Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Περὶ Ἀναστάσεως - Λόγος Δ. - Ἀποσπάσματα

Περὶ Ἀναστάσεως - Λόγος Δ. - Ἀποσπάσματα


Ἁγίου Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας
Ἀποσπάσματα ὁλίγα τινὰ εἰς τὴν πρὸς Κορινθίους Α' ἐπιστολή
.

ΛΟΓΟΣ ∆.

Γνωρίζω δὲ ὑμῖν ἀδελφοὶ τὸ εὐαγγέλιον
ὃ εὐηγγελισάμην ὑμῖν.
Ἐπὶ καιροῦ δὴ λίαν καὶ σοφῶς εὐαγγέλιον ἀποκαλεῖ
τὸ περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως κήρυγμα,
καὶ αὐτοῦ δὲ πάντως τοῦ Χριστοῦ·
καὶ γάρ ἐστιν ἀληθῶς ἀγαθοῦ παντὸς ἀπαγγελία
τοῖς τὴν πίστιν εἰσδεδεγμένοις·
ἐν αὐτῷ δέ φησιν αὐτοὺς ἑστάναι τε καὶ σώζεσθαι.
τοῦ μὲν ἑστάναι κατασημαίνοντος
τὸ ἐν ἑδραιότητι τῆς ἐλπίδος
καὶ τὸ ἐν καλῷ τῆς δόξης γενέσθαι τοὺς πεπιστευκότας·
τοῦ δέ γε σώζεσθαι,
τὸ καὶ αὐτῆς ἀναπεφάνθαι τῆς ἁμαρτίας ἀμείνους,
καὶ τῶν τοῦ θανάτου βρόχων ἐπέκεινα δραμεῖν.
Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον.

Παραδεδωκέναι φησὶν αὐτοῖς οὐ τὸ εἰς νοῦν ἧκον
ἁπλῶς καὶ ἀβασανίστως εἰσδεδεγμένον,
ἀλλ' εὐαγγέλιον ὃ παρέλαβεν, ἐνιέντος αὐτῷ
τὴν γνῶσιν τοῦ δι' ἡμᾶς ἐνηνθρωπηκότος·
ἔφη γὰρ πάλιν ὁ αὐτὸς διὰ τοῦ εὐαγγελίου:
"Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ,
οὐδὲ ἐδιδάχθην, "
ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ."
εἴπερ οὖν ἐστι θεοδίδακτος ὁ παραδιδοὺς,
πῶς οὐκ ἀληθὲς τὸ δι' αὐτοῦ κηρυσσόμενον,
ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν
κατὰ τὰς γραφὰς, δηλονότι τῆς τε παλαιᾶς καὶ νέας;
πολλοὶ γὰρ λίαν οἵ τε τοῦ θανάτου Χριστοῦ
καὶ τῆς ἀναστάσεως μάρτυρες·
εἶναι λοιπὸν κατ' οὐδένα τρόπον ἐνδοίαστον τὸ ἐκτεθνάναι μὲν ὑπὲρ ἡμῶν κατὰ σάρκα Χριστὸν Ἰησοῦν,
ἵν' ἐξέλῃ τοῦ κόσμου τὴν ἁμαρτίαν·
ἐγηγέρθαι τε αὖ πατοῦντα τὸν θάνατον,
ἵνα καὶ ἡμεῖς τὸ χρῆμα κερδάνωμεν.
ἀναγκαίως δὲ εἰς τὸ παρὸν οὐ τεθνάναι μόνον,
ἀλλὰ καὶ τετάφθαι φησὶν αὐτόν·
πιστούμενος γὰρ τὸ τεθνάναι κατὰ ἀλήθειαν ὁ Ἐμμανουὴλ, τέθειται ἐν μνημείῳ·
πλὴν ἀνεβίω, καθάπερ ἔφην ἀρτίως·
διὰ μὲν τοῦ τεθνάναι σαρκὶ πληροφορῶν ὅτι γέγονε σὰρξ, καίτοι Θεὸς ὢν ὁ Λόγος·
διὰ δὲ τοῦ πατῆσαι τὸν θάνατον,
ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ἐναργῶς ἀποφαίνων.
πλὴν οὐκ ἀλλότριον ζωοποιεῖ ναὸν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐδὲ τό τινος ἁπλῶς, σῶμα δὲ μᾶλλον τὸ ἴδιον αὐτοῦ, δι' οὗ καὶ ὑπὲρ ἡμῶν τεθνάναι λέγεται,
ἵνα καὶ τὸ τῆς ἀναστάσεως ἀγαθὸν ὑπὲρ ἡμῶν
ἀληθῶς γεγονὸς εὑρεθῇ·
ὅλη γὰρ ἦν ἡ ἀνθρώπου φύσις ἐν αὐτῷ πατοῦσα τὸν θάνατον·
οὕτω γὰρ αὐτῷ συνταφῆναί τε καὶ συνεγηγέρθαι λεγόμεθα, συγκαθίσαι τε καὶ "ἐν τοῖς ἐπουρανίοις."
οὐκοῦν ἐγηγέρθαι μέν φησι κατὰ τὰς γραφὰς,
ὦφθαι δὲ τοῖς ἁγίοις ἀποστόλοις,
ἀνὰ μέρος τε τισὶν ὡς ἐξειλεγμένοις,
καὶ μὴν καὶ κατὰ πληθύν·
ὤφθη δὲ κἀμοὶ ὡσπερεὶ τῷ ἐκτρώματι τῶν ἀποστόλων.
μετριάζει δὲ σφόδρα, διῶξαί τε τὴν ἐκκλησίαν ἰσχυρίζεται, πλὴν ἠλεῆσθαι παρὰ Χριστοῦ καὶ κεκλῆσθαι πρὸς ἀποστολήν·
ἀποφῆναι δὲ τὸ μέγα τῆς ἀναστάσεως μυστήριον,
οὔτε τοῖς ἀρχαίοις ἁγίοις ἠγνοημένον·
προείρηται γάρ·
οὔτε μὴν τοῖς ἐξειλεγμένοις εἰς ἀποστολὴν οἳ
καὶ "αὐτόπται καὶ ὑπηρέται γεγόνασι τοῦ λόγου."
Εἰ δὲ Χριστὸς κηρύσσεται
ὅτι ἐκ νεκρῶν ἐγήγερται,
πῶς λέγουσί τινες ἐν ὑμῖν
ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;

Καταπλήττεται τῶν οὐκ οἶδ' ὅπως ἀναπεπεισμένων
ταῖς ἱεραῖς τε καὶ θείαις ἀντιφέρεσθαι γραφαῖς,
καὶ ἕτερόν τι παρὰ τοῦτο φρονεῖν ἀποτολμώντων·
εἰ γὰρ ἀπέθανεν ὁ Χριστὸς
οὐχ ἵνα μένῃ νεκρὸς,
ἀλλ' ἵνα κρείττων θανάτου καὶ φθορᾶς εὑρεθεὶς,
ὁδὸς ὥσπερ τις καὶ θύρα τῇ τοῦ ἀνθρώπου γένηται φύσει πρός τε τὸ δύνασθαι καταθλεῖν τῆς φθορᾶς
καὶ παλινδρομῆσαι πρὸς ζωὴν, πῶς, ἐγηγερμένου τοῦ δι' ἡμᾶς ἐν νεκροῖς ἵνα καὶ ἡμεῖς σὺν αὐτῷ πρὸς ζωὴν,
τοῖς τοῦ θανάτου βρόχοις καταδεσμοῦσιν ἔτι τοὺς δι' οὓς τεθνάναι καὶ ἀναβιῶναι λέγεται Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Ἐμμανουήλ;
τί παραιροῦνται τὸ γένος τὸ ἀνθρώπινον τῶν ἐξ ἀναστάσεως ἀγαθῶν,
καὶ τὸ τῆς μετὰ σαρκὸς οἰκονομίας συκοφαντοῦσι πέρας;
εἰ γὰρ γέγονεν ὁ Χριστὸς ἀπαρχὴ τῶν κεκοιμημένων
καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν,
ἕψεταί που πάντως ἀπαρχῇ ἰδίᾳ τὸ λεῖπον αὐτῇ,
καὶ τῷ πρωτοτόκῳ συμπαρομαρτήσειεν
ἂν, καὶ μάλα εἰκότως,
οἷόν περ ἂν νοοῖτο πρωτότοκος.
καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος
"Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, "ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα."
οὐκοῦν εἰ συναινοῦσί τινες ὡς ἐγήγερται μὲν ὁ Χριστὸς,
οὐ προσίενται δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸ μυστήριον, ἠγνοήκασι παντελῶς τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς τὸν σκοπόν·
γέγονε γὰρ ἄνθρωπος οὐ δι' ἑαυτὸν ὁ Θεὸς Λόγος,
"ἀντὶ δὲ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας·"
διὰ ποῖαν αἰτίαν, διδάξει λέγων αὐτὸς ὁ σοφώτατος Παῦλος
"̓Επειδὴ γὰρ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, "καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν,
ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον,
καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου
διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας."
οὐκοῦν εἰ μὴ καταργηθῇ θάνατος,
εἰκαῖον αὐτῷ τὸ σκέμμα,
ἀνόνητον δὲ καὶ ἡμῖν αὐτοῖς τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον·
διημαρτήκαμεν δὲ καὶ τῆς εἰς ζωὴν ἐλπίδος·
κεκλήμεθα δὲ πῶς εἰς υἱοθεσίαν καί ἐσμεν τέκνα Θεοῦ, καθά φησιν Ἰωάννης ὁ σοφός;
εἴπερ ἐστὶν ἀληθὲς ὡς "υἱοθεσίαν ἀπεκδεχόμεθα τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν,"
ποῖα δὲ ὅλως ἡ ἀπολύτρωσις,
εἰ μὴ θανάτου κρείττους ἡμᾶς ἀπέφηνεν ὁ Χριστός;
ἢ πῶς "μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ;"
ποῖος γὰρ ὅλως ὁ τοῦδε καιρὸς,
εἰ μὴ ἀπρακτήσῃ θάνατος;
ἢ ποῖος ἔσται μετασχηματισμὸς, τοῖς ἐν ταυτότητι,
μᾶλλον δὲ καὶ ἐν χείροσιν ἐσομένοις;
Ἄθρει δὲ ὅπως περιίστησιν εὐτέχνως εἰς ἀναγκαίαν ὁμολογίαν τοῦ χρῆναι λέγειν ὡς ἀναβιώσονται κατὰ καιροὺς τὰ ἐκ γῆς ἡμῶν σώματα.
εἰ γὰρ δὴ, φησὶ, διὰ πάσης τῆς θεοπνεύστου γραφῆς ἐγηγερμένος ἐκ νεκρῶν διακεκήρυκται Χριστὸς,
πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν;
ἀπέθανεν γὰρ, ὡς ἤδη φθάσαντες εἴπομεν,
οὐχ ἑαυτῷ μᾶλλον ἀλλ' ἡμῖν·
ἵν' ἐπείπερ ἐστὶ ζωὴ κατὰ φύσιν ὡς Θεὸς,
τῷ θανάτῳ τῆς ἰδίας σαρκὸς καταργήσῃ θάνατον,
ὡς ἑψομένης αὐτῷ τῆς ἀνθρώπου φύσεως·
ἀνεβίω γὰρ καὶ γέγονεν ὥσπερ τις ἀνθρωπότητος ἀπαρχὴ μεταφοιτώσης εἰς ζωὴν καὶ ἀνακτιζομένης εἰς ἀφθαρσίαν καὶ νικώσης θάνατον·
καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ·
λαβόντος τοῦ πράγματος τὴν ἀρχὴν,
πῶς ἀπομενοῦμεν ἐν γῇ;
ἢ πῶς ἐν ὑμῖν τινες ἀποτολμῶσι λέγειν οὐκ ἀναβιώσεσθαι τοὺς νεκρούς;
Σαδδουκαῖοι δὲ οὗτοι, κατά γε τὸ εἰκός·
ἔφασκον γὰρ αὐτοὶ:
"μὴ εἶναι ἀνάστασιν μήτε ἄγγελον μήτε πνεῦμα·"
σεσυκοφαντήκασι δὲ τῆς ἀναστάσεως τὸ μυστήριον
καὶ Ὑμέναιος καὶ Ἀλέξανδρος "λέγοντες ἀνάστασιν ἤδη γεγονέναι·"
πλὴν ἐναυάγησαν ἐκεῖνοι περὶ τὴν πίστιν,
καὶ ὅσοι ταῖς ἐκείνων ἐξιτηλίαις ἕπεσθαι βούλονται.
Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται,
κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν.
Ἀκολουθεῖ γὰρ ὥσπερ τῷ πρώτῳ τὸ δεύτερον,
καὶ τῷ δευτέρῳ συναναιρεῖται τὸ πρῶτον·
οὗ δὴ γεγονότος,
ἤγουν πρὸς ἡμῶν παραδεχθέντος εἰς πίστιν,
κενὸν καὶ ἀδρανὲς ἔσται τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα·
κενὴ καὶ ἡ πίστις·
ἔχει γὰρ ὧδε τὸ ῥῆμα τῆς πίστεως τὸ διὰ τῶν ἁγίων μυσταγωγοῦν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν μεμυσταγωγημένοις·
πῶς οὖν ἔτι πιστεύσομεν, εἰ μὴ ἀνεβίω κατά τινας;
εὑρισκόμεθα γάρ φησι καὶ ψευδομάρτυρες
κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρεν τὸν Χριστὸν,
ὃν οὐκ ἤγειρεν εἴπερ νεκροὶ οὐκ ἐγείρονται.
εἶτα τοσαύτη πληθὺς ἁγίων πῶς ἂν διαφύγοι συκοφαντίας γραφήν;
οὐκοῦν εἶεν ἂν οὐδὲ ἅγιοι· πόθεν;
οἷς ἂν εἴη τὸ πλημμέλημα συκοφαντία κατὰ τοῦ Θεοῦ·
ἀλλ' οὐχ ὧδε ταῦτα ἔχει, ἀψευδεῖς γὰρ οἱ μυσταγωγοὶ Χριστὸν ἐγηγέρθαι λέγοντες.

Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν.
Ἀληθέστατα καὶ λίαν ὀρθῶς προσεπάγει τοῖς ἄλλοις
καὶ τοῦτο·
δικαιοῖ μὲν γὰρ ἡ πίστις, ἀλλ' εἴ τις αὐτῇ καθαρίζει
τὸ μάταιον ὡς Χριστοῦ μὴ ἐγηγερμένου,
τί τὸ διάφορόν ἐστι λοιπόν;
οὐκοῦν ἐνεσχήμεθα τοῖς ἀρχαίοις ἐγκλήμασιν,
ἀναπόνιπτον ἔχομεν τὴν ἁμαρτίαν·
μάτην καὶ ὁ θεσπέσιος ἔφη μελῳδός:
"Εὐδόκησας κύριε τὴν γῆν σοῦ, ἀφῆκας τὰς "ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας "αὐτῶν·"
καὶ πάλιν "Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι,
"καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·
μακάριος ἀνὴρ ᾧ οὐ "μὴ λογίσηται Κύριος ἁμαρτίαν·"
καίτοι τὸν ἔν γε τούτοις μακαρισμὸν ἐπί τε τὴν περιτομὴν καὶ τοὺς ἐξ ἐθνῶν κατευρύνεσθαι,
φησὶν ὁ μακάριος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους·
δεδικαιώμεθα γὰρ ἐν Χριστῷ, "
Ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν
καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν."
Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο.
Ἠπάτηνται γὰρ ὡς ἔοικεν καὶ ἀμισθὶ τεθείκασιν
ὑπὲρ αὐτοῦ τὴν ψυχὴν, εἴ γε μὴ ἐγήγερται Χριστός·
εἰ μὴ ἀθανασίας ἐστὶ πλήρης τῶν ἁγίων ἡ ἐλπὶς,
εἰ μὴ προσδοκῶσι συμβασιλεύειν αὐτῷ,
ἀπολώλασι τάχα που,
καὶ ἐπ' οὐδενὶ τῶν χρησίμων καὶ αὐτὸν ἀνατλάντες
τὸν θάνατον ζημίαν ἔχουσι πόνων·
ἄπαγε τῆς οὕτω δεινῆς ἀμαθίας·
"ἀναστήσονται γὰρ οἱ νεκροὶ,
καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις,"
κατὰ τὴν τοῦ προφήτου φωνὴν,
καὶ ταλαντεύει ἑκάστῳ τὸ ὅτι μάλιστα πρέπον αὐτῷ
τῶν στεφάνων ὁ διανομεὺς,
ἐποίσει δὲ πάντως τοῖς δυσσεβοῦσιν τὴν κόλασιν·
κρίτης γάρ ἐστιν τῶν ὅλων ὡς Θεός.
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν,
ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο κ.τ.λ.

∆έχεται λοιπὸν ὡς ὁμολογούμενον τὸ χρῆναι πιστεύειν,
ὡς ἀνεβίω μὲν Χριστὸς,
καὶ γέγονεν ἀπαρχὴ τῶν κεκοιμημένων,
πρῶτος τῶν ἐπὶ τῆς γῆς πατήσας τὸν θάνατον·
καθάπερ ἀμέλει καὶ ὁ προπάτωρ Ἀδὰμ
πρῶτος εἰς αὐτὸν ἐμβέβηκεν,
καὶ γέγονεν ἀπαρχὴ τῶν ὠλισθηκότων εἰς φθοράν·
ἕψεται δὲ ὅτι τῇ τοῦ Σωτῆρος ἡμῶν ἀναστάσει
καὶ ἡ τῶν νεκρῶν, προσεπάγει λέγων:
Ὥσπερ γὰρ δι' ἀνθρώπου θάνατος
καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν.
ἄθρει δὲ ὅπως τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον θεοπρεποῦς ἀνάμεστον εὐτεχνίας ἀποφαίνει πάλιν·
ἔδει γὰρ ἔδει, φησὶν,
ἄνθρωπον ὑπὲρ ἡμῶν νικῆσαι τὸν θάνατον·
ταύτης τε ἕνεκα τῆς αἰτίας ὁ ἐκ Θεοῦ πεφηνὼς Θεὸς Λόγος, οὐκ ἀγγέλων ἐπελάβετο,
καθά φησιν αὐτὸς,
ἀλλὰ σπέρματος Ἁβραὰμ,
ἵνα κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῇ·
ἔδει γὰρ, ὡς ἔφην, θεραπεύεσθαι τὸ ἠῤῥωστηκὸς, ἀναστῆναι τὸ πεπτωκός·
ἔδει καταθλῆσαι θανάτου δι' ὑπακοῆς καὶ δικαιοσύνης τὸ ὑπ' αὐτῷ γεγονὸς διὰ παραβάσεως καὶ ἁμαρτίας·
ταύτῃ γέγονεν ἄνθρωπος οὐκ εἰδὼς ἁμαρτίαν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος,
ἵν' ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες κατακεκρίμεθα,
τῆς ἀνθρώπου φύσεως παθούσης τὸν θάνατον,
οὕτω καὶ δικαιωθέντες ἐν Χριστῷ συναποδυσόμεθα
τῇ ἁμαρτίᾳ τὸν ἐξ αὐτῆς ἀναφύντα θάνατον.
καὶ μαρτυρήσει λέγων αὐτὸς ὁ θεσπέσιος Παῦλος:
"Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί."
οὐκοῦν ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσι, καταδεδικασμένης ὡς ἔφην ἐν αὐτῷ τῆς φύσεως διὰ τὴν παράβασιν, οὕτως ἐν τῷ Χριστῷ ζωοποιηθήσονται,
πάλιν εὐλογουμένης ἐν αὐτῷ τῆς φύσεως κατὰ τὸν ἴσον τρόπον διὰ τὴν δικαίωσιν.
λύσις οὖν ἄρα τῶν πρώτων τὰ δεύτερα·
"Παρεδόθη γὰρ διὰ τὰ παραπτώματα ἡμῶν
καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν·"

ἐγηγερμένῳ δὴ οὖν συνεγηγέρμεθα καὶ ἡμεῖς·
ζωὴ γάρ ἐστι κατὰ φύσιν ὁ ἐκ Θεοῦ Λόγος·
οὐχὶ δήπου μόνῃ τῇ ἰδίᾳ σαρκὶ τὸ τῆς αὐτοῦ φύσεως ἀγαθὸν δωρούμενος, φημὶ δὴ τὴν ζωὴν,
ἀλλ' εἰς ὅλην αὐτὸ παραπέμπων τὴν τοῦ ἀνθρώπου φύσιν.
ἐγήγερται μὲν γὰρ ὁμολογουμένως ὡς ἀπαρχὴ Χριστὸς, "ἵνα γένηται ἐν πᾶσιν αὐτὸς "πρωτεύων,"
κατὰ τὸ γεγραμμένον·
ἕψεται γεμὴν ἐν καιρῷ τὸ ἀναβιῶναι τοὺς ἄλλους,
πλὴν κατὰ τὸ εἰκὸς οὐ χύδην,
ἀλλ' ἐν κόσμῳ τε καὶ διακεκριμένως καὶ οἷον ἐν κελεύσματι.
μετὰ γάρ τοι τὴν ἀπαρχὴν, τουτέστι Χριστὸν,
τοὺς αὐτοῦ φησιν ἐγερθήσεσθαι·
δῆλον δὲ ὅτι τοὺς ἐν καιρῷ τῆς ἐπιδημίας,
ἤγουν γεγονότας μετὰ τὴν ἐνανθρώπησιν,
καὶ ὡς ἐν πίστει κεκοιμημένους.
ἦσαν μὲν γὰρ ὁμολογουμένως ἅγιοι κατὰ καιροὺς ἐν τῷ Ἰσραὴλ, τῆς ἐν νόμῳ ζωῆς ἐπαινουμένης τε καὶ κρατούσης ἔτι·
πλὴν ἀμείνους οἱ ἐν Χριστῷ, δεδικαίωνται γὰρ διὰ πίστεως, καὶ τῆς θείας φύσεως γεγόνασι κοινωνοὶ,
καὶ τὸ τῆς υἱοθεσίας ἐκπεπλουτήκασι πνεῦμα·
κέκληνται δὲ καὶ εἰς ἀδελφότητα κατὰ χάριν τοῦ κατὰ φύσιν τε καὶ ἀληθῶς Υἱοῦ·
καὶ ἦν μὲν πνεῦμα δουλείας ἐν τοῖς ὑπὸ νόμον,
κράζομεν δὲ ἡμεῖς "Ἀββᾶ ὁ πατήρ."
οὐκοῦν ἀμείνους, ὡς ἔφην, τῶν ἀρχαιοτέρων οἱ ἐν Χριστῷ·
τοιγάρτοι καὶ πρώτους αὐτοὺς ἀναβιώσεσθαί φησιν,
οἷον ἰόντας κατ' ἴχνος τῇ πάντων ἀρχῇ,
διά τοι τὸ εἶναι προσεχεστέρους αὐτῇ,
καὶ προτετιμῆσθαι ταύτῃ τοι τῶν ἄλλων.
ὑπεμφαίνει δέ τι τοιοῦτον καὶ αὐτὸς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν παραβολαῖς εὐαγγελικαῖς·
ἔφη γὰρ ὅτι τοὺς ἐργάτας εἰς τὸν ἀμπελῶνα μισθούμενος·
οἰκοδεσπότης δὲ οὗτος·
"ὀψίας γεγενημένης ἔφη τῷ ἐπιτρόπῳ αὐτοῦ:
Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων."

Εἶτα τὸ τέλος, ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρὶ, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν
καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν.
Παραδοθήσεσθαί φησιν τῷ Θεῷ καὶ Πατρὶ τὴν βασιλείαν παρὰ τοῦ Υἱοῦ, κατηργημένης ἀρχῆς ἁπάσης τῶν ἀκαθάρτων πνευμάτων καὶ αὐτοῦ τοῦ θανάτου λοιπὸν ἀπρακτοῦντος εἰσάπαν.
Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα,
τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν.
Ἐπειδή τινες ἐξευτελίζειν πειρῶνται τό γε ἐφ' ἑαυτοῖς
τὸν Υἱὸν λέγοντες παραδιδόναι τῷ Πατρὶ τὴν βασιλείαν
καὶ ὑποτάττεσθαι ὡς μειζόνι,
λεκτέον ὅτι ὁ Υἱὸς ὑπέμεινεν τὴν ἐθελούσιον κένωσιν γεγονὼς καθ' ἡμᾶς,
καὶ οἷον ἐξ ὑψωμάτων ἑαυτὸν ταπεινώσας,
σύμμορφος ὢν καὶ ἴσος τῷ Πατρί·
καὶ κέκρυπται μὲν ἐν Θεῷ,
ἀποκαλυφθήσεται γεμὴν ἐν δόξῃ κατὰ τὸν τῆς συντελείας τοῦ νῦν αἰῶνος καιρὸν,
νῦν ἐν δεξίᾳ καθήμενος τοῦ Πατρός.
εἰ δὲ καταβιβάζεται τῆς νῦν ἐνούσης αὐτῷ τιμῆς,
δευτέραν ἆρα κένωσιν ὑφίσταται;
εἰ δὲ καὶ τὴν βασιλείαν παραδίδωσι,
πῶς ἔρχεται "μετὰ τῶν ἁγίων ἀγγέλων ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ;"
οὐκοῦν καὶ ἀνεθέλητον τῷ Υἱῷ τὸ "ὑπὸ τοὺς πόδας αὐτοῦ τεθῆναι τοὺς "ἐχθροὺς αὐτοῦ," εἴ γε νῦν μὲν συμβασιλεύει τῷ Πατρὶ, τότε δὲ τῆς βασιλείας ἐκπίπτει.
ὅμως κἂν ὑποτάσσεται ὁ Υἱὸς τῷ Πατρὶ οὐ κατὰ τοῦτο ἥττων ἐστὶ τοῦ Πατρός·
τὸ γὰρ τῆς ὑποταγῆς χρῆμα,
οὐ φύσεως καὶ οὐσίας ὅρος ἐστὶν,
ἀλλὰ πράγματος ὑπεμφαίνει τρόπον.
εἰ γένοιτο καὶ ἐφ' ἡμῶν οὐχ ἑτεροουσίους ὄντας ἀλλήλοις ἀποφαίνει· πόθεν;
ὑποτάττεται γὰρ πατρὶ μὲν ὁ υἱὸς,
δεσπότῃ δὲ δοῦλος,
διδασκάλῳ δὲ μαθητὴς,
ἡγουμένῳ δέ τις τῶν ὑπὸ χεῖρα καὶ ὑπεζευγμένων.
ἀλλ' οὐδὲν ἐν τούτοις ὁ τῆς ὁμοουσιότητος ἀδικεῖται λόγος·
εἰσὶ γὰρ ἀλλήλοις ὁμοειδεῖς,
κἂν εἰ τοῦτον ἔχοιεν τὸν τρόπον,
εἴκοντές τε ἀλλήλοις καὶ ὑποταττόμενοι καὶ τὸ μὴ οὐκ ἀτιμάζοντες διὰ τὸ σύμφερον.
τὸ τοίνυν καὶ ἐφ' ἡμῶν ἀσθενοῦν πῶς ἐπὶ Θεοῦ κρατύνουσιν;
εἰ γὰρ φύσεως ἰδιότης ἤτοι μέτρον καθά φασι τὸ ὑποτάττεσθαί ἐστι τῷ Υἱῷ, τὸ μὴ ὑποτάττεσθαι φύσεως ἑτέρας ἰδιότης ἐστὶν αὐτῷ, τάχα που τὸ ἄμεινον παρ' ἐκείνην ἐχούσης, εἴπερ ἐστὶν ἐν μείοσιν ἡ ὑποταγή·
οἰκονομικῶς γὰρ ὑποτάττεται δι' ἡμᾶς.
ὁ δὲ τῶν ῥητῶν οὕτως·
ἐπειδὴ ὁ ἄνθρωπος ἁμαρτήσας γέγονεν ὑπὸ φθορὰν καὶ ὑπὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων ἀποστὰς τοῦ φύσει Θεοῦ, γέγονε δι' ἡμᾶς ἄνθρωπος ὁ Μονογενὴς καὶ κατήργηκε τοῦ θανάτου τὸ κράτος, ἐξῆρε καὶ τὴν τοῦ θανάτου ῥίζαν τὴν ἁμαρτίαν, ἐξέβαλε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου.
ταῦτα δὲ πάντα πεποιηκὼς καὶ τῆς ὅλης οἰκονομίας συμπεπερασμένης, παραδίδωσι τουτέστι προσκομίσει τῷ Πατρὶ τὴν βασιλείαν τὴν διηρπασμένην πάλαι καὶ ὑφ' ἑτέροις γεγενημένην, τὸ κατεξουσιάζειν πάντων τῶν ἐπὶ γῆς ἀποκαταστήσας αὐτῷ, κατηργημένου τοῦ θανάτου καὶ τοῦ τυραννήσαντος κατ' αὐτῶν σατανᾶ, ἕξει πάλιν ὁ Υἱὸς καὶ εἰς τὸν μέλλοντα αἰῶνα τῆς κατὰ πάντων ἐξουσίας τὴν ὑπεροχήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Ραδιοσταθμοί

Ακούστε (((ο)))
Ραδιόφωνο: Άγιοι Ισίδωροι

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα