοῦ τυφλοῦ, περιηχοῦντας αὐτῶν τὰς ἀκοὰς, καὶ ἐν τῷ κρυπτῷ λέγοντας·
Ἀρνήσασθε τὸ τέκνον ὑμῶν, καὶ μὴ ὁμολογήσητε, ὅτι τυφλὸς ἐγεννήθη, ὅπως ἕξητε τοὺς ἄρχοντας φίλους, καὶ πολλῶν δωρεῶν ἀξιωθήσεσθε.

Οἱ δὲ γονεῖς τοῦ ἀναβλέψαντος, ὅσα τε γονεῖς, δακρύοντες ἀπεκρίναντο πρὸς τοὺς τὰ μάταια συμβουλεύοντας·
Τί λέγετε, ὦ ἄνθρωποι;
Τί ἡμᾶς ὑποσύρετε;
ἀρνησώμεθα τὸ ἴδιον ἡμῶν τέκνον;
Θηρίων ἡμᾶς ὠμοτέρους θέλετε εἶναι.
∆ράκων τὰ ἴδια τέκνα περιπτύσσεται, καὶ ἡμεῖς τὸ ἴδιον τέκνον ἀρνησώμεθα;
μὴ γὰρ ἠπείθησε τοῖς γονεῦσί ποτε·
ἀλλὰ καὶ τυφλὸς ὢν διέτρεφεν ἡμᾶς, καὶ ἀναβλέψας πολλῷ μᾶλλον γηροκομήσει ἡμᾶς.
Ἀρκείσθω οὖν ὑμῖν·
ἔστω, ὅτι οὐ θέλομεν δι' ὑμᾶς κηρύττειν τὸν περιοδεύσαντα τὸ ἡμέτερον τέκνον, οὔτε εἰπεῖν μετὰ παῤῥησίας, τίς ἐστιν οὗτος.
Ἔστι δὲ εἰπεῖν τινα πάντως·
Καὶ πόθεν ἡμῖν ἡ γνῶσις, ὅτι διὰ τὸν Φαρισαϊκὸν φόβον ἔκρυψαν οἱ γονεῖς τοῦ ἀναβλέψαντος τὸ κηρύξαι τὸν ∆εσπότην Χριστὸν ἐπὶ πάντων;
Πόθεν οὖν ἡμῖν ἡ ἀπόδειξις, αὐτὸς ὁ εὐαγγελιστὴς Ἰωάννης ἀπεμνημόνευσε, λέγων·
«Ταῦτα δὲ ἔλεγον οἱ γονεῖς τοῦ ἀναβλέψαντος, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους.
Ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστὸν, ἀπο συνάγωγος γένηται.»

Εἶδες Φαρισαϊκὴν πονηρίαν.
∆έον αὐτοὺς ὁμολογεῖν τὸν Κύριον, προσπίπτειν τε,
καὶ προσκυνεῖν τὸν Κτίστην,
ἔτι δὲ καὶ τῶν παθῶν τὴν λύσιν ἐπιζητεῖν·
ἐκεῖνοι δὲ οὐ μόνον οὐχ ὡμολόγησαν,
ἀλλὰ καὶ τοὺς ὁμολογοῦντας ἐμάστιζον.

∆ιὸ καὶ ὁ Κύριος κατακρίνων αὐτοὺς ἔλεγεν·
«Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ,
ὅτι ἤρατε τὴν κλεῖδα τῆς βασιλείας τῶν οὐρανῶν,
καὶ οὔτε ὑμεῖς εἰσέρχεσθε,
οὔτε δὲ τοὺς βουλομένους εἰσελθεῖν συγχωρεῖτε.»

Τί οὖν οἱ Φαρισαϊκοὶ κριταί;
Ὡς εἶδον τοὺς γονεῖς τοῦ ἀναβλέψαντος μηδὲν πρὸς τὸ δοκοῦν αὐτοῖς ἀποκρινομένους, τούτους ἀπωσάμενοι δι' ἑτέρας θύρας, καὶ ἐκ δευτέρου προφωνήσαντες τὸν ἀναβλέψαντα παῖδα·
οὐκ ἦν γὰρ παρὼν ὁ παῖς, ὅτε τὴν πεῦσιν προσῆγον οἱ Φαρισαῖοι τοῖς γονεῦσιν αὐτοῦ·
πιθανολογοῦντες ἐπηρώτων πάλιν τὸν ἀναβλέψαντα, λέγοντες αὐτῷ Κἂν νῦν ὁμολογεῖς τὴν ἀλήθειαν, καὶ πᾶσι φανερὸν καθιστᾷς, ὅτι οὐκ εἶ σὺ ὁ ἐκ γενετῆς τυφλός·
ἤδη γὰρ παρὼν ἔφης γονέων ἐκείνων εἶναι, καὶ ἰδοὺ ἀκηκόαμεν παρ' αὐτῶν, ὅτι οὐκ εἶ αὐτῶν υἱὸς, οὐδὲ ἔσχον ἐκ γενετῆς τυφλὸν τέκνον.
Πῶς οὖν σὺ ἐπιτρίβῃ λέγων, ὅτι Ἄνθρωπός τις λεγόμενος Ἰησοῦς ἐπέχρισε πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς μου, καὶ ἐνιψάμην, καὶ βλέπω;

Ταῦτα ἀκούσας ὁ ἀναβλέψας, καὶ ἐπιγνοὺς αὐτῶν τὴν κακίαν, ἀνταπεκρίνατο πρὸς αὐτοὺς λέγων·
Θαυμάζω, εἰ ἀληθεύετε ταῦτα λέγοντες.
Οἱ γονεῖς εἶχον ἀρνήσασθαι τὸ ἴδιον τέκνον,
καὶ μάλιστα μήτηρ ἄῤῥενα, ἢ πατὴρ μὴ παροξυνθείς;
σφόδρα ἄπιστόν μοι φαίνεται τὸ λεγόμενον,
καὶ τῶν ἐμῶν ἀκοῶν ἀπρόσδεκτον.
Εἰ δὲ τοῦτο γέγονεν, οὐδὲν θαυμαστόν·
τοῦτο ἴδιον τῆς ἀνθρωπίνης φύσεως ὑπάρχει, διὸ καὶ συγγνώμης ἀξιωθήσονται, ὡς φόβῳ τοῦτο ποιήσαντες.
Ὑμεῖς οἱ γραμματεῖς τὸν Θεὸν ἀρνεῖσθε,
καὶ ὡς μηδὲν φαῦλον πράττοντες διάκεισθε.
Καὶ περὶ τῶν ἐμῶν γονέων ὁ λόγος·
ὃ ὑμεῖς πρὸς τὸν Θεὸν ποιεῖτε,
τοῦτο τοὺς γονεῖς πρὸς ἐμὲ ποιεῖν διαβάλλετε.
Οὐχὶ περὶ ὑμῶν ὁ Κύριος ἔκραξεν ἐκ πολλῶν τῶν χρόνων διὰ τοῦ προφήτου Ἡσαΐου λέγων·
«Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα·
αὐτοὶ δέ με ἠθέτησαν;»
εἰ καὶ ὑμῖν φίλον τὸ ἀρνεῖσθαι,
ἀλλ' ὅμως ἐγὼ τοῦτο ποιεῖν οὐκ ἀνέχομαι.
Ὁμολογῶ καὶ τὸν θεραπεύσαντά με,
γνωρίζω δὲ καὶ τοὺς γεννήσαντάς με·
εἰ γὰρ καὶ ἠρνήσαντό με οἱ γονεῖς μου,
καὶ οὕτως οὐ διστάζω.
Οἶδα, οἶδα σαφῶς βοῶντα τὸν ∆αβίδ·
«Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με,
ὁ δὲ Κύριος προσελάβετό μου.»

Οἱ δὲ Φαρισαῖοι δριμυχθέντες ἔλεγον αὐτῷ·
Τί λέγεις, ματαιόφρον, τῷ ∆αβὶδ ἑαυτὸν συγκρίνεις;
καὶ τὸν υἱὸν τοῦ τέκτονος Κύριον ὁμολογεῖς,
τὸν μὴ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι;
Κείσθω, ὅτι ἀνέβλεψας·
τὸν Θεὸν ὑμνολόγει.
Τί τούτῳ εὐχαριστεῖς;
Οὐκ ἔστιν οὗτος ἐκ τοῦ Θεοῦ·
εἰ ἦν ἐκ τοῦ Θεοῦ, οὐκ ἂν ἔλυεν τὸ σάββατον.
«∆ὸς δόξαν τῷ Θεῷ·
ἡμεῖς γὰρ οἴδαμεν, ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν.»

Ὁ δὲ ἀναβλέψας, ἀκούσας ὅτι ἁμαρτωλὸν τὸν Κύριον λέγουσι, τὴν ψυχὴν εἰλιγγιάσας, καὶ τὰς ἀκοὰς ἐπισχὼν, ἀνταποκρίνεται πρὸς τοὺς Φαρισαίους λέγων·
Τί λέγετε;
Ἁμαρτωλός ἐστιν, ὁ τῶν ἐμῶν ὀφθαλμῶν φωτοδότης;
Τί τῇ πικρίᾳ μέλι προσμιγνύετε;
Ἐν ταὐτῷ με καὶ δοξάζειν καὶ βλασφημεῖν παρακελεύετε.
Τὸ μὲν δοξάσαι τὸν Θεὸν, καλὸν, τὸ δὲ ἁμαρτωλὸν εἰπεῖν, ἐσκοτισμένης διανοίας ἐστὶν ἐπιχείρημα.
Εἰ ἁμαρτωλός ἐστιν, δείξατέ μοι ἁμαρτίας ἔμφασιν ἐν αὐτῷ, καὶ πείθωμαι τῇ διδασκαλίᾳ ὑμῶν·
ἢ ὑμεῖς ἔμφασιν ἐν αὐτῷ ἁμαρτίας δείξατε,
ἢ ἐγὼ θείας ἐν αὐτῷ θαυματουργίας ὑπάρχειν ἐχέγγυα.
Καταλιμπάνω τὰ κατ' ἐμαυτὸν, καὶ λοιπὸν ἐκ τῶν ἄλλων ποιοῦμαι τὴν ἐπερώτησιν·
Ἁμαρτωλός ἐστιν, ὥς φατε;
Οὐχ οὗτος τὸν υἱὸν τῆς χήρας ἐκκομιζόμενον νεκρὸν λόγῳ ἀνέστησεν;
Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου ἦν τὸ ἔργον;
Οὐχὶ τῶν δέκα λεπρῶν ὑφ' ἓν τὴν καταστιχθεῖσαν ὑπὸ τοῦ πάθους παρδαλιαίαν δορὰν ῥήματι ἐκκαθαίρων, εἰς τὴν ἀνθρωπόμορφον μονοειδῆ μετήνεγκε θέαν;
Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου τὸ ἔργον;
Οὐχὶ τὸν ὑπὸ λεγεῶνος τῶν δαιμόνων παρενοχλούμενον ἄνθρωπον, τὸν μήτε κρατηθῆναι δυνάμενον, μήτε οἶκον εἰσδεχόμενον, ἀλλ' ἐν τοῖς μνήμασιν αὐλιζόμενον, βασιλικῶς τῆς τυραννίδος ἀπέλυσεν;
Ἁμαρτωλοῦ ἀνθρώπου, ἢ Θεοῦ Λόγου τὸ ἔργον;
Ἀγνωμονέστερόν με τῶν δαιμόνων θέλετε εἶναι;
Οἱ γὰρ δαίμονες, καὶ μαστιζόμενοι ὑπ' αὐτοῦ,
Υἱὸν Θεοῦ αὐτὸν ἀποκαλοῦσιν·
κἀγὼ ὁ θεραπευθεὶς παρ' αὐτοῦ ἁμαρτωλὸν αὐτὸν προσφωνήσω;
Ὡς Θεὸς ἐργάζεται, καὶ ὡς ἁμαρτωλὸς φημίζεται;
«Εἰ ἁμαρτωλός ἐστιν, οὐκ οἶδα·
ἓν δὲ οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω.»
Τοῦτο δὲ Θεοῦ, καὶ οὐχ ἁμαρτωλοῦ τὸ ἔργον.

Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι, ὡς εἶδον ἑαυτοὺς ἐπιπολὺ τῆς αἰσχύνης ἐμπλέους, ἀπεκρίναντο πρὸς τὸν ἀναβλέψαντα, λέγοντες·
Ἔδει μέν σε ὡς κατάδικον μαστιχθῆναι, καὶ κατὰ τοὺς νόμους τιμωρηθῆναι·
ἀλλ' ἵνα μὴ παρὰ τῶν ματαιοφρόνων ὡς βάσκανοι διαβληθῶμεν, συμπεριφερώμεθά σου τῇ ἕξει·
διὸ δὴ πρὸς τὴν ἐπερώτησιν ἀποκρίθητι τί σοι ἐποίησεν ἐκεῖνος;
πῶς ἀνέβλεψας;
Λέγε, τί πέπονθας;
Ὁ δὲ ἀναβλέψας, ἐπιθαῤῥήσας, προέκοπτε γὰρ τῇ πίστει, ἀνταπεκρίνετο λέγων·
Πάλιν ἐρωτᾶτέ με, πῶς ἀνέβλεψα;
Καθ' ἑαυτῶν πράττετε, καὶ οὐκ οἴδατε.
Ὅσον θέλετε τὸ θαῦμα σβέσαι,
τοσοῦτον πλειόνως αὐτὸ φαιδρύνεται.
Πάλιν ἐρωτᾶτέ με, πῶς ἀνέβλεψα,
ἤδη τρίτον ὑμῖν εἶπον, καὶ οὐκ ἐπιστεύσατέ μοι.
«Τί πάλιν θέλετε ἀκούειν;
Μὴ καὶ ὑμεῖς θέλετε μαθηταὶ αὐτοῦ γενέσθαι;»
Οὐχὶ διὰ τοῦτο μετὰ ἀκριβείας τὴν περιοδίαν ἐρευνᾶτε;
Εἰ τοῦτο βούλεσθε, τὸ λοιπὸν προσέλθετε πρὸς αὐτὸν ἀνενδοιάστως, καὶ φωτίσθητε·
γνωρίσατε αὐτὸν ἀναμφιβόλως·
οὐκ ἀποστρέφεται τὸν μετὰ πίστεως προσιόντα αὐτῷ.

Ταῦτα ἀκούσαντες οἱ Φαρισαῖοι,
ἐλοιδόρησαν τὸν ἀναβλέψαντα, λέγοντες αὐτῷ·
«Σὺ εἶ μαθητὴς ἐκείνου·
ἡμεῖς γὰρ τοῦ Μωσέως ἐσμὲν μαθηταί.
Ἡμεῖς οἴδα μεν, ὅτι Μωσῇ λελάληκεν ὁ Θεός·
τοῦτον δὲ οὐκ οἴδαμεν, πόθεν ἐστί.
Σὺ εἶ μαθητὴς ἐκείνου.»

Ὁ δὲ ἀναβλέψας, ὑπομειδιάσας, ἀπεκρίνατο λέγων·
Ἐγώ εἰμι μαθητὴς ἐκείνου;
καλῶς ἐλέξατε λοιδορήσαντές με.
Ὢ ὕβρεως ἐνδόξου!
Ἐδοξάσατέ με μᾶλλον, καὶ οὐκ οἴδατε.
Τοῦ Μωσέως ἐστὲ μαθηταί;
Καὶ τί δυνάμεως ἀπεδείξασθε ἔργον;
Ὑμεῖς μὲν τοῦ Μωσέως ἐστὲ μαθηταί·
οἱ δὲ ἀπόστολοι τοῦ ἐμοῦ ἰατροῦ εἰσι μαθηταί.
Ἐπιδείξατε καὶ ὑμεῖς οἱ τοῦ Μωσέως μαθηταί τίποτε κατὰ τῶν μαθητῶν τοῦ ἐμοῦ ἰατροῦ.
Εἴ τί ποτε δυνάμεως ἔχετε, οὐ λέγω νεκροὺς, τοὺς καθεύδοντας διυπνίσατε, ὡς οἱ ἀπόστολοι τοὺς τεθνεῶτας.
Εἰ δύνασθε τοῖς ἀποστόλοις ἐξισοῦσθαι, οὐ λέγω ἐπὶ ὕδατος, ἐπὶ γῆς βαδίσατε, ὡς ὁ Πέτρος ἐπὶ θαλάσσης.
Εἴ τι δυνάμεως ἔχετε, τοῖς ἀποστόλοις ἁμιλλᾶσθε, οὐ λέγω πνεύματα, τὰ ὄρνεα σοβήσατε, ὡς οἱ ἀπόστολοι τοὺς δαίμονας.
Εἴπατέ μοι·
Τοῦ Μωσέως ἐστὲ μαθηταί;
Εἰ Μωσέως ἐστὲ μαθηταὶ,
ἐπειθαρχεῖτε ἂν τῷ Μωσῇ λέγοντι περὶ αὐτοῦ·
«Ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.
Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα, ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
Ἔσται δὲ, πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται.»
Βλέπετε μὴ ἐξολοθρευθήσεσθε, καὶ εἰς πάντα τὰ ἔθνη διασπαρήσεσθε, ὡς τοῦ προφητευθέντος τὴν δύναμιν μὴ γνωρίζοντες.
Οὐκ οἴδατε τίς ἐστιν ὁ τῶν ἐμῶν ὀφθαλμῶν περιοδευτής;
Οὐκ οἴδατε, ἐπειδὴ πρὸς φόνον αὐτὸν ζητεῖτε.
Οἴδατε δὲ καὶ τίς ἐστι, καὶ πόθεν ἐστίν.
Ὅτε γὰρ παρὰ Ἡρώδου ἠρωτᾶσθε, ποῦ ὁ Χριστὸς γεννᾶται, εὐθυβόλως καὶ τὸν τόπον καὶ τὸν τρόπον ἀνηγγείλατε λέγοντες, ὅτι ἐν Βηθλεὲμ γεννᾶται.
Ὅτε πρὸς φονοκτονίαν ἐπιζητεῖται, γνωρίζετε·
ὅτε δὲ πρὸς θαυματουργίαν ἐνδείκνυται, οὐ γνωρίζετε.

Ἔστι δὲ πάντως εἰπεῖν τινα, καὶ πόθεν ἡμῖν ἡ γνῶσις, ὅτι ὁ ἀναβλέψας τυφλὸς τοσαύτην δικαιολογίαν εἶχε ποιήσασθαι πρὸς τοὺς Φαρισαϊκοὺς κριτάς;
Τί λέγεις, ὦ φίλε;
σίδηρος πυρὶ προσομιλήσας ὅλως πυρακτοῦται,
καὶ στομωθεὶς ὀξύτατα τέμνει·
καὶ οὗτος τῶν ∆εσποτικῶν χειρῶν ἀξιωθεὶς,
καὶ τοῦ θεϊκοῦ ἐμπτύσματος, οὐκ εἶχεν ἀσυλλόγιστα κατὰ τῶν παρανόμων ῥητόρων σοφιστεύειν;
Οὐ περὶ τούτου καὶ τῶν τοιούτων ἔλεγεν ἡ θεία Γραφή·
«Κύριος σοφοῖ τυφλούς;»
Εὔκαιρον καὶ τοῦτον τὸν παραδόξως ἀναβλέψαντα,
καὶ τῷ Κυρίῳ γνησίως πιστεύσαντα,
καὶ κατὰ Ἰουδαίων κραταιῶς ἐνισχύσαντα, λογικὸν, εὐπειθὲς, πολυγάλακτον πρόβατον προσειπεῖν.
Ἐπέγνω γὰρ τὸν ἀρχιποιμένα Χριστὸν,
ἀπεπήδησε τοὺς Φαρισαϊκοὺς λύκους·
εἰσῆλθε διὰ τῆς σταυρικῆς θύρας εἰς τὴν ἐκκλησιαστικὴν μάνδραν.
Ἤκουες ἀρτίως τοῦ Κυρίου λέγοντος·
«Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, κλέπτης ἐστὶ καὶ λῃστής»
Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε·
καὶ γὰρ ὅπως μή τινες, θύραν ἀκούσαντες, δόξουσιν ἁπλῶς αὐτὸν περὶ θύρας λιτῆς λέγειν, ἐπάγει τὴν ἑρμηνείαν,
ἵνα κρατύνῃ τὴν διδασκαλίαν·
εὐθέως γὰρ προσθεὶς ἔλεγεν·
«Ἀμὴν, ἀμὴν λέγω ὑμῖν·
Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων·
δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ, νομὴν εὑρήσει.»
Καλῶς ὁ Κύριος θύραν ἑαυτὸν προσηγόρευσεν, ὡς φυλάττων τοὺς ἔνδον τῆς πίστεως, ὡς ἀποσοβῶν τοὺς ἔξω περιαθροῦντας, καὶ εἰσάγων εἰς τὴν τοῦ οἰκοδεσπότου πατρὸς συντυχίαν.
Οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα εἰ μὴ διὰ τοῦ Υἱοῦ,
κατ' αὐτὸν τὸν λέγοντα·
«Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς,
καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.»
Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων.
Καλῶς ὁ Κύριος ἑαυτὸν προσηγόρευσε θύραν, καὶ οὐ θύρας·
εἷς γὰρ ὁ Πατὴρ, καὶ εἷς ὁ Υἱὸς, καὶ ἓν Πνεῦμα τὸ ἅγιον, καὶ οὐ τρεῖς θεοί·
ἀλλὰ μία θύρα γνώσεως.
Καὶ τίς τούτου μάρτυς;
Παῦλος βοῶν·
«Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα.»
Οὐδαμοῦ, οὐ δύο, οὐ τρεῖς, οὐ τέσσαρες, οὐ πέντε,
ἀλλὰ πανταχοῦ τὸ εἷς, ἐπειδὴ καὶ μία θύρα, εἷς Κύριος, ἀδιαίρετος οὐσία·
μία πίστις, ἡ ἀβαθμίδοτος δοξολογία, ἓν βάπτισμα,
καὶ ἀκαπήλευτον φώτισμα·
ὁ ταύτην ἔχων τὴν γνῶσιν διὰ τῆς θύρας εἰσέρχεται,
καὶ τῇ θύρᾳ Χριστοῦ περιπτύσσεται,
καὶ τῆς θύρας οὐ χωρίζεται.
Ἡμᾶς ὁ Κύριος ἀρτίως ἴδια πρόβατα ἀκολακεύτως προσηγόρευσεν·
ἴδια πρόβατα, ὡς πολυποκοῦντα τῇ φιλοπτωχίᾳ·
ὡς πλεονάζοντα τὸ γάλα τοῦ θρεπτικοῦ λόγου·
ὡς χλοαζόμενα τὸ τοῦ Κυρίου σῶμα·
ὡς πειθομένους τῇ σταυρικῇ βακτηρίᾳ·
ὡς συναγομένους τῇ τριπλόκῳ τῆς πίστεως ἀλύσει·
ὡς μὴ λειποτακτοῦντας,
ἀλλ' ἐπερειδομένους τῷ ἀκρογωνιαίῳ λίθῳ Χριστῷ.
Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε·
καὶ καλῶς θύραν·
ἔχει γὰρ δύο παραστάδας,
τὴν Παλαιὰν καὶ Καινὴν ∆ιαθήκην·
ὁδὸν καὶ ὑπέρθυρον, περιτομὴν καὶ ἀκροβυστίαν·
οἶκον τὴν ἐκκλησίαν·
τράπεζαν τὸ θυσιαστήριον·
ἄρτον τὸν ἀμνόν·
κρατῆρα τὸν μυστικὸν οἶνον·
χρυσὸν τὴν ἀκίβδηλον πίστιν·
ἄργυρον τὴν λαμπρὰν πολιτείαν·
μαργαρίτας τὰ θεῖα δόγματα·
χλαῖναν τὴν στολὴν τοῦ βαπτίσματος.
Ἤκουες ἀρτίως αὐτοῦ λέγοντος·
«Ἐγώ εἰμι ὁ Ποιμὴν ὁ καλός·
ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων.»
Ἑαυτὸν ὁ Κύριος ᾐνίττετο·
ὃ γὰρ ἤμελλε ποιεῖν, προέλεγεν·
οὐδεὶς γὰρ ὑπὲρ τῶν προβάτων θάνατον κατεδέξατο εἰ μὴ μόνος ὁ Κύριος.
Αὐτὸς μόνος ὑπὲρ τῶν λογικῶν προβάτων κατεδέξατο θάνατον, οὐκ ἀκούσιον, ἀλλ' ἑκούσιον·
θάνατον οὐκ ἐπιζήμιον, ἀλλ' ἐπικερδῆ·
θάνατον οὐ φθορᾶς δεκτικὸν, ἀλλ' ἀφθαρσίας χορηγόν·
θάνατον πίστει κατανοούμενον, οὐ πολυπραγμονούμενον·
θάνατον οὐ καθ' ὁμοιότητα τοῦ θανάτου γενόμενον,
ἀλλ' αὐτοῦ τοῦ θανάτου θάνατον εὑρισκόμενον.
Εἰ μὴ γὰρ ὁ Κύριος τὸν ἑκούσιον θάνατον κατεδέξατο,
οὐκ ἂν ὁ διάβολος θάνατον ὑπέμεινε.
∆ιὸ καὶ ὁ Παῦλος βοῶν ἔλεγε·
«Κατεπόθη ὁ θάνατος εἰς νῖκος.
Ποῦ σου, θάνατε, τὸ κέντρον;
Ποῦ σου, ᾅδη, τὸ νῖκος;»
ἀλλ' ἐνταῦθα τὸν λόγον σφραγίσαντες, τῷ Θεῷ εὐχαριστήσωμεν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα