Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Ὁμιλία εἰς τὸν σπόρον

Ὁμιλία εἰς τὸν σπόρον


ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ
ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΣΠΟΡΟΝ

Ἐν ἡμέρᾳ Σαββάτου συνήχθημεν, οὐ νοσοῦντες Ἰουδαϊσμόν·
οὐ γὰρ ἐφαπτόμεθα Σαββάτων ψευδῶν·
παραγεγόναμεν δὲ ἐν Σαββάτῳ, τὸν Κύριον τοῦ Σαββάτου Ἰησοῦν προσκυνήσοντες.
Πάλαι μὲν γὰρ ἦν ἐν τοῖς ἀρχαίοις τὸ τίμιον Σάββατον·
μετέθηκε δὲ ὁ Κύριος τὴν τοῦ Σαββάτου ἡμέραν εἰς Κυριακήν·
καὶ οὐχ ἡμεῖς ἐσμεν οἱ ἀφ' ἑαυτῶν τοῦ Σαββάτου καταφρονήσαντες, ἀλλ' ὁ προφήτης ἐστὶν ὁ ἀποβαλὼν καὶ εἰπών·
«Τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα μισεῖ ἡ ψυχή μου.»
Μέχρι μὲν γὰρ ὅτε ἄξια ἐπράττετο τῶν πραγμάτων τῆς νομοθεσίας, ἢ μέχρις ὅτε μὴ ἦν παραγενόμενος ὁ ∆ιδάσκαλος, ἐνήργει τὰ τοῦ παιδαγωγοῦ·
ἐλθόντος δὲ τοῦ ∆ιδασκάλου, κατηργήθη ὁ παιδαγωγὸς,
καὶ ἡλίου ἀνατείλαντος, ὁ λύχνος ἐπαύσατο.

Εὔκαιρος δὲ ἡμῖν γέγονε καὶ ἡ ἀνάγνωσις,
κατὰ ἀκολουθίαν, περὶ Σαββάτου.
Ἠκούομεν γὰρ ἀρτίως, ὅπως ὁ Ἰησοῦς ἐπορεύετο διὰ τῶν σπορίμων, καὶ ὅπως τὴν χεῖρα τὴν ξηρὰν ἐθεράπευσε·
καί μοι δοκεῖ καλῶς ἔχειν ὀλίγα εἰς τὸ ἀνάγνωσμα τοῦ Εὐαγγελίου εἰπεῖν.
Ὁ Σωτὴρ ἡμῶν ἐπορεύετο διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτῷ ἠκολούθουν, καὶ στάχυας τίλλοντες, ἤσθιον·
καὶ Ἰουδαῖοι ἐπετίμων αὐτοῖς λέγοντες·
«Οὐκ ἔξεστι τοῦτο ποιεῖν ἐν Σαββάτῳ.»
Κατὰ ποῖον νόμον, ὦ Ἰουδαῖοι;
Κατὰ ποίαν Μωσέως νομοθεσίαν;
Κατὰ ποίαν προφήτου φράσιν;
Ποῦ κεκώλυται τρέφεσθαι τὸν πεινῶντα;
Ποῦ γέγραπται μὴ ἐμπλησθῆναι γαστέρα κενήν;
Οἱ δὲ τὸ τρέφεσθαι ὀνειδίζοντες ἐν Σαββάτῳ,
αὐτοὶ φόνοις ἐν Σαββάτῳ κατὰ τοῦ οἰκοδεσπότου εἰργάζοντο·
λέγει γὰρ ἡ Γραφὴ ἐν τῷ Εὐαγγελίῳ περὶ τῆς ἡμέρας ἐν ᾗ ὁ Θεὸς ἔπαθεν·
«Ἦν δὲ ἡμέρα ἐκείνη μεγάλη τοῦ Σαββάτου.»
Καὶ τὸν μὲν νομοθέτην ἀναιροῦσιν ἐν Σαββάτῳ,
τρέφεσθαι δὲ μαθητὰς ἐν Σαββάτῳ οὐ βούλονται.
∆ιὰ τοῦτο ὁ Σωτὴρ ἐν τοῖς ἀρτίως ἀναγνωσθεῖσιν,
ἠρώτα αὐτούς·
Τί ἔξεστιν ποιῆσαι ἐν τῷ Σαββάτῳ;
ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι;
ψυχὴν σῶσαι, ἢ ἀπολέσαι;
τὸ τρέφεσθαι ὀνειδίζετε, τὸ δὲ φονεῦσαι κατεργάζεσθε;
Ἀεὶ γὰρ οἱ Ἰουδαῖοι τὸν κώνωπα διυλίζουσι,
τὴν δὲ κάμηλον καταπίνουσιν·
ἀεὶ ἀκριβεῖς εἰσι περὶ τὸ ἀποδεκατῶσαι τὸ πήγανον καὶ τὸ λάχανον·
τὰ δὲ βαρύτερα τοῦ νόμου οὐ τηροῦσι.
Καὶ διαπορευομένων τῶν μαθητῶν, ἠγανάκτουν,
ὅτι στάχυας ἔψωχον ταῖς χερσὶ, καὶ ἤσθιον.
Οὐ σιδήρῳ ἀπέτεμνον, ἐπεὶ κατηγόρουν ὡς ἔργου·
οὐδὲ ἄλλοις ἐργαλείοις ἐχρήσαντο, ἵνα μὴ κατηγορήσωσιν, ὡς μὴ τρεφομένων, ἀλλ' ἐργαζομένων.
Νυνὶ δὲ τί μέμφεσθε τῷ ὑπὸ τοῦ Θεοῦ δοθέντι εἰς σωτηρίαν;
Εἰ γὰρ ὁ Θεὸς οὐ τὸ τρέφεσθαι ἀπηγόρευσεν ἐν Σαββάτῳ,
τί σὺ τοῦτο ὀνειδίζεις, ὅπερ ὁ Θεὸς οὐκ ἀπηγόρευσεν;
∆ιεπορεύετο τοίνυν ὁ Σωτὴρ διὰ τῶν σπορίμων·
ὁ κόκκος τοῦ σίτου, διὰ τῶν σπορίμων, ὁ νοητὸς κόκκος τοῦ σίτου, ὁ πεσὼν εἰς ἕνα τόπον, καὶ ἀναστὰς πολύχους εἰς τὴν οἰκουμένην·
αὐτὸς γὰρ περὶ ἑαυτοῦ ἔλεγεν, ὅτι «Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου, πεσὼν εἰς τὴν γῆν, ἀποθάνῃ, αὐτὸς μόνος μένει·
ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει.»
Εἴπωμεν αὐτὸ καὶ ἄλλως·
∆ιεπορεύετο τοίνυν ὁ Ἰησοῦς διὰ τῶν σπορίμων·
αὐτὸς γὰρ ἐνίοτε μὲν κόκκος τοῦ σίτου καλεῖται διὰ τὸ θρεπτικόν·
ἄλλοτε δὲ σπορεύς ἐστι, κατὰ τὸ εἰρημένον ἐν τοῖς Εὐαγγελίοις·
«Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι.»
Σπείρει μὲν οὖν ὁ Ἰησοῦς δαψιλῶς·
ἡ δὲ καρποφορία γίνεται πρὸς τὸ ὑποκείμενον·
ὅπου μὲν γὰρ πετρώδης ἡ γῆ, εὐμαρῶς ξηραίνεται τὸ σπέρμα οὐκ ἀδυναμίᾳ τοῦ σπόρου, ἀλλὰ τῇ καχεξίᾳ τῆς γῆς·
ὁ μὲν γὰρ σπόρος ἐνεργής·
ἄγονος δὲ ἡ γῆ βάθος μὴ κεκτημένη.
Οὐκ ἀντεχούσης δὲ τῆς γῆς πρὸς ὑγρασίαν, πλεῖον αἱ ἡλιακαὶ ἀκτῖνες προσβάλλουσαι, ἀναξηραίνουσι τὸν σπόρον.
Καὶ γίνεται τὸ αἴτιον οὐ παρὰ τὸ ἄτονον τοῦ σπόρου, ἀλλὰ τὸ σαθρὸν τῆς γῆς.
Πάλιν ὁ σπόρος σπείρεται εἰς ἀκανθώδη γῆν·
καὶ ὁ μὲν σπόρος ἐνεργής·
πνίγεται δὲ ὑπὸ τῶν ἀκανθῶν, καὶ ἡ ἔνδον ἀποκειμένη ἐνέργεια οὐ συγχωρεῖται καρποφορῆσαι διὰ τὴν ἔξωθεν ὄχλησιν.
Ἐὰν δὲ ἀπολαύσῃ τῆς ἀγαθῆς, ποιεῖ πάλιν οὐχ ὅμοιον τὸν καρπὸν, ἀλλ' ἐν τριάκοντα, καὶ ἑξήκοντα, καὶ ἑκατόν.
Μονοειδὴς μὲν ὁ σπόρος, διάφορος δὲ ὁ καρπός·
διάφοροι δὲ αἱ γνῶμαι τῶν διδασκομένων.
Ἐξῆλθε τοίνυν ὁ σπείρων τοῦ σπεῖραι·
καὶ τὰ μὲν δι' ἑαυτοῦ παρὼν,
τὰ δὲ διὰ τῶν μαθητῶν ἐνήργησε.
Καὶ ἔχεις ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γεγραμμένον, ὅτι μετὰ τὸ λιθοβοληθῆναι τὸν Στέφανον οὕτως λέγει ἡ Γραφή·
«Οἱ μὲν οὖν διασπαρέντες,» οὐ δι' ἀσθενείας σκορπισθέντες·
οὐ γὰρ διῃρέθησαν τῇ πίστει·
ἀλλὰ διασπαρέντες.
Τῇ γὰρ ἐνεργείᾳ τοῦ σπείραντος σιτοποιηθέντες εἰς ἄρτον ἐπουράνιον, κατὰ πᾶσαν διεληλυθότες ζωοφορίας διδασκαλίαν, κατασπείραντες ἐνεργήματα.
Ὁ τοίνυν τὰ νοήματα σπείρων Ἰησοῦς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διήρχετο διὰ τῶν σπορίμων, οὐ μόνον δὲ τῶν σπόρων κατασπορεὺς, ἀλλὰ καὶ τῶν αἰσθητῶν.
Πρὸς γὰρ τοῦτον ἔλεγεν ἐξ ἀρχῆς ὁ Πατήρ·
«Ἐξαγαγέτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοίωσιν.»
Πατὴρ ἔλεγεν, Υἱὸς ἐπετέλει·
ὁ μὲν ἐπέταττεν, ὁ δὲ εἰς πέρας ἤγαγε τὰ προσταττόμενα·
καὶ οὕτως ἐκ Πατρὸς δι' Υἱοῦ ἓν ἦν τελεσιούργημα, μιᾶς κοσμοποιίας διὰ Πατρὸς καὶ Υἱοῦ τελεσιουργουμένης.
Ὁ τοίνυν τὰ νοήματα κατασπείρων, καὶ τὰ αἰσθητὰ νεύματι Πατρὸς ἐργασάμενος, οὗτος διέβαινε διὰ τῶν σπορίμων.
Πολλὴ δέ τίς ἐστιν ἡ τῶν σπόρων θαυματουργία.
Καὶ ἴδωμεν ἐν καιροῖς σπόρων τὰ περὶ σπόρων·
ἐν χειμερίοις ὥραις τὰ περὶ τῆς βλάστης τῆς γῆς διαλεγόμενοι, οὐχ ἵνα φυσιολογήσωμεν τὰ ὁρώμενα,
ἀλλ' ἵνα προσκυνήσωμεν τὸν θαυματοποιόν.
Ἄνθρωποι μὲν γὰρ τὰ ἐφ' ἑαυτοῖς ἐργαζόμενοι, ζεύξαντες βοῦς ἀροτῆρας, ἀνατέμνουσι τὴν γῆν καὶ ἁπαλύνουσι τὸ πρόσωπον αὐτῆς, ἵν' ὑετοὶ μὲν μὴ παραδράμωσι,
ἀλλ' ἐμβαθυνόμενοι καρποφορίαν ἀποδόσωσιν·
οἱ δὲ σπόροι ἐν ἁπλότητι τῆς γῆς ῥιφέντες,
διττὴν ἔχωσι τὴν ἀπόλαυσιν·
μίαν μὲν τοῦ βάθους καὶ τῆς ἁπαλώσεως, δευτέραν δὲ τοῦ κρύπτεσθαι, καὶ μὴ ὑπὸ ὀρνέων ἀναλίσκεσθαι.
Ἀλλ' ὁ μὲν ἄνθρωπος ποιεῖ τὸ ἑαυτοῦ·
οὐ μὴ ἡ καρποφορία ὑπὸ ἀνθρώπου.
Ἀνθρώπου μὲν γὰρ τὸ σπεῖραι·
Θεοῦ δὲ τὸ αὐξῆσαι.
Καὶ προστάγματι Θεοῦ νεφέλαι ἐκ θαλαττίων βυθῶν τὰ ὕδατα ἀνασπάσασαι, καὶ ἐξ ἁλμυρότητος εἰς γλυκύτητα μεταβαλοῦσαι, ἐπιχέουσι μὲν ἐπὶ τὸ πρόσωπον τῆς γῆς·
μονοειδὴς δὲ ὑετὸς, καταβὰς, πολυειδεῖς ἐργάζεται σπόρους.
Καὶ σῖτον μὲν ἐργάζεται, κύαμον δὲ καὶ κέγχρον καὶ ὄλυραν.
Ἓν μὲν τὸ καταβὰν, καὶ πολλὰ τὰ βλαστώμενα·
καὶ τὸ μονοειδὲς τῶν ὑετῶν εἰς πολύχουν καρποφορίαν διασπείρεται·
ἵνα δειχθῇ, μὴ τῇ τοῦ σπείραντος εὐμαρείᾳ, ἀλλὰ τῇ τοῦ Θεοῦ ἐνεργείᾳ γίνεσθαι τὸ καρποφορούμενον.
Καὶ πρῶτον μὲν ὁ σπόρος χλόη τις ὥσπερ ἀναβαίνει, καὶ πολλάκις σίτῳ ζιζάνιον συνέσπαρται·
ἡ δὲ ὁμοιότης τῶν φύλλων οὐ συγχωρεῖ φανῆναι,
τί μὲν σῖτος, τί δὲ ζιζάνιον.
Ὅταν δὲ ὁ σπόρος εὐθυτενὴς γένηται, καὶ εἰς ὕψος γένηται, ὁ στάχυς διακρίνει, καὶ ἡ καρποφορία δείκνυσι τὸ ὑποκείμενον, τί μὲν σῖτος, τί δὲ ζιζάνιον.
Ἐνόησας τὸ λεγόμενον, ἐλθέ μοι λοιπὸν ἐπὶ τὸ πνευματικώτερον.
Ἔσπειρεν ὁ Ἰησοῦς διὰ τῶν ἀποστόλων τὸν λόγον τῆς βασιλείας τῶν οὐρανῶν κατὰ πάσης τῆς οἰκουμένης.
Ἀκοὴ δεξαμένη τὸ κήρυγμα κατέχει παρ' ἑαυτῇ·
καὶ τέως μὲν βλάστην φυλλάδος ἐργάζεται σπουδὴν περὶ τὴν Ἐκκλησίαν, καὶ συναγόμεθα κατὰ τὸ αὐτὸ, καὶ οἱ σιτοδόται, καὶ τὰ ζιζάνια, ὁ πιστὸς, καὶ ὁ ὑποκριτὴς, ἵνα ἀληθέστερον εἴπωμεν τὸ καταγγελλόμενον·
οἱ δὲ γεωργοὶ τῆς Ἐκκλησίας, τὴν δίκελλαν τῶν λόγων τοῖς ἐσπαρμένοις ἐπιβαλόντες, γεωργοῦμεν εἰς καρποφορίαν·
οὔπω δὲ οἴδαμεν τὸ ὑποκείμενον·
ἡ γὰρ τῆς φυλλάδος ὁμοιότης ἀπατᾷ πολλάκις τοὺς προεστῶτας.
Ὅταν δὲ ἡ διδασκαλία εἰς ἔργον προχωρήσῃ, καὶ ὁ καρπὸς τῶν ἔργων παχυνθῇ, τότε φαίνεται τίς μὲν ὁ πιστὸς, τίς δὲ ὁ ὑποκριτής.
Καὶ πῶς καὶ τίνα τρόπον παραγίνεται πολλάκις εἰς πόλιν ἀνὴρ δυνάμενος διδάσκειν Ἑλληνιστὶ, ὃς, τὴν ἀκοὴν θελγόμενος, σπεύδει εἰς τὴν Ἐκκλησίαν, οὐ τὴν ἰατρείαν τῆς ψυχῆς, ἀλλὰ τῶν λόγων τὸ κάλλος μόνον ἁρπάσαι.
Ἀνεχώρησεν ὁ εὐγλώττως λαλῶν·
ἀνεχώρησε καὶ τῆς Ἐκκλησίας τὸ ζιζάνιον·
οὐ γὰρ ἔχει τὸ σιτῶδες, τὸ πιστόν.
Ὁ δὲ πιστὸς, κἂν εὐγλώττως λέγῃ τὰ λεγόμενα, σπουδάζει κατακούειν, κἂν Συριστὶ, κἂν Ῥωμαϊστὶ, κἂν διαφόρῳ γλώττῃ.
Οὐ γὰρ ζητεῖ λόγους, ἀλλ' ἔργα.
«Ὁ γὰρ λόγος ἡμῶν καὶ τὸ κήρυγμα ἡμῶν οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως.»
Τί τὸ ὄφελος, ἐὰν Ἑλληνιστὶ λαλῶμεν,
βαρβαρίζωμεν δὲ τῇ γνώμῃ;
Τί τὸ ὄφελος, ἐὰν εὐσύνθετος μὲν ὁ λόγος,
κακοσύνθετος δὲ ὁ τρόπος;
Πολὺ κάλλιόν ἐστι μήτε τὴν Ἑλλήνων εἰδέναι φωνὴν,
καὶ τὸν νόμον τοῦ Θεοῦ ἐν καρδίᾳ κεκτῆσθαι.
Εἰ μὲν γὰρ σοφιστοῦ διδασκαλεῖον ἦν ἡ Ἐκκλησία, εὐγλωττίας ἦν ὁ καιρός·
ἐπειδὴ δὲ τρόπων ἀγὼν, καὶ καρποφορία τὸ προκείμενον, καὶ προσδοκία οὐρανῶν τὸ προσδοκώμενον, μὴ γλῶττα ζητείσθω, ἀλλ' ὁ τρόπος κατορθούσθω.
Πάλιν ἄλλοι νοσοῦσιν ἀνθρωπαρέσκειαν ἀνθρώπων, καὶ καιρὸν καθυποκρίνονται·
κἂν μὲν ἐπίσημον πρόσωπον ἢ ἐκ πλατειῶν ἢ ἐξ ἀνθρώπων παραγίνηται, καὶ Χριστιανισμὸν ἐπαγγελλόμενον, τρέχουσιν εἰς τὴν Ἐκκλησίαν, ἵνα ἀνθρώπῳ δείξωσι τὸ πρόσωπον.
Ἐξῆλθεν ὁ ἐπίσημος, συνεξῆλθεν ὁ ὑποκριτὴς,
καὶ ἀπέχει τὸν μισθόν.
∆ι' ἀνθρώπων ἦλθεν, ἀνθρώπῳ ἤρεσε,
παρὰ Θεοῦ οὐδὲν ἔλαβεν·
οὐ γὰρ ἐκείνῳ ἔδειξε τὴν διάνοιαν.
Τοιαῦτα τῆς Ἐκκλησίας τὰ ζιζάνια.
Ἀλλ' ἔχει τι θαυμάσιον ὁ γεωργὸς τῆς Ἐκκλησίας Λόγος·
καὶ γὰρ ζιζάνια σιτοποιεῖ, ἐὰν θέλῃ.
Ἐπειδὴ γὰρ αὐτοπροαίρετος ἡ τῶν ἀνθρώπων κίνησις,
καὶ αὐτεξούσιος ἡ γνώμη, ἐπὶ σοὶ κεῖται τὸ πρᾶγμα·
εἰ θέλεις ζιζάνια, εἶ ἀλόγων ζώων τροφή·
εἰ θέλεις, μεταβάλλῃ καὶ γίνῃ σῖτος.
Εἰκόνα ζητεῖς τῶν λόγων, λάμβανε ἀπὸ δένδρων τὸ ζητούμενον.
Ἡ ἀγριέλαιος, ἐπικεντρισθεῖσα, καλλιέλαιος γίνεται, καὶ ἄμπελος ἀγρία, ἡμερωτάτης ἀμπέλου κλῆμα δεξαμένη, ἐπιλανθάνεται μὲν τῶν τῆς ῥίζης παλαιοτήτων,
ἀναλαμβάνει δὲ τὴν καινότητα τῶν παλαιῶν.
Ἐπιλάθου καὶ σὺ τῶν πρώτων, καὶ ἀνάλαβε τὰ λεγόμενα·
καὶ τοῦ ζιζανίου πάρες, τὸ δὲ σιτῶδες ἀνάλαβε·
ἵνα δυνηθῇς καὶ αὐτὸς εἴ σωἅλωνος ἐκκλησιαστικῆς γενέσθαι νοητῆς.
Ταῦτα δὲ πάντα ὑμῖν εἴρηται διὰ τὸ εὐαγγελικὸν ἀνάγνωσμα, τὸ περὶ σπόρων διαλεγόμενον, διὰ τὸν κατασπείραντα ἐν ταῖς ψυχαῖς, τῶν ψυχῶν λυτρωτὴν Ἰησοῦν,
τὸν διαπορευόμενον διὰ τῶν σπορίμων.
Ὁ μὲν οὖν διεπορεύετο ἐπίτηδες ἐν Σαββάτῳ, διάγων τοὺς μαθητὰς διὰ τῶν σπορίμων καὶ οἱ μαθηταὶ διερχόμενοι, ἔτιλλον στάχυας, καὶ ψώχοντες ταῖς χερσὶν αὐτῶν ἤσθιον, καινοτέραν ἅλωνα τοῖς στάχυσι τὰς χεῖρας ἐργαζόμενοι.
Οἱ δὲ Ἰουδαῖοι ἐπετίμων τοῖς μαθηταῖς τρεφομένοις,
καὶ πρὸς τὸν διδάσκαλον ἀγανακτοῦσιν·
«Ἴδε, τί ποιοῦσι οἱ μαθηταί σου;»
Ἑαυτοὺς ἀπαλλοτριώσαντες τῆς δικαιοσύνης, οὐκ εἶπαν,
Οἱ κοινωνοὶ τῶν μαθητῶν ἡμῶν·
ἑαυτοὺς γὰρ τῆς μαθήσεως ἐξώρισαν·
ἀλλ', «Ἴδε, τί ποιοῦσιν οἱ μαθηταί σου.»
∆εικνύουσι τὰ φαινόμενα.
Τῷ γνώστῃ τῶν καρδιῶν δεικνύετε τὰ ὁρώμενα;
Οὐκ ἐλάβετε πολλάκις τὴν πεῖραν,
ὅτι οἶδε καὶ τῶν καρδιῶν τὰς γνώσεις;
Οὐ λέγων·
«Τί διαλογίζεσθε ἐν ἑαυτοῖς πονηρά;»
ὁ διαλογισμοὺς εἰδὼς, ἀσταχύων ψωχμοὺς οὐκ οἶδε;
Καινότερος νεκρὸς ἐλεύθερος ἐν νεκροῖς.
Οἱ μὲν ἄλλοι νεκροὶ, δεσμοῖς ὥσπερ περιβαλλόμενοι,
ἐν εἱρκτῇ τῇ ὁδῷ ἀπήγοντο·
Ἰησοῦς δὲ γέγονε δι' ἡμᾶς νεκρὸς,
καὶ κατῆλθεν εἰς τὰ καταχθόνια μεταξὺ τῶν νεκρῶν·
καὶ ἐν νεκροῖς μὲν ἐλθὼν οὐ μόνον ἐλεύθερος ἦν,
ἀλλὰ καὶ νεκρῶν ἐλευθερωτής.
Καὶ ἵνα μάθῃς, ὅτι καὶ νεκρῶν ἐλευθερωτὴς γέγονεν,
ἄκουε τῶν Εὐαγγελίων λεγόντων·
«Καὶ πολλὰ σώματα τῶν κε κοιμημένων ἁγίων ἀνέστησεν.»
Ἐν μνήματι ἐτέθη, καὶ πολλὰ μνήματα ἀνεῴχθησαν.
Ἦν τοίνυν ὁ ἐν νεκροῖς ἐλεύθερος, ὃν κατέλιπον καὶ γνώριμοι.
Λέγει δὲ τὸ Εὐαγγέλιον, ὅτι πάντες οἱ μαθηταὶ,
ἀφέντες αὐτὸν, ἔφυγον.
Ἔτι ζῶντα φεύγουσι, καὶ σταυρωθέντος, ὑπεραποθνήσκουσιν·
ἐπειδὴ δὲ μηδὲν ἐναπέμεινεν ἐν τῷ σταυρῷ,
ἀλλὰ μετὰ τὸν σταυρὸν τὴν ζωὴν ἀπέλαβε.
Καὶ μὴ ἐμοὶ μόνον πρόσεχε,
ἀλλὰ τῷ ἐμοὶ ἀρτίως ἀναγνωσθέντι ψαλμῷ.
Πρόσχες τὸ λεγόμενον·
ἐγὼ ἀναγινώσκω, σὺ βλέπε ἐκ τῆς ἀκολουθίας τὴν ἀνάστασιν.
«Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος.
Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ,» καθὼς εἰρήκαμεν.
Καὶ μετὰ ταῦτα·
«Ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε,
καὶ τῷ πρωῒ ἡ προσευχή μου προφθάσειε.»
Ὁ νεκρὸς προσεύχεται·
εἰ μὴ ἀνέστη, προσεύχεται;
Μετὰ γὰρ τὸ διηγήσασθαι τὴν ταφὴν καὶ τὴν νεκρότητα, τότε διηγήσατο τὴν προσευχὴν τὴν πρὸς τὸν Πατέρα γενομένην.
Ἡμεῖς μὲν οὖν τιμῶμεν τὴν Κυριακὴν διὰ τὴν ἀνάστασιν·
Ἰουδαῖοι δὲ ἔτι καὶ νῦν ἐξέχονται τοῦ Σαββάτου,
καὶ μετὰ τὸ εἰπεῖν τὸν Ἡσαΐαν·
«Καὶ τὰ Σάββατα ὑμῶν μισεῖ ἡ ψυχή μου.»
Οὐδέν μοι κοινὸν πρὸς τὸ Σάββατον, ὃ ὁ Θεὸς ἐμίσησεν.
Οὐ λέγω τοὺς κύκλους τῶν ἡμερῶν,
ἀλλὰ τὸν νομιζόμενον Ἰουδαϊσμόν.
Οὐ γὰρ τὰς ἡμέρας μισεῖ ὁ Θεὸς,
ἀλλὰ τοὺς κακῶς ἐν ταῖς ἡμέραις ἐργαζομένους.
Καὶ νῦν μὲν ἐξέχονται τοῦ Σαββάτου,
καὶ τότε ἐπετίμων τῷ Σωτῆρι λέγοντες·
«Ἴδε, τί ποιοῦσιν οἱ μαθηταί σου,
ὃ οὐκ ἔξεστι ποιεῖν ἐν Σαββάτῳ.»
Ὁ Σωτὴρ πρὸς αὐτούς·
Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε ∆αβίδ;
Ὁ ἐκ ∆αβὶδ μνημονεύει τοῦ ∆αβίδ·
ὁ ἐκ ∆αβὶδ κατὰ σάρκα, πρὸ δὲ ∆αβὶδ κατὰ πνεῦμα·
ὁ κατὰ σάρκα μὲν τοῦ ∆αβὶδ υἱὸς,
κατὰ πνεῦμα δὲ τοῦ ∆αβὶδ δεσπότης·
ὁ ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσας, ἡ ῥάβδος ἡ θαυμασία,
ἡ τὸ μὲν γένος Ἰουδαίων συντρίβουσα,
τῶν δὲ ἐθνῶν τὸ γένος ὡς ποίμνιον συνάγουσα.
Αὐτὸς γάρ ἐστιν ὁ εἰρηκώς.
Καὶ δὴ ἄξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου·
καὶ πολὺς ὁ περὶ τῆς ῥάβδου Ἰησοῦ λόγος.
Ἔλεγε τοίνυν πρὸς τοὺς Ἰουδαίους·
«Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησε ∆αβὶδ, ὅτε ἐπείνασεν αὐτὸς, καὶ οἱ μετ' αὐτοῦ;
πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔλαβε καὶ ἔφαγεν, ὃ οὐκ ἔξεστιν ποιεῖν εἰ μὴ μόνοις τοῖς ἱερεῦσιν;»
Ὁ μὲν οὖν σοφὸς ἀκροατὴς καὶ συνήθης τῶν ἐκκλησιαστικῶν δογμάτων τε καὶ ἀναγνωσμάτων οἶδε τὴν ἱστορίαν, καὶ οὐ χρείαν ἔχει τῆς διηγήσεως·
ἐπειδὴ δὲ πολὺς ὁ νεωστὶ συῤῥεύσας ἡμῖν λαὸς, ὁ τὴν ἐπιπόλαιον ἀκρόασιν τῶν θείων λογίων ἔχων, τὸ δὲ βάθος τῆς νοήσεως μὴ ἐνστερνισμένος, καλῶς ἔχειν μοι δοκεῖ ἐπιδραμεῖν καὶ δεῖξαι τὴν ἱστορίαν, ἵνα γνῶμεν τίνος ἕνεκεν ταύτης ἐμνημόνευσεν ὁ Σωτήρ.
Βασιλεύς τις ἦν ἐν τοῖς ἀρχαίοις, ∆αβὶδ, ποιμὴν τὰ πρῶτα, καὶ βασιλεὺς τὰ δεύτερα.
Τὴν δὲ βασιλείαν οὐκ ἔλαβεν ἁρπάσας, ἀλλὰ, τοῦ Σαοὺλ ἁμαρτήσαντος καὶ ἀποβαλομένου, ἐχρίσθη ∆αβὶδ ἀπὸ τοῦ Σαμουήλ.
Χρισθεὶς δὲ εἰς τὴν βασιλείαν, οὐχ ἅμα ἥρπασε τὸ βασίλειον, ἀλλὰ χρόνοις πολλοῖς δουλεύσας τῷ Σαοὺλ, ὕστερον, ὅτε Θεὸς ἠθέλησεν, ἐφήψατο τῆς βασιλείας.
Ἐπεβουλεύετο οὖν ὑπὸ τοῦ Σαοὺλ, εὐεργετήσας τοῦτον·
ἐπεβουλεύετο δὲ καὶ ὑπὸ τοῦ Ἀβεσσαλὼμ, τοῦ οἰκείου τέκνου.
Ταῦτα ἀληθῶς μὲν συνέβη τῷ ∆αβίδ·
οὗτος δέ τινας εἰκόνας εἶχε τῆς τοῦ Σωτῆρος παρουσίας.
Ἔδει γὰρ τὸν προπάτορα καὶ εἰκόνας ἔχειν τοῦ ἀπογόνου.
«Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ ∆αβίδ.»
Τι νὸς αἱ τῶν πραγμάτων ὁμοιώσεις οὐκ ἰσότιμοι.
Ὁμοιούσθω γὰρ ὁ δοῦλος τῷ δεσπότῃ·
οὐ μὴν ἰσότιμος γίνεται, πλὴν ἔχει τινὰς ὁμοιότητας.
Ὁ Δαβὶδ ποιμὴν, καὶ ποιμὴν ὁ Χριστός·
«Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς,» ἔλεγεν.
Ἀλλ' ὁ μὲν ποιμὴν θρεμμάτων, ὁ δὲ ποιμὴν ψυχῶν·
ὁμοίωσις πραγμάτων, πολλὴ δὲ παραλλαγὴ τοῦ ἀξιώματος.
Ἔχρισε τὸν Δαβὶδ εἰς βασιλέα Σαμουὴλ ὁ ἱερεὺς, ἐβάπτισε καὶ τὸν Σωτῆρα ὁ Ἰωάννης, ὡς ἱερεὺς ὢν καὶ αὐτός·
ὁμοιότης μὲν τῶν πραγμάτων, πολλὴ δὲ διαφορὰ τῶν ὑποκειμένων.
Χρισθεὶς δὲ ὁ ∆αβὶδ εἰς βασιλέα, οὐχ ἅμα ἥρπασε τὴν βασιλείαν, ἀλλ' ἠνείχετο πολλοῖς χρόνοις δουλεύων τῷ Σαούλ·
καὶ ὁ Σωτὴρ ἡμῶν γεννηθεὶς βασιλεὺς πρὸ τῶν αἰώνων,
καὶ οὐ πρόσκαιρον ἔχων τὴν βασιλείαν,
ἀλλὰ πρὸ πάντων τῶν αἰώνων βασιλεὺς,
ἐκ βασιλέως Θεοῦ γεννηθεὶς, ἠνείχετο·
«Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·
ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν,»
ἵνα τελέσῃ τὴν οἰκονομίαν.
Ἐδίωκε τὸν ∆αβὶδ Σαοὺλ, ἐδίωκε τὸν Χριστὸν Ἡρώδης.
Ἀλλ' οὔτε ὁ Σαοὺλ διώκων τὸν ∆αβὶδ ἔβλαψεν,
οὔτε Ἡρώδης διώκων τὸν Χριστὸν ἔβλαψεν.
Ἐπανέστη τῷ ∆αβὶδ Ἀβεσσαλὼμ υἱὸς ὤν·
ἐπανέστη τῷ Σωτῆρι Ἰούδας υἱὸς ὢν καὶ αὐτὸς ἄλλος·
τοὺς γὰρ μαθητὰς οἶδεν ὁ Σωτὴρ ὀνομάζειν υἱοὺς, λέγων·
«Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός·»
καὶ πάλιν πρὸς τοὺς μαθητὰς ἔλεγε, «Τεκνία.»
Ὁ τόπος τῆς ἀπωλείας τοῦ Ἀβεσσαλὼμ Χεὶρ Ἀβεσσαλὼμ μέχρι τὴν σήμερον καλεῖται.
Καὶ βλέπε μοι τὴν ἀκρίβειαν τῆς εἰκόνος τῶν πραγμάτων.
Οὐ γέγραπται, Ποῦς Ἀβεσσαλὼμ, ἀλλὰ Χεὶρ Ἀβεσσαλώμ·
οὐ γέγραπται Κεφαλὴ Ἀβεσσαλὼμ, καίτοιγε ἀπὸ τριχῶν κεφαλῆς ἀπώλετο, ἀλλὰ Χεὶρ Ἀβεσσαλώμ.
Πρώτη γὰρ ἦν ἡ τῆς κεφαλῆς χεὶρ,
ἡ προδοῦσα κατὰ τῆς εἰκόνος τῶν πραγμάτων·
ἀλλ' ὡς ἐξελθούσης διὰ τῆς ὀνομασίας τῶν πραγμάτων τῆς χειρὸς, πλαγίως ἐμήνυσε τὸ ἐσόμενον ἡ Γραφή·
Χεὶρ Ἀβεσσαλὼμ, καὶ τῶν πραγμάτων εἰκόνες.
Ὅσας ὁμοιότητας ἔχει ὁ ∆αβὶδ πρὸς τὸν Σωτῆρα!
Οὗτος τοίνυν ὁ ∆αβὶδ, χρισθεὶς εἰς βασιλέα ὑπὸ τοῦ Σαμουὴλ, ἐλαίῳ αἰσθητῷ·
ἄλλως δὲ ὁ Σωτὴρ ἡμῶν ἐχρίσθη.
Πῶς καὶ τίνα τρόπον, ἄκουε τοῦ τεσσαρακοστοῦ τετάρτου Ψαλμοῦ λέγοντος·
«Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος·
ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.
∆ιὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου·» ἵνα μὴ τῇ ὁμοιολεξίᾳ τῆς χρίσεως ἰσοτιμίαν νομίσῃς εἶναι τῶν λεγομένων.
Ἐχρίσθη ∆αβὶδ, ἐχρίσθη καὶ ὁ Χριστός·
ἀλλ' ὁ μὲν ἐχρίσθη ὑπὸ ἀνθρώπου, ὁ δὲ ἐχρίσθη ἐκ Πατρός·
καὶ ἡ χρίσις ἀνεκδιήγητος, καὶ ἀκατάληπτα τὰ πράγματα.
∆ιὰ τοῦτο λέγει ὁ Ψαλμῳδός·
«Ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.»
Τῆς ὁμοιότητός εἰσι μέτοχοι,
οὐ μὴν ἰσότιμον ἔχουσι τὴν χρίσιν·
πανταχοῦ γὰρ καὶ τὴν ὁμοιότητα τηρεῖ,
καὶ τὸ ὑπερέχον τοῦ πράγματος φυλάττει.
Ὁ τοίνυν ∆αβὶδ χρισθεὶς ὑπὸ τοῦ Σαμουὴλ,
ἔμενεν ἐφ' ἑαυτοῦ.
Ὁ δὲ Σαοὺλ, παραβὰς ἐντολὰς Θεοῦ,
πνεύματι ἀκαθάρτῳ παρεδόθη.
Ἔψαλλε δὲ ὁ ∆αβὶδ, καὶ κιθάραν εἶχε ποιμενικὴν, καὶ ἐν ἐρήμοις διάγων, καὶ οὐκ ἔχων τίσιν ἀνθρώποις διαλεχθῆναι·
καὶ κιθάραν πηξάμενος, καὶ διὰ τοῦ ἀνακρούεσθαι τὰ μέλη δύο εἰργάζετο·
παρεμυθεῖτο γὰρ καὶ διὰ τοῦ ἤχου τὸ τῶν τόπων ἔρημον,
οὐ μὴν εἰς ἔκλυτα ἐξέπιπτε μέλη, ἀλλὰ ψαλμοὺς ᾖδεν,
ἵνα τέρπῃ μὲν τὸ εὔηχον, ὠφελῇ δὲ τὸ εὐσεβές.
Καὶ ἔψαλλεν ἐν ταῖς ἐρήμοις λέγων, ὅτι καὶ
«Τὰ ὕψη τῶν ὀρέων αὐτοῦ ἐστι·»
προσετίθη δὲ πάλιν·
«Ἀνὰ μέσον τῶν ὀρέων διελεύσεται ὕδατα,
καὶ ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ.
Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει.»
Ἔψαλλε τὰ περὶ τοῦ ἀνθρώπου, λέγων·
«Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
πρόβατα καὶ βόας ἁπάσας.»
Ἔτι δὲ καὶ τὰ τοῦ Θεοῦ θαυματουργήματα ἔψαλλε.
Ὀδυνωμένου δὲ τοῦ Σαοὺλ ὑπὸ τοῦ πνεύματος τοῦ ἀκαθάρτου, γίνεταί τις μηνοτὴς τῷ Σαούλ·
καὶ τούτῳ τῷ τρόπῳ καλεῖται ὁ Δαβίδ.
Καὶ ὁσάκις ἐπετίθετο αὐτῷ τὸ πνεῦμα τὸ πονηρὸν, λαμβάνων τὴν κιθάραν ὁ ∆αβὶδ, ἀνεκρούετο,
ψάλλων καὶ ὕμνους λέγων τῷ Θεῷ.
Μὴ γάρ μοι τῆς κιθάρας μνημόνευε, ἀλλὰ τοῦ ψαλλομένου·
μηδὲ, ἁρπάσας τὰ ῥήματα, εἰς θεατρομανεῖς ἐμπέσῃς ἡδονὰς, ἀλλὰ, μνημονεύσας τῶν ψαλμῶν, τῇ Ἐκκλησίᾳ παράμενε.
Εἰς χεῖρας τοίνυν λαμβάνων τὴν κιθάραν ὁ ∆αβὶδ, καὶ ψάλλων τῷ Θεῷ, τὸν πνίγοντα δαίμονα ἀπήλαυνεν.
Ὢ μεγάλης ψαλμῶν δυνάμεως!
Τὸ πνεῦμα τὸ ἀκάθαρτον πνίγον ἀοράτως ἐπνίγετο,
καὶ ἀνέψυχεν ὁ Σαούλ.
Ἐφθόνει δὲ τῷ Δαβὶδ διὰ τοιάνδε ὑπόθεσιν.
Ἀλλόφυλοί ποτε ἐπέθεντο τῷ γένει τῶν Ἑβραίων·
καί τις Γολιὰθ παμμεγέθης τὸ σῶμα, καὶ θρασὺς τὴν ψυχὴν, καὶ φοβερὸς ὀφθῆναι, ἐπὶ τεσσαράκοντα ἡμέρας ὠνείδιζε τὸν Ἰσραὴλ, καὶ ᾔτει εἰς μονομαχίαν ἕνα, ἀσπίδα μὲν παμμεγέθη περικείμενος, δόρυ δὲ ἐξελὼν, καὶ φοβερὰς κνημίδας·
καὶ οἱ βλέποντες ἔφυγον, καὶ ὁ Σαοὺλ ἐδειλία.
Ἧκεν ἐπισκεψόμενος τοὺς ἀδελφοὺς ὁ ∆αβὶδ,
καὶ συμβάλλει εἰς μάχην, ὁ γυμνὸς τῷ ἐνόπλῳ,
ὁ ἀπειροπόλεμος τῷ πολυπολέμῳ, ὁ νέος τῷ ἀνδρί·
καὶ πάντων πτηξάντων, καὶ μηδενὸς τολμῶντος ἐπεξελθεῖν, ∆αβὶδ ἀναδέχεται τὸν πόλεμον.
Εἰδὼς δὲ ἔψαλλεν, ὅτι τοῦ Θεοῦ ὁ πόλεμος, καὶ ὅτι «Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.»
Ἤδει ἃ ἔψαλλεν·
εἶχεν ὅπλον μέγιστον τὴν πίστιν, καὶ περικεφαλαίαν περιέθετο σωτηρίου, καὶ ἀναλαβὼν ῥάβδον καὶ σφενδόνην, τὸν λίθον περιειλήσας, πλήξας τὸν ἀντίδικον, συντόμως κατήνεγκε.
Παρατρέχομεν γὰρ τὰ ῥήματα·
ἐπειδὴ οὐ τοῦτο νῦν ἐστι τὸ προκείμενον.
Ἔπεσεν ὁ Γολιὰθ ὁ μέγας ὑπὸ τοῦ μικροῦ,
καὶ ὁ ἔμπειρος ὑπὸ τοῦ ἀπείρου καὶ ἀφελεστέρου.
Καὶ λαβὼν αὐτοῦ τὸ ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν.
Καὶ ἡ μὲν κεφαλὴ ἀπηνέχθη ἐν Ἱεροσολύμοις·
τὸ δὲ ξίφος αὐτοῦ ἐτηρεῖτο παρὰ Ἀβιμελὲχ τῷ ἱερεῖ.
Ἐλυτρώθη ὁ λαὸς ὑπὸ τοῦ ἀντιδίκου.
Ἐξῆλθον εἰς ὑπάντησιν γυναῖκες χορεύουσαι·
θυμηδία γὰρ ἦν τὸ προκείμενον·
φόβος δὲ ἐλύθη, ὁ ἐχθρὸς ἔπεσεν, ὁ λαὸς ἐπήνθει·
χορεῖαι, καὶ τύμπανα, καὶ ἁρμονία,
καὶ εὐφροσύνη τὸ προκείμενον.
Αἱ δὲ χορεύουσαι ᾖδον, οὐ πρὸς ἀξίαν ἀφορῶσαι,
ἀλλὰ πρὸς τὸ ἐνεργῆσαι·
ἔλεγον γάρ·
«Ἐπάταξεν ὁ ∆αβὶδ ἐν μυριάσιν αὐτοῦ, καὶ Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ.»
Καὶ τῷ νικήσαντι ἔδωκαν τὰς χιλιάδας, καὶ οὐκ εἶπον,
πόσαι χιλιάδες, οὐδὲ πόσαι μυριάδες.
∆ύνανται δὲ καὶ μυριάδες ἀναλυθῆναι εἰς χιλιάδας,
καὶ χιλιάδες πολυπλασιασθῆναι εἰς μυριάδας.
Ὁ Σαοὺλ, ἀκούσας, ἐπλήγη τὴν διάνοιαν.
Ὢ μεγάλης ἀνοίας!
Οὐκ ἔδει κἂν τὸ παρὸν αἰδεσθῆναι;
Τί βασκαίνεις ἀνθρώπῳ νικητῇ, ἐν μιᾷ ὥρᾳ εὐφημουμένῳ,
ὁ ἐπὶ τεσσαράκοντα ἡμέρας κρυπτόμενος;
Τῶν ἐχθρῶν ἐλυτρώθης, τί βασκαίνεις ἀνθρώπῳ ἐπαινουμένῳ, ἔργα ἄξια ἐπαίνων ἐργασαμένῳ;
Ἀλλὰ πρὸς ἑαυτὸν ἔλεγεν·
Ἔδωκαν τῷ ∆αβὶδ τὰς μυριάδας, καὶ ἐμοὶ τὰς χιλιάδας.
Καὶ ἦν ὑποβλεπόμενος τὸν ∆αβίδ.
Βλέπε εἰ μὴ ἀπόγονοι αὐτοῦ ἦσαν, οἷς σήμερον ὁ Σωτὴρ ἐθεράπευσε τὴν δεξιὰν χεῖρα τὴν ξηράν.
Καὶ ἐξελθόντες ἐκεῖνοι, οὐχ ἵνα δοξάσωσι τὸν Θεὸν, ἐσκέπτοντο, ἀλλὰ πῶς ἐπιβουλεύσωσι τῷ εὐεργέτῃ.
Λέγει γὰρ τὸ Εὐαγγέλιον, ὅτι αὐτοὶ μὲν ἐπλήσθησαν ἀνοίας, καὶ ἐξελθόντες, διελογίζοντο, τί ἂν ποιήσωμεν τῷ Ἰησοῦ;
Ἀπόγονοι τοῦ διώκοντος, καὶ ἀπόγονοι τοῦ μανιώδους,
καὶ ἀπόγονοι τοῦ ἐπιβουλεύοντος τοῖς εὐεργέταις.
Ὑπεβλέπετο τοίνυν ὁ Σαοὺλ τὸν ∆αβὶδ,
καὶ οὐκ ἔτι ἔβλεπεν αὐτὸν ὀρθοῖς ὀφθαλμοῖς.
Τοιοῦτοι γὰρ οἱ βάσκανοι, καὶ τοιοῦτοι οἱ ὑποκριταί.
∆ιὰ τοῦτο ἡ Γραφή σοι λέγει·
«Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν,»
μηδὲν πλάγιον, μηδὲ βάσκανον, ἢ ἔρωτος ἢ μανίας, ἤ τι τοιοῦτον ἐχόμενοι.
Βλέπε τὸν φίλον ὀρθῶς, μηδὲν κεκρυμμένον, μηδὲν ἰοβόλον.
Ἀλλ' ὁ Σαοὺλ ὑπεβλέπετο τὸν ∆αβίδ.
Καὶ βλέπε κατασκευήν·
ἰδὼν αὐτὸν τιμώμενον, βούλεται αὐτῷ δοῦναι τὴν θυγατέρα ἐπιγαμβρίαν.
Ὢ πείρασις βασκανίας!
Ἐπιβουλεύει, καὶ νυμφίον αὐτὸν λαμβάνει·
καὶ οὐ φείδεται θυγατρὸς, ἵνα τῷ τετιμημένῳ ἐπιβουλεύσῃ.
Καὶ ἔπαθλον βούλεται ἑκατὸν ἀκροβυστίας ἀλλοφύλων.
Ὑπώπτευε γὰρ, ὅτι, ἐὰν εἰς πόλεμον αὐτὸν ἐμβάλῃ, οἱ ἑκατὸν, συμπλακέντες τῷ ἑνὶ, ἀποκτενοῦσι τὸν ἕνα·
καὶ οὕτως ἀπαλλαγείη.
Καὶ γέγονεν·
ἀλλ' ὁ μὲν ἐχθρὸς ὡς ἐχθρὸς, ὁ δὲ Θεὸς ὡς Θεός.
Ἀπέρχεται ὁ ∆αβὶδ, καὶ νικᾷ μόνος ἑκατόν.
Ὁ δὲ Σαοὺλ ἰδὼν Θεὸν σύμμαχον τοῦ ἐχθροῦ,
οὐδὲ οὕτως ἐδυσωπήθη·
μᾶλλον δὲ οὐ τοῦ ἐχθροῦ, ἀλλὰ τοῦ εὐεργέτου ἐπέμεινεν ἐν τῇ βουλῇ.
Καὶ τῷ υἱῷ Ἰωνάθαν ἠγανάκτει, διὰ τὸ ἔχειν φίλα πρὸς τὸν ∆αβὶδ, καὶ ἐπεχείρησε τὸν ἴδιον υἱὸν ἀνελεῖν τῇ βασκανίᾳ τῆς διανοίας ἀβλεπτῶν.
Ἰδὼν δὲ ἑαυτὸν ἐπιβουλευόμενον ὁ ∆αβὶδ, κρύβεται ἕως τῆς τρίτης·
καὶ ὁ ∆αβὶδ οἶδε τὴν τρίτην, καὶ συνθήκας ποιεῖται πρὸς τὸν Ἰωνάθαν, καὶ οὕτως φεύγει ὁ νικητής·
οὐκ ἀτονῶν ἀμύνασθαι τὸν ἐχθρὸν, ἀλλὰ μὴ βουλόμενος κατὰ τοῦ εὐεργετηθέντος ἐπαγαγεῖν ξίφος·
καὶ παραδοὺς ἅπαξ τῷ Θεῷ τὸ κριτήριον, καὶ φεύγων, ἔρχεται μετὰ τῶν οἰκετῶν πρὸς τὸν Ἀβιμέλεχ τὸν ἱερέα Πάντα δὲ ταῦτα λέγομεν διὰ τὴν ἱστορίαν τοῦ Εὐαγγελίου, διὰ τὸ ῥῆμα τοῦ Σωτῆρος τὸ εἰρημένον·
«Οὐκ ἀνέγνωτε ὃ ἐποίησε ∆αβὶδ, ὅτε ἐπείνασεν,
ὡς ἦλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ,
καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν;»
Ἔρχεται τοίνυν ὁ ∆αβὶδ πρὸς τὸν Ἀβιμέλεχ τὸν ἱερέα, μετ' ὀλίγων ὁδοιπορῶν.
Ἐξεπλάγη ὁ Ἀβιμέλεχ·
καὶ, Τί τοῦτο γέγονε, φησὶν, ὅτι μόνος ὁ στρατηλάτης ὁδεύει, καὶ ὁ ἐπίσημος λιτοτέραν ποιεῖται τὴν ὁδοιπορίαν;
Ὁ δὲ ∆αβὶδ οὐ λέγει τὴν ἐπιβουλὴν, ἀλλὰ σιωπᾷ τὸ πρᾶγμα καί φησιν, ὅτι τοῖς παιδαρίοις ἐντέταλται ἐν τῷ τόπῳ τῷ λεγομένῳ, Θεῷ πίστις.
Σημείωσαι καὶ τοῦτο καὶ παρὰ τῷ ∆αβὶδ ἡ πίστις·
διὰ τὸν μέλλοντα ἐξ αὐτοῦ γεννᾶσθαι, τὸν λέγοντα·
«Κατὰ τὴν πίστιν σου γενηθήτω σοι.»
Εἰκόνες καὶ ἐνταῦθα πραγμάτων καὶ ὁμοιότητες.
Αἰτεῖ ἄρτους ὁ ∆αβὶδ παρὰ τοῦ Ἀβιμέλεχ.
Ὁ δέ φησι πρὸς αὐτόν·
Οὐκ εἰσὶν ἄρτοι ἀλλ' ἢ οἱ ἀφιερωμένοι ἐκ προσώπου Κυρίου.
Πάλιν ἄλλου νόμου δεῖ ἡμᾶς μνημονεῦσαι.
Ὁ τοῦ Μωϋσέως νόμος ἔγραψεν ἐν ταῖς τελεταῖς τῆς λατρείας ταῖς γινομέναις κατὰ τὴν ἡμέραν τοῦ Σαββάτου, δώδεκα ἄρτους θερμοὺς πεφθέντας τεθῆναι ἐπὶ τῆς τραπέζης.
Ὅπου δὲ θέρμη, ἐκεῖ πῦρ.
Λεγέτωσαν νῦν ἡμῖν οἱ Ἰουδαῖοι πῶς τηροῦσι τὸ Σάββατον, καὶ τὸ πῦρ ἅπτειν παραιτοῦνται, ὅπου οἱ ἱερεῖς ἅπτουσι πῦρ, καὶ ἄρτους πέψαντες θερμοὺς παρατιθέασι;
Μὴ ἐγὼ μόνος παραβαίνω τὸ Σάββατον;
Ἰδοὺ οἱ ἱερεῖς τοὺς θερμοὺς πέπτουσιν ἐν Σαββάτῳ,
καὶ περιτομὴν διδόασιν ἐν Σαββάτῳ.
Ὅπου δὲ περιτομὴ, ἐκεῖ καὶ σίδηρος, καὶ σπόγγοι,
καὶ τὰ ἀκόλουθα.
Ὅπου ἀρτοποιίαι, ἐκεῖ καὶ κλίβανοι, ἐκεῖ καὶ φρυγάνων συγκομιδὴ, καὶ ὅλως ἔργον αὐτοῖς, τὸ τῆς ἀρτοποιίας.
Τῷ μὲν οὖν λαῷ τῶν Ἰουδαίων ἀπηγορεύετο μὴ ἐργάζεσθαι ἐν Σαββάτῳ·
τοῖς δὲ ἱερεῦσιν οὐκ ἦν ἀπηγορευμένον.
∆ιὰ τοῦτο καὶ ἡμῖν καὶ πᾶσιν ἀφίεται τὸ ἐν Σαββάτῳ ἐργάζεσθαι·
καὶ γὰρ καὶ ἡμεῖς πάντες βασίλειον ἱεράτευμα.
Πάλαι μὲν οὖν τοῖς ἱερεῦσιν ἠφίετο·
ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον.
Τοῦ νόμου γράψαντος·
Ἐν τῇ ἡμέρᾳ τοῦ Σαββάτου τοὺς δώδεκα ἄρτους τίθεσθαι ἐν τραπέζῃ·
ἄρτων γὰρ ἀφιερωμένων ἐκείνων, ἐκ τῆς τραπέζης ᾔτει ὁ ∆αβὶδ τὴν τροφήν.
Ὁ δὲ Ἀβιμέλεχ ἔλεγε·
«Εἰ διαπεφυλαγμένα τὰ παιδάρια, πλὴν ἀπὸ γυναικός.»
Ὧδέ μοι λοιπὸν, ἐν παρεκβάσει τοῦ λόγου, ἀσφαλίζου τὸ εἰρημένον, ὁ πιστὸς, καὶ νόει μοι τὸ λεγόμενον·
καὶ τὴν ἁγνείαν ἀναλάμβανε σαρκός.
Εἰ γὰρ ὁ Ἀβιμέλεχ τότε ταῦτα παρήγγειλε,
πῶς οὐχὶ καὶ παραφυλακτέον;
Καὶ οὕτως ἔλαβεν ὁ ∆αβὶδ, καὶ ἤσθιε τοὺς ἄρτους,
καὶ ἐν Σαββάτῳ ἴσως ἔλαβεν.
Ἐπεὶ οὖν οἱ Ἰουδαῖοι κατεμέμφοντο τῷ Σωτῆρι, διὰ τὸ ἐν Σαββάτῳ τοὺς μαθητὰς τίλλειν στάχυας καὶ ἐσθίειν·
διὰ τοῦτο εὐκαιρότατα ἐμνημόνευσε τῆς ἱστορίας τῆς ἐν Σαββάτῳ γενομένης·
ἵνα δείξῃ αὐτοῖς, ὅτι, εἰ πρὸς σωτήριον τροφὴν ἠφίετο τῷ ∆αβὶδ καὶ τοῖς μετ' αὐτοῦ ἐφάψασθαι ἄρτων ἐκ τῆς τραπέζης, οὐκ ἦν ἀπηγορευμένον καὶ τὸ στάχυας λαμβάνοντας, καὶ ψώχοντας ἐσθίειν τοὺς μαθητάς.
«Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησε ∆αβὶδ, ὅτε ἐπείνασεν αὐτὸς καὶ οἱ μετ' αὐτοῦ, ὡς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν;»
Ἔχεις ἑξῆς συνεζευγμένην καὶ τὴν ἱστορίαν περὶ τῆς ξηρᾶς χειρός·
ὅπως ὁ Σωτὴρ ἡμῶν εἰς τὴν συναγωγὴν εἰσελθὼν
(δεῖ γὰρ ἡμᾶς παραδραμεῖν τὴν ἱστορίαν διὰ τὸ μῆκος τῶν λόγων, ἵνα μὴ προσκορὴς γένηται ἡ ἀκρόασις·)
καὶ ἰδών τινα ἔχοντα ξηρὰν χεῖρα, καὶ γινώσκων ὅτι ἕτοιμοί εἰσιν οἱ Ἰουδαῖοι εἰς τὸ κατηγορεῖν, λέγει πρὸς τὸν ἔχοντα τὴν χεῖρα τὴν ξηράν·
«Ἀνάστηθι εἰς τὸ μέσον.»
Ἡ ἀνάστασις τὸ ἀναστῆναι ἐκέλευσεν·
«Ἀνάστηθι, καὶ στῆθι εἰς τὸ μέσον.»
Οὐ κομπώδη τὴν ἰατρείαν ἐργαζόμενος·
οἶδε γὰρ εὐκαίρως λέγειν, «Ὅρα, μηδενὶ εἴπῃς·»
ἀλλ' ὅτε μὲν ἔστιν εὔκαιρον, κρύβει τὸ θαυματούργημα·
ὅτε δὲ δεῖ ἐν Σαββάτῳ θαυματουργῆσαι,
τότε φανερώτατα ἐργάζεται.
Ζήτησον τὰ ἐν τοῖς Εὐαγγελίοις γεγραμμένα,
καὶ εὑρήσεις τὸ ἀληθὲς τῶν λόγων.
Ἐτήρουν ἐν Σαββάτῳ τὰ τῶν θαυματουργημάτων ἐπιδοξότερα·
πῶς καὶ τίνα τρόπον;
«Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη,
ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου.»
Τοῦτο τὸ θαῦμα οὐκ ἐποίησεν ἐν ἑτέρᾳ ἡμέρᾳ,
ἀλλ' ἐν Σαββάτῳ.
Πηλὸν γὰρ ποιήσας διὰ τοῦ πτῦσαι χαμαὶ, ἐπιχρίσας τοὺς ὀφθαλμοὺς, ἔπεμψεν εἰς τὸν Σιλωάμ·
καὶ ἦλθεν ὁ τυφλὸς βλέπων.
Οἱ δὲ τὸν τυφλὸν ἰδόντες βλέποντα οὐκ ἀνέβλεψαν.
Κἀκείνου μὲν ἠνεῴχθησαν αἱ αἰσθηταὶ τῶν ὀμμάτων κόραι, Ἰουδαίων δὲ οὐκ ἠνοίχθησαν οἱ ὀφθαλμοί·
ἀλλ' ἔχοντες τοὺς ὀφθαλμοὺς ἠνεῳγμένους, οὐκ ἔβλεπον, καὶ κατέκριναν τὸν Κύριον λέγοντες, ὅτι «Οὐκ ἔστιν οὗτος ὁ ἄνθρωπος ἐκ τοῦ Θεοῦ, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.»
Ὢ πολλῆς ἀνοίας!
Ποῖον γὰρ ἔργον γέγονε;
Πτύσμα ἀπὸ χειλέων, ἀπὸ δακτύλων μόνον ὁ πηλὸς, περίχρισμα λιτὸν, οὐκ ἐργαλείοις ἰατρικοῖς,
ἀλλὰ χειρὶ θεοποιήτῳ εἰργασμένον.
Τί μέμφῃ τὸ πραχθέν;
Ἔχεις ἐν Σαββάτῳ θαυματούργημα.
Ἀπῆλθεν ὁ τυφλὸς, καὶ ἀπῆλθεν ὁ τυφλὸς βλέπων.
Καὶ ἐν Σαββάτῳ ἐποίει, ἵνα ἀξιόπιστος γένηται,
ἐν Σαββάτῳ διδάσκων.
Ἔχω καὶ ἄλλο θαυματούργημα.
Ἐν Ἱεροσολύμοις προβατική τις ἦν κολυμβήθρα,
καὶ νῦν ἐστιν·
πέντε στοὰς εἶχε·
νῦν γὰρ περιῃρέθη τὰ πέριξ οἰκοδομήματα.
Παραλυτικὸς δὲ ἔκειτο ἐπὶ τριάκοντα καὶ ὀκτὼ ἔτεσιν ἀσθενῶν.
Πολὺς γὰρ ὁ χρόνος γίνεται τῆς νόσου, ἵνα,
κἂν οὕτως βλέποντες, δυσωπηθῶσιν οἱ Ἰουδαῖοι.
Εἰ γὰρ ὀλιγοχρόνιος ἦν ἡ νόσος, ἐλάνθανε τὸ θαῦμα·
νυνὶ δὲ πολλὰ ἔτη ἐμαρτύρησε τῇ νόσῳ, ἵνα, κἂν οὕτω βλέποντες, ἀναβλέψωσιν.
Ὁ δὲ Σωτὴρ παραγενόμενος, καὶ παράγων, λέγει ἐκείνῳ·
«Θέλεις ὑγιὴς γενέσθαι;»
καὶ τὰ ἀκόλουθα.
Καὶ ἐξεγερθεὶς κἀκεῖνος, αἴρει τὸν κράββατον, καὶ περιπατεῖ.
Σάββατον δὲ ἦν.
Οἱ δὲ Ἰουδαῖοι οὐκ ἔβλεπον τὸ θαυματούργημα τὸ ἐν Σαββάτῳ γενόμενον, ἀλλὰ τὸν κράββατον βασταζόμενον, δέον αὐτοῖς λογίσασθαι·
Ἰατροὶ τοιοῦτοι παρεγένοντο, οὐδεὶς ἐθεράπευσε·
πένης ἔκειτο ὁ ἄθλιος, μηδὲ τὸν ῥίπτοντα εἰς τὴν κολυμβήθραν ἔχων.
Τοιοῦτος ὁ θαυματοποιὸς καὶ καινότερα ἐργαζόμενος,
ὁ τοσαύτην δύναμιν τῷ παραλυτικῷ δοὺς, ὡς μὴ μόνον ἀναστῆναι, ἀλλὰ καὶ βαστάσαι τὸν κράββατον.
Τυφλὸν ἡ πονηρία.
Καὶ κρίνουσι τὸν σωθέντα, καὶ λέγουσιν αὐτῷ·
«Οὐκ ἔξεστί σοι ἆραι τὸν κράββατον ἐν Σαββάτῳ.»
Ἀπεκρίνατο ἐκεῖνος·
«Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν.»
Θεοῦ τὸ ἔργον τὸ προσταχθέν.
Ἀσύνηθές ἐστι καὶ τὸ παραλυτικὸν διὰ τριάκοντα καὶ ὀκτὼ ἐτῶν θεραπευθῆναι.
Ἐκ τοῦ αὐτοῦ στόματος ἤκουσα τοῦ·
Βαστάσαι τὸν κράββατον.
Εἰ τὸ σῶμα ἐπήκουσε καὶ ὑγιὲς ἐγένετο, ἐγὼ ἀγνώμων ἔσομαι, τῷ μὴ βαστάσαι τὸν κράββατον;
Πάλιν οἱ Ἰουδαῖοι οὐκ ἐζήτουν αὐτὸν, ἵνα μάθωσι πῶς ἐθεράπευσε, καὶ προσκυνήσωσι τὸν δόντα τοιαῦτα,
ἀλλ' ἵνα αὐτῷ ἐπιβουλεύσωσι.
Γέγονε κἀκεῖνο τρίτον τὸ νῦν ἀναγνωσθέν.
Εἰσῆλθεν εἰς τὴν συναγωγὴν, πονηρευομένων συναγωγή.
Τί γὰρ πονηρότερον εὐεργετουμένων καὶ ἐπιβουλευόντων;
Ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ἄνθρωπος ἦν χεῖρα ἔχων ξηράν.
Ξηρὸς ἦν τις τὴν χεῖρα, καὶ οἱ παρόντες ξηροὶ τὴν διάνοιαν, καὶ οὐκ ἔβλεπον τὸν τότε παρόντα·
οὐδὲ ὑπώπτευον τὸ θαυματούργημα τοῦ ἐργαζομένου.
Ὁ δὲ Σωτὴρ, πρὶν ποιῆσαι τὸ ἔργον,
διὰ λόγων ἐγεώργει τὴν διάνοιαν.
Εἰδὼς γὰρ τὸ πονηρὸν τῆς διανοίας, καὶ τὸ βάθος τὸ πικρὸν, πρῶτον αὐτοῖς προπαρηγόρει τοῖς λόγοις, καὶ τὸ ἄγριον τῆς διανοίας ἡμεροῦν ἐβούλετο, καί φησι πρὸς αὐτούς·
«Ἔξεστιν ἀγαθοποιῆσαι ἐν Σαββάτῳ, ἢ κακοποιῆσαι;
ψυχὴν σῶσαι, ἢ ἀπολέσαι;
«Εἰ γὰρ εἶπεν αὐτοῖς, ἔξεστιν ἐργάσασθαι;
εὐθέως ἂν ἔλεγον, Παρὰ τὸν νόμον λέγεις.
Νυνὶ δὲ εἶπεν αὐτοῖς, ὃ καὶ ὁ νόμος ἐβούλετο·
ὁ γὰρ περὶ τοῦ Σαββάτου νομοθετήσας προσετίθει,
ὅτι Πλὴν τούτου, ὃ ἐπὶ ψυχὴν ποιηθήσεται.
Αὐτίκα ἐὰν Σαββάτῳ πέσῃ ἄνθρωπος εἰς βάθη,
ἔξεστιν Ἰουδαίοις ἀνασπάσαι·
οὐ μόνον ἄνθρωπον, ἀλλὰ καὶ βοῦν καὶ ὄνον.
Οὕτω τὰ ἐπὶ σωτηρίᾳ συνεχώρει ὁ νόμος γίνεσθαι,
καὶ ἐτρέφοντο Ἰουδαῖοι ἐν Σαββάτῳ.
Ἠρώτησέ τις νῦν αὐτοὺς οὐ τὸ ἀντιλεγόμενον,
ἀλλὰ τὸ ὁμολογούμενον·
Ἔξεστιν ἀγαθοποιῆσαι;
Ἀλλ' οὐδὲ λέγουσι, Ναί·
οὐ γὰρ ἦσαν ἀγαθῆς προαιρέσεως.
«Ὁ γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προφέρει τὸ ἀγαθόν.»
Πονηροὶ δὲ ὄντες Ἰουδαῖοι, περὶ ἀγαθῶν οὐ συντίθενται,
καὶ οὔτε ἀγαθοποιῆσαι ὡμολόγουν,
οὔτε κακοποιῆσαι εἰπεῖν ἠδύναντο·
ἀναίσχυν τον γὰρ ἦν τὸ ῥῆμα·
ἀλλὰ σιωπῶσιν.
Ὅτε δὲ διὰ φλυαρίαν, πολλὰ φλυαροῦσιν·
ὅτε διὰ κατηγορίαν, μεγάλα κραυγάζουσιν·
«Αἶρε, αἶρε, σταύρωσον.»
Οὗτος ὁ ἄνθρωπος τάδε καὶ τάδε ἐποίησεν.
Ὅτι δεῖ ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι,
ἢ ἀπολέσαι, οἱ μὲν σιωπῶσιν·
ὁ δὲ, συλλυπούμενος τῇ καρδίᾳ ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, εἶπε τῷ ἀνθρώπῳ·
Οἱ βλέποντες βλεπέτωσαν, οἱ ἀνήκοοι,
ὡς βούλονται πράττειν, πραττέτωσαν·
οἱ σκληροκάρδιοι ἀπολιθούσθωσαν·
ἁπαλυνέσθω δέ σου ἡ δεξιά.
Ἔγειραι, μηκέτι προσαίτει.
Τὸ γὰρ, ἔγειραι, τὸ καθέζεσθαι ἐδήλου.
Ὁ δὲ ξηρὰν ἔχων τὴν χεῖρα τί ἐκαθέζετο,
ἢ πάντως εἰς τὸ προσαιτεῖν;
Οὐ δίδωμί σοι ἀργύριον, ἵνα μὴ ἀναλώσῃς·
ὑγείαν σοι δίδωμι, μη δέποτε δαπανωμένην.
Μηδὲ διὰ τὸ ξηρὰν ἔχειν τὴν χεῖρα προσαίτει,
ἀλλ' ἀπολαβὼν αὐτὴν ὑγιῆ, λοιπὸν καὶ σώαν ἐργασάμενος, ἔκτεινον τὴν χεῖρά σου πτωχῷ.
Ἔγειραι, καὶ στῆθι εἰς τὸ μέσον·
γενοῦ θέατρον τοῖς βλέπουσιν.
Ἐν σοὶ ὁ ἀγὼν λοιπὸν ἀγωνίζεται ὁ περὶ Σαββάτου.
Στῆθι εἰς τὸ μέσον, ἵνα καὶ οἱ χωλεύοντες τὰς ἰγνύας στῶσιν, ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἴδωσι.
Στῆθι εἰς τὸ μέσον, καὶ λαλήσας πρὸς τοὺς Ἰουδαίους τὰ εἰρημένα, ὅτι ἔξεστι τόδε ποιῆσαι ἢ οὔ;
Τότε λέγει πρὸς αὐτόν·
Ἔκτεινον τὴν χεῖρά σου·
οὐκ ἐγὼ ἅπτομαι, ἵνα μὴ Ἰουδαῖοι κατηγορήσωσιν·
ἵνα μὴ τὸ ἅψασθαι ἔργον εἶναι νομίσωσι, λόγῳ λαλῶ.
Οὐκ εἶπεν ὁ Θεὸς, Μὴ λάλει ἐν Σαββάτῳ.
Ἐὰν δὲ ὁ λόγος ἔργον γένηται, θαυμαζέσθω ὁ λαλήσας.
Ἔκτεινον τὴν χεῖρά σου.
Βλέπε μοι διαφορὰν πράγματος·
ὁ Πέτρος ἐν Ὡραίᾳ πύλῃ παραλυτικὸν σώζων,
πιάσας δεξιᾶς χειρὸς ἤγειρεν.
Ὁ δοῦλος κρατῶν ἐκτείνει·
ὁ δεσπότης κελεύων ἐκτείνει.
Ἔκτεινον τὴν χεῖρά σου·
σοὶ δίδωμι τὴν δύναμιν, καὶ τὴν ἐνέργειαν τῆς θεραπείας.
∆ιὰ τῶν λόγων κελεύσας ἐντίθημι·
Ἔκτεινον τὴν χεῖρά σου.
Ὁ μὲν εἶπεν, ὁ δὲ ἐποίησε.
Καὶ ἡ μὲν ξηρὰ χεὶρ ἀποκατεστάθη·
τὸ δὲ ξηρὸν τῆς διανοίας τῶν Ἰουδαίων οὐκ ἐθεραπεύθη·
ἀλλ' ἐξελθόντες, κατὰ τὸ ἀρτίως ἀνάγνωσμα,
διελογίζοντο, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.
∆ιαλογίζῃ, τί ποιήσεις;
προσκύνησον ὡς Θεὸν, προσκύνησον τὸν θαυματοποιὸν, προσκύνησον ἄνθρωπον τὰ ὑπὲρ ἄνθρωπον ἐργασάμενον.
Οὐκ ἐμπλάστρους προσέθηκεν, οὐκ ἐμβροχαῖς τισιν ἡπάλυνεν, οὐ μυρία φάρμακα ἰατρικὰ προσήνεγκεν.
Εἰς τὸ μέσον ἦν ὁ ἑστὼς, πάντες ἔβλεπον τὸ γενόμενον·
μὴ γὰρ κρύφιον ἦν τὸ ἐργαζόμενον·
ἵνα μή τις εἴπῃ·
Βοτάνην προσήνεγκεν, ἔμπλαστρον προσέθηκεν.
Ἔγειραι, στῆθι εἰς τὸ μέσον,
ἵνα πάντως μὴ κατηγορήσωσι τῆς ἀληθείας·
ἵνα ἀσυκοφάντητον γένηται τὸ πρᾶγμα.
Ἐξελθόντες δὲ ἐκεῖνοι διελογίζοντο, τί ποιήσωσι τῷ Ἰησοῦ·
ὡς καὶ ἐνταῦθα κατὰ τήνδε τὴν ὥραν, ἕστηκέ τις ξηρὰν ἔχων τὴν χεῖρα, ὁ μὴ ἐκτείνων πτωχῷ ἐλεημοσύνην.
Οὗτος κἀν ὑγιαίνῃ τὸ σῶμα, ξηρός ἐστι τὴν διάνοιαν.
Ἄκουσον καὶ σὺ κατὰ τήνδε τὴν ὥραν τῶν σωτηρίων λόγων λεγόντων·
Ἔκτεινον τὴν χεῖρά σου·
καὶ ἀπὸ τοῦ σήμερον ἄρξαι ποιεῖν ἐλεημοσύνην πτωχῷ.
Καὶ ἄλλως δὲ αὐτὸ λάβωμεν.
Πολλοί τινές εἰσιν ἀμελεῖς εἰς προσευχὰς, καὶ πᾶσαν μὲν τὴν ἡμέραν ἀσχολοῦνται περὶ ἐργασίας ἀνθρωπίνας, καταφρονοῦσι δὲ τῆς θείας ἐργασίας τῶν προσευχῶν.
Καὶ πρὸς τοῦτον λεγέτω ὁ Σωτήρ·
Ἔκτεινον τὴν χεῖρά σου, καθὼς λέγει ὁ Ἀπόστολος·
«Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας, ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας.»
Αὐτάρκως δὲ τῶν λόγων ἡμῶν προχωρησάντων,
ἀναστάντες καὶ ἡμεῖς ἐκτείνωμεν τὰς χεῖρας,
καὶ μὴ μόνον ἐν ἡμέρᾳ, ἀλλὰ καὶ ἐν νυκτί·
«Ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια,
καὶ εὐλογεῖτε τὸν Κύριον.»
Καὶ διαπετάσωμεν χεῖρας ὁσίους, νιψάμενοι ἐν ἀθώοις·
ἵνα, τὸν τῶν ὅλων Θεὸν ἐπικαλούμενοι, τῆς παρ' αὐτοῦ βοηθείας ἀπολαύσωμεν, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ Θεῷ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα