Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Περὶ ἀρετῶν καὶ κακιῶν, ψυχικῶν καὶ σωματικῶν

Περὶ ἀρετῶν καὶ κακιῶν, ψυχικῶν καὶ σωματικῶν


ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ Ἰωάννου ∆αμασκηνοῦ

Ἰστέον οὖν ὅτι διπλοῦς ὢν ὁ ἄνθρωπος,
ἤγουν ἐκ ψυχῆς καὶ σώματος,
διπλᾶς ἔχει καὶ τὰς αἰσθήσεις, καὶ τὰς τούτων ἀρετάς·
καὶ πέντε μέν εἰσι τῆς ψυχῆς, καὶ πέντε τοῦ σώματος.

Καὶ αἱ μὲν ψυχικαὶ αἰσθήσεις,
ἃς καὶ δυνάμεις αὐτὰς οἱ σοφοὶ λέγουσιν, εἰσὶν αὗται·
νοῦς, διάνοια, δόξα, φαντασία, καὶ αἴσθησις.

Αἱ δὲ σωματικαὶ, ὅρασις, ὄσφρησις, ἀκοὴ, γεῦσις, καὶ ἁφή·
ὅθεν τοι διπλαῖ τούτων αἱ ἀρεταὶ, διπλαῖ καὶ αἱ κακίαι·
ὥστε ἀναγκαῖον εἰδέναι σαφῶς πάντα ἄνθρωπον,
πόσα μέν εἰσι τὰ ψυχικὰ πάθη, ποῖα δὲ τὰ σωματικά·

καὶ ψυχικὰς μὲν ἀρετὰς λέγομεν εἶναι προηγουμένως γενικωτάτας τέσσαρας ταύτας, αἵτινές εἰσιν αὗται,
ἀνδρεία, φρόνησις, σωφροσύνη, καὶ δικαιοσύνη·

καὶ ἐκ τούτων ἀποτίκτονται ψυχικαὶ ἀρεταί·
πίστις, ἐλπὶς, ἀγάπη, προσευχὴ, ταπείνωσις, πραότης, μακροθυμία, ἀνεξικακία, χρηστότης, ἀοργησία, γνῶσις θεία, τὸ ἄθυμον, τὸ ἁπλοῦν, τὸ ἀτάραχον, τὸ ἀνυπόκριτον, τὸ ἄτυφον, τὸ ἀνυπερήφανον, τὸ ἄφθονον, τὸ ἄδολον, τὸ ἀφιλάργυρον, τὸ συμπαθὲς, τὸ ἐλεημονητικὸν, τὸ μεταδοτικὸν, τὸ ἄφοβον, τὸ ἄλυπον, τὸ κατανυκτικὸν, τὸ αἰδεστικὸν, ἡ εὐλάβεια, ἡ τῶν μελλόντων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, ἡ τῆς υἱοθεσίας ἐπιθυμία.

Ἀρεταὶ δὲ σωματικαὶ αὗται, μᾶλλον δὲ ἐργαλεῖα ἀρετῶν,
ἐν γνώσει καὶ κατὰ Θεὸν γινόμεναι, ἔξω τε πάσης ὑποκρίσεως καὶ ἀνθρωπαρεσκείας, εἰς προκοπὴν ταπεινώσεως, καὶ ἀπαθείας φέρουσαι τὸν ἄνθρωπον·
στάσις παννύχιος, κάμψις γονάτων ἐγκράτεια, νηστεία, δίψα, ἀγρυπνία, συνεχὴς, ἀλουσία, μονοχιτωνία, ξηροφαγία, βραδυφαγία, βραχυφαγία, ὑδροποσία, χαμευνία, πτωχεία, ἀκτημοσύνη τὸ αὐχμηρὸν, τὸ ἀκαλλώπιστον, τὸ ἀφίλαυτον, μεμονωμένον, τὸ ἥσυχον, τὸ ἀπρόϊτον, τὸ ἐνδεὲς, τὸ αὐταρκὲς, τὸ σιωπηλὸν, τὸ ταῖς οἰκείαις χερσὶν ἐργόχειρον μετέρχεσθαι, καὶ πᾶσα κακοπάθεια, καὶ ἄσκησις σωματική·
ἅπερ ἅπαντα, τοῦ σώματος ῥωστοῦντος,
καὶ ὑπὸ τῶν σαρκικῶν παθῶν ὀχλουμένου,
ἀναγκαιότατα καὶ ὠφελιμώτατα·
ἀσθενοῦντος δὲ, καὶ Θεοῦ βοηθείᾳ τούτων περιγενομένου,
οὐ τοσοῦτον ἀναγκαῖά εἰσιν, ὡς τῆς ἁγίας ταπεινώσεως,
καὶ εὐχῆς τὰ πάντα ἀναπληρούσης.

Ὀφείλομεν οὖν εἰπεῖν,
καὶ περὶ τῶν ψυχικῶν καὶ σωματικῶν, ἤγουν παθῶν·

καὶ ψυχικὰ μέν εἰσι πάθη ταῦτα, λήθη, ῥᾳθυμία, καὶ ἄγνοια·
ὑφ' ὧν δηλαδὴ τῶν παθῶν τούτων ὁ ὀφθαλμὸς τῆς ψυχῆς, ἤτοι ὁ νοῦς, σκοτιζόμενος, κυριεύεται ὑπὸ πάντων τῶν παθῶν, ἅτινά εἰσι ταῦτα, ἀσέβεια, κακοδοξία, ἤγουν πᾶσα αἵρεσις, βλασφημία, θυμὸς, ὀργὴ, πικρία, ὀξυχολία, μισανθρωπία, μνησικακία, καταλαλία, κατάκρισις, λύπη ἄλογος, φόβος, δειλία, ἔρις, ζῆλος, φθόνος, κενοδοξία, ὑπερηφανία, ὑπόκρισις, ψεῦδος, ἀπιστία, πλεονεξία, φιλοϋλία, προσπάθεια, σχέσις γηΐνων, ἀκηδία, μικροψυχία, ἀχαριστία, γογγυσμὸς, τύφος, οἴησις, σοβαρότης, ἀλαζονεία, φιλαρχία, ἀνθρωπαρέσκεια, δολιότης, ἀναίδεια, ἀναισθησία, κολακεία, ὑπουλότης, εἰρωνεία, διψυχία, αἱ συγκαταθέσεις τῶν ἁμαρτημάτων ἐκ τοῦ παθητικοῦ μέρους, καὶ ἡ συνεχὴς τούτων μελέτη, πλάνη λογισμῶν, φιλαυτία ἡ τῶν κακῶν γεννήτρια, καὶ ἡ ῥίζα πάντων τῶν κακῶν φιλαργυρία, κακοήθειά τε καὶ πονηρία.

Σωματικὰ δὲ πάθη·
γαστριμαργία, λαιμαργία, τρυφὴ, μέθη, λαθροφαγία, φιληδονία ποικίλη, πορνεία, μοιχεία, ἀσέλγεια, ἀκαθαρσία, αἱμομιξία, παιδοφθορία, κτηνοβατία, ἐπιθυμίαι κακαὶ, καὶ πάντα τὰ παρὰ φύσιν καὶ αἰσχρὰ πάθη, κλεψία, ἱεροσυλία, λῃστεία, φόνος, σωματικὴ ἄνεσις καὶ ἀπόλαυσις τῶν θελημάτων τῆς σαρκὸς, ὑγιαίνοντος μᾶλλον τοῦ σώματος, μαντεῖαι, μαγεῖαι, γοητεῖαι, οἰωνισμοὶ, κληδονισμοὶ, φιλοκοσμίαι, περπερεῖαι, βλακεῖαι, καλλωπισμοὶ, ἐπιτρίμματα προσώπων, ἡ κατάκριτος ἀργεία, μετεωρισμοὶ, κυβεῖαι, ἡ ἐμπαθὴς τῶν τοῦ κόσμου ἡδέων παράχρησις, ἡ φιλοσώματος ζωὴ, ἥ τις παχύνουσα τὸν νοῦν, γεώδη καὶ κτηνώδη τοῦτον ἀποτελεῖ, καὶ οὐδέποτε πρὸς Θεὸν, καὶ τὴν τῶν ἀρετῶν ἐργασίαν ἀνανεοῦσθαι ἐᾷ.

Ῥίζαι δὲ πάντων τῶν παθῶν, καὶ, ὡς ἂν εἴποι τις προπέτειαι, φιληδονία, φιλοδοξία, φιλαργυρία, ἀφ' ὧν ἀποτίκτεται πᾶν κακόν.
Οὐχ ἁμαρτάνει δὲ ὁ ἄνθρωπος οὐδεμίαν ἁμαρτίαν, εἰ μὴ πρότερον οἱ κραταιοὶ οὗτοι γίγαντες, καθώς φησιν ὁ ἐν ἀσκηταῖς σοφώτατος, Μάρκος περιγένωνται καὶ κατακυριεύσωσιν αὐτοῦ·
ἤτοι λήθη, ῥᾳθυμία, καὶ ἄγνοια·
ταύτας δὲ ἀποτίκτει ἡδονὴ καὶ ἄνεσις, τὸ ἀγαπᾷν τὴν δόξαν τῶν ἀνθρώπων, καὶ τὸν περισπασμόν·
πρωταίτιος δὲ τούτων ἁπάντων, καὶ οἷα μήτηρ κακίστη,
ὡς προείρηται, ἡ φιλαυτία,
ἤγουν ἄλογος φιλία τοῦ σώματος καὶ ἐμπαθὴς προσπάθεια·
διάχυσις γὰρ καὶ ἔκλυσις νοὸς μετὰ εὐτραπελίας καὶ αἰσχρολογίας, πολλῶν κακῶν καὶ πτωμάτων πρόξενοι,
ὡς ἡ παῤῥησία, καὶ ὁ γέλως.

Πρὸς τούτοις δὲ πᾶσι χρὴ γινώσκειν,
ὡς ποικίλη τίς ἐστι καὶ πολύτροπος ἡ ἐμπαθὴς φιληδονία,
καὶ πολλαὶ αἱ ἀπατῶσαι τὴν ψυχὴν ἡδοναὶ,
ὅταν μὴ νήφουσα πρὸς Θεὸν, αἴρεται τῷ θείῳ φόβῳ,
καὶ τῇ τοῦ Χριστοῦ ἀγάπῃ,
τῆς τῶν ἀρετῶν ἐργασίας ἐπιμελουμένη.

Μυρίαι γὰρ φέρονται ἡδοναὶ πρὸς ἑαυτὰς ἕλκουσαι τοὺς τῆς ψυχῆς ὀφθαλμούς·
αἱ τῶν σωμάτων, αἱ τῶν χρημάτων, αἱ τῆς τρυφῆς, αἱ τῆς δόξης, αἱ τῆς ῥᾳθυμίας, αἱ τῆς ὀργῆς, αἱ τῆς δυναστείας, αἱ τῆς φιλαργυρίας, αἱ τῆς πλεονεξίας·
καὶ φαίνονται ἐν ἀπάτῃ λαμπρὰς ἔχουσαι τὰς ὄψεις,
καὶ εὐαρέστους·
ἱκαναὶ ἐπισπάσασθαι τοὺς περὶ ταῦτα ἐπτοημένους,
καὶ μὴ σφόδρα τῆς ἀρετῆς ἐρῶντας, καὶ τὴν ταύτης ὑπομένοντας σκληρότητα.
Καὶ πᾶσα γὰρ σχέσις γηΐνη, καὶ ἡ πρός τι τῶν ὑλικῶν προσπάθεια, ἡδονὴν καὶ τέρψιν ποιεῖ τῷ προσπαθητικῷ, καὶ ἀνόνητον καὶ βλαβεράν.
Τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν ἐμπαθὲς ἐν τούτῳ δεικνύει, ὡς τούτου ἕνεκεν, θυμῷ καὶ ὀργῇ, λύπῃ τε καὶ μνησικακίᾳ, τῇ τοῦ ποθουμένου ἀποστερήσει τὸν ἡττώμενον καθυποβάλλεσθαι.
Εἰ δὲ μετὰ τῆς προσπαθείας καὶ μικρὰ ἐπικρατήσει συνήθεια, ἀναισθήτως φάναι, καὶ ἀνιάτως ἄχρι τέλους τῆς ἀλόγου προσπαθείας ἔχεσθαι, διὰ τῆς ἐνταῦθα κεκρυμμένης ἡδονῆς τὸν ἁλόντα παρασκευάζει.

Πολυσχεδὴς γάρ ἐστιν ἡ τῆς ἐπιθυμίας ἡδονὴ, ὡς προείρηται·
καὶ οὐ μόνον τῇ πορνείᾳ, καὶ τῇ ἄλλῃ σωματικῇ ἀπολαύσει ἀποπληροῦται, ἀλλὰ καὶ τοῖς λοιποῖς πάθεσιν.
Ἐπεὶ τὸ σωφρονεῖν οὐ τοῦτο μόνον ἐστὶ, τὸ πορνείας ἀπέχεσθαι, καὶ τῶν ὑπογαστρίων ἡδονῶν, ἀλλὰ καὶ ἀπὸ τῶν λοιπῶν ἡδονῶν ἐκτὸς εἶναι.
Ἔνθεν καὶ ὁ φιλοχρηματίας καὶ ὁ φιλαργυρίας, καὶ ὁ πλεονεξίας ἐρῶν, ἀκόλαστος·
ὥσπερ γὰρ ἐκεῖνος σώματος ἐρᾷ, οὕτω καὶ οὗτος χρημάτων.
Μᾶλλον δὲ οὗτος ἀκολαστότερος, ὅσῳ οὐδὲ τοσαύτην ἔχει βίαν ἐκ τῆς φύσεως συνωθοῦσαν αὐτόν.
Καὶ γὰρ ἀμαθὴς ἡνίοχος ἐκεῖνος ἂν, ὡς ἀληθῶς καὶ μάλιστα λέγοιτο, οὐχ ὁ τὸν σκληρὸν καὶ δυσήνιον μὴ κατέχων ἵππον, ἀλλ' ὁ τὸν ἥμερον καὶ ἐπιεικέστερον, μὴ δυνάμενος ὑποτάξαι.
Καὶ δῆλόν ἐστι πανταχόθεν, ὡς περιττὴ καὶ οὐ κατὰ φύσιν ἐστὶν ἡ τῶν χρημάτων ἐπιθυμία, ἅτε μὴ ἐκ φύσεως τὴν βίαν ἔχουσα, ἀλλ' ἐκ τῆς μοχθηρᾶς προαιρέσεως.
∆ιὸ καὶ ἀσύγγνωστα ἁμαρτάνει ὁ ταύτῃ ἑκὼν ἡττώμενος·
ὥστε χρὴ σαφῶς ἐπιγινώσκειν ἡμᾶς, οὐκ εἰς τρυφὴν μόνον, καὶ τὴν τῶν σωμάτων ἀπόλαυσιν ἡ φιληδονία ὁρίζεται, ἀλλ' ἐν παντὶ τρόπῳ καὶ πράγματι προαιρέσει ψυχῆς ἀγαπωμένῳ καὶ προσπαθείᾳ.
Ἵνα δὲ σαφέστερον ἔτι τὰ πάθη κατὰ τὸ τῆς ψυχῆς τριμερὲς διαγινώσκηται, καὶ τάδε ἐν ἐπιτόμῳ προσθῆναι διεκρίναμεν.

Περὶ τοῦ τριμεροῦς τῆς ψυχῆς.

Ἡ ψυχὴ διαιρεῖται εἰς τρία·
λογιστικὸν, θυμικὸν, καὶ ἐπιθυμητικόν.
Ἐκ τοῦ μὲν λογικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα·
ἀπιστία, αἵρεσις, ἀφροσύνη, βλασφημία, ἀχαριστία, καὶ αἱ συγκαταθέσεις σωματικῶν ἁμαρτημάτων, αἳ γίνονται ἐκ τοῦ παθητικοῦ μέρους.
Ἡ δὲ τούτων τῶν κακῶν ἴασις καὶ θεραπεία ἡ ἀδίστακτός ἐστι πίστις πρὸς τὸν Θεὸν, τὰ ἀληθινὰ καὶ ἀπλανῆ καὶ ὀρθόδοξα δόγματα τῆς εὐσεβείας, ἡ συνεχὴς μελέτη τῶν λογίων τοῦ πνεύματος, ἡ καθαρὰ προσευχὴ καὶ ἀδιάλειπτος, καὶ ἡ πρὸς Θεὸν εὐχαριστία.

Περὶ τοῦ θυμικοῦ.

Τοῦ δὲ θυμικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα·
ἡ ἀσπλαγχνία, τὸ μῖσος, τὸ ἀσυμπαθὲς, τὸ μνησίκακον, ὁ φθόνος, καὶ ὁ φόνος, καὶ ἡ συνεχὴς πρὸς τὰ τοιαῦτα μελέτη.
Ἡ δὲ τούτων ἴασις καὶ θεραπεία, ἡ φιλανθρωπία, ἡ ἀγάπη, καὶ ἡ χρηστότης.

Περὶ τοῦ ἐπιθυμητικοῦ.

Τοῦ δὲ ἐπιθυμητικοῦ τὰ ἁμαρτήματά εἰσι ταῦτα·
ἡ γαστριμαργία, ἡ λαιμαργία, ἡ οἰνοφλυγία ἡ πορνεία, ἡ μοιχεία, ἡ ἀκαθαρσία, ἡ ἀσέλγεια, ἡ φιλοχρηματία, ἡ τῆς κενῆς δόξης ἐπιθυμία, χρυσοῦ τε καὶ πλούτου, καὶ τῶν σαρκικῶν ἡδονῶν.

Ἡ δὲ τούτων ἴασις καὶ θεραπεία, ἡ νηστεία, ἡ ἐγκράτεια, ἡ κακοπάθεια, ἡ ἀκτημοσύνη, ὁ τῶν χρημάτων πρὸς πένητας σκορπισμὸς, ἡ τῶν μελλόντων ἐκείνων ἀθανάτων ἀγαθῶν ἔφεσις, ἡ τῆς βασιλείας τοῦ Θεοῦ ὄρεξις, καὶ ἡ τῆς υἱοθεσίας ἐπιθυμία.

∆έον οὖν ἐνθῆναι ἡμᾶς καὶ τὴν διάγνωσιν τῶν ἐμπαθῶν λογισμῶν, δι' ὧν πᾶσα ἁμαρτία τελεῖται.

Ὀκτώ εἰσι πάντες οἱ περιεκτικοὶ τῆς κακίας λογισμοί·
ὁ τῆς γαστριμαργίας, ὁ τῆς πορνείας, ὁ τῆς φιλαργυρίας, ὁ τῆς ὀργῆς, ὁ τῆς λύπης, ὁ τῆς ἀκηδίας, ὁ τῆς κενοδοξίας, καὶ ὁ τῆς ὑπερηφανίας.

Τούτους ὀκτὼ λογισμοὺς παρενοχλεῖν μὲν, καὶ μὴ παρενοχλεῖν, οὐκ ἐφ' ἡμῖν ἐστι·
ἐμμένειν δὲ, ἢ πάθος κινεῖν, ἣ μὴ κινεῖν, τῶν ἐφ' ἡμῖν ἐστιν.

Ἄλλο δέ ἐστι προσβολὴ, καὶ ἄλλο συνδοιασμὸς, καὶ ἄλλο πάλη, καὶ ἄλλο πάθος, καὶ ἄλλο συγκατάθεσις, ἡ ἐγγίζουσα καὶ παρομοιοῦσα τῇ πράξει, καὶ ἄλλο ἐνέργεια, καὶ ἄλλο αἰχμαλωσία.

Καὶ προσβολὴ μέν ἐστιν ἡ ἁπλῶς γινομένη παρὰ τοῦ ἐχθροῦ ὑπόμνησις·
οἷον, ποίησον τόδε ἢ τόδε.
Ὡς ἐπὶ τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν·
«Εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτος γένωνται·»
τοῦτο ὡς εἴρηται, οὐκ ἐφ' ἡμῖν ἐστι.

Συνδοιασμὸς δέ ἐστιν ἡ παραδοχὴ τοῦ ὑποβαλλομένου λογισμοῦ παρὰ τοῦ ἐχθροῦ, καὶ οἷον μετ' αὐτοῦ μελέτη καὶ ἐνήδονος ὁμιλία ἡ παρὰ τῆς προαιρέσεως ἡμῶν.

Πάθος δὲ, ἡ ἀπὸ τοῦ συνδοιασμοῦ ἕξις γινομένη παρὰ τοῦ ἐχθροῦ ὑποβαλλομένου πάθους, καὶ οἱονεὶ συνεχὴς μελέτη καὶ φαντασία.

Πάλη δὲ, ἡ ἀντίστασις τοῦ λογισμοῦ, ἡ πρὸς ἀναίρεσιν τοῦ ἐν τῷ λογισμῷ πάθους, ἤτοι τοῦ ἐμπαθοῦς λογισμοῦ, ἢ πρὸς συγκατάθεσιν, καθώς φησιν ὁ Ἀπόστολος·
«Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός.
Ταῦτα δὲ ἀλλήλοις ἀντίκεινται.»

Αἰχμαλωσία δέ ἐστι βιαία καὶ ἀκούσιος τῆς καρδίας ἀπαγωγὴ, ἀπὸ προλήψεως καὶ μακρᾶς συνηθείας τυραννουμένης·
συγκατάθεσις δὲ, ἡ κατάνευσις πρὸς τὸ πάθος τοῦ λογισμοῦ.

Ἐνέργεια δὲ, αὐτὴ ἡ πρᾶξις τοῦ ἐν συγκαταθέσει ἐμπαθοῦς λογισμοῦ·
ὁ τοίνυν τὸ πρῶτον ἀπαθῶς λογιζόμενος, ἢ ἀντιῤῥήσει καὶ ἐμβριθείᾳ ἐκ πρώτης ἀποπεμπόμενος, ἤγουν τὴν προσβολὴν, πάντα τὰ ἔσχατα ὑφ' ἓν περιέκοψε.

Ἀναιρεῖται μὲν ὑπὸ ἐγκρατείας ἡ γαστριμαργία·
ὑπὸ δὲ θείου πόθου καὶ τῶν μελλόντων ἀγαθῶν ἐφέσεως, ἡ πορνεία·
ὑπὸ δὲ συμπαθείας τῆς πρὸς τοὺς πένητας, ἡ φιλαργυρία·
ὑπὸ δὲ τῆς ἀγαθότητος καὶ τῆς πρὸς πάντας ἀγάπης, ἡ ὀργή·
ὑπὸ δὲ τῆς πνευματικῆς χαρᾶς, ἡ κοσμικὴ λύπη·
ὑπὸ δὲ τῆς ὑπομονῆς καὶ τῆς καρτερίας, καὶ τῆς πρὸς θεῶν εὐχαριστίας, ἡ ἀκηδία·
ὑπὸ δὲ τῆς κρυπτῆς μέντοι τῶν ἀρετῶν ἐργασίας, καὶ τῆς ἐν συντριβῇ καρδίας συνεχοῦς προσευχῆς, ἡ κενοδοξία·
ὑπὸ δὲ τοῦ μὴ κρίνειν τινὰ ἢ ἐξουθενεῖν, ὡς ὁ μεγάλαυχος Φαρισαῖος, ἀλλ' ἡγεῖσθαι ἑαυτὸν ἔσχατον πάντων, ἡ ὑπερηφανία.

Οὕτως οὖν τῶν εἰρημένων παθῶν ὁ νοῦς ἐλευθερωθεὶς, καὶ πρὸς Θεὸν ἀνυψωθεὶς, ἀπεντεῦθεν ζῇ τὴν μακαρίαν ζωὴν, τὴν ἀῤῥαβῶνα δεχόμενος τοῦ ἁγίου Πνεύματος·
καὶ τῶν ἐντεῦθεν ἀποδημήσας, μετὰ ἀπαθείας καὶ γνώσεως ἀληθοῦς, παρίσταται τῷ φωτὶ τῆς ἁγίας Τριάδος, μετὰ τῶν θείων ἀγγέλων, εἰς αἰῶνας ἀπεράντους καταλαμπόμενος.

Τριμερὴς τοίνυν οὖσα, ὡς προδεδήλωται, ἡ ψυχή·
τρία γὰρ, ὡς εἴρηται, τὰ μέρη ταύτης εἰσὶ, λογισμὸς, θυμὸς καὶ ἐπιθυμία·

ἐάν ἐστιν ἐν τῷ θυμικῷ ἀγάπη, καὶ φιλανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ καθαρότης καὶ σωφροσύνη, ὁ λογισμός ἐστι πεφωτισμένος.

Ἐὰν δὲ ἐν τῷ θυμικῷ ᾖ μισανθρωπία, καὶ ἐν τῇ ἐπιθυμίᾳ ἀκολασία, ὁ λογισμός ἐστιν ἐσκοτισμένος·
ὁ μὲν οὖν λογισμὸς τότε ὑγιαίνει καὶ σωφρονεῖ καὶ φωτίζεται, ὅτε τὰ πάθη ἔχει ὑποτεταγμένα, καὶ τοὺς λόγους τῶν κτισμάτων ἁγνικῶς θεωρεῖ, καὶ πρὸς τὴν μακαρίαν καὶ ἁγίαν Τριάδα ἀνάγεται.

Ὁ δὲ θυμὸς τότε πάλιν κινεῖ τὸ κατὰ φύσιν, ὅτε πάντας ἀνθρώπους ἀγαπᾷ, καὶ πρὸς οὐδένα αὐτῶν ἢ λύπην, ἢ μνησικακίαν κέκτηται.

Ἡ δὲ ἐπιθυμία, ὅταν ὑπὸ ταπεινοφροσύνης καὶ ἐγκρατείας καὶ ἀκτημοσύνης νεκρώσῃ τὰ πάθη, τουτέστιν ἡδονὴν σαρκὸς, καὶ χρημάτων καὶ δόξης παρερχομένης ἔφεσιν, καὶ τραπῇ πρὸς τὸ θεῖον καὶ ἀθάνατον ἔρωτα·
καὶ γὰρ ἡ ἐπιθυμία πρὸς τὰ τρία τὴν κίνησιν ἔχει, ἢ πρὸς ἡδονὴν σαρκὸς, ἢ πρὸς δόξαν κενὴν, ἢ καὶ πρὸς ἀπάτην χρημάτων, καὶ διὰ τὴν παράλογον ταύτην ἔφεσιν καταφρονεῖ τοῦ Θεοῦ, καὶ τῶν θείων αὐτοῦ ἐντολῶν, καὶ τῆς θείας εὐγενείας ἐπιλανθάνεται, καὶ πρὸς τὸν πλησίον ἐκθηριοῦται, καὶ τὸν λογισμὸν σκοτίζει, καὶ οὐκ ἐᾷ ἀναβλέψαι πρὸς τὴν ἀλήθειαν·
ὧν ὁ ἀνώτερον κτησάμενος φρόνημα, ἀπεντεῦθεν, ὡς προείρηται, ἀπολαμβάνει τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ζῇ μακαρίαν ζωὴν, προσδοκίᾳ τῆς ἀποκειμένης μακαριότητος, τοῖς ἀγαπῶσι τὸν Θεόν·
ἧς καὶ ἡμεῖς ἀξιωθείημεν διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Ἀμήν.

Ἀλλὰ ταῦτα μὲν οὕτως, ὡς εἴχομεν ἀμαθίας, ἀφελῶς ἐξεθέμεθα, εὐσύνοπτον καὶ σαφῆ σχεδιάσαντες τὸν περὶ ἀρετῶν καὶ παθῶν λόγον, ἵν' εὐχερῶς ἔχῃ τις διακρίνειν τε καὶ διαγινώσκειν τὴν τούτων διαίρεσίν τε καὶ διαφορὰν, τῇ μὲν τούτων λεπτομερίᾳ καὶ σαφηνείᾳ.

∆ι' αὐτὸ γὰρ τοῦτο, καὶ ποικίλον ἑκάστου καὶ πολυειδὲς ἐξεθέμεθα, ὡς μηδεμίαν, εἰ δυνατὸν, ἰδέαν ἀρετῆς καὶ κακίαν ἀγνοεῖσθαι·
καὶ οὕτως τὰς μὲν εὐθύμως πρὸς ἑαυτοὺς ἐπισπασώμεθα, τὰς ἀρετὰς δηλονότι καὶ μᾶλλον ψυχικὰς, δι' ὧν καὶ τῷ Θεῷ ἐγγίζομεν, τὰς δέ γε κακίας καὶ σφόδρα ἐκκλίναντες διαδιδράσκομεν·
μακάριος γὰρ, ὡς ἀληθῶς, ὁ ἀρετὴν ζητῶν, καὶ ταύτην μετιών·
καὶ ὅτι τί ἐστιν ἀρετὴ ἐπιμελῶς ἐρευνῶν, ὡς δι' αὐτῆς ἐγγίζων τῷ Θεῷ, καὶ τούτῳ νοερῶς συγγινόμενος.

Τοῦτο γὰρ κυρίως, φρόνησις ....
σοφία τε καὶ γνῶσις ἀψευδὴς, καὶ πλοῦτος ἀναφαίρετος, τὸ διὰ πρακτικῆς ἀρετῆς πρὸς θεωρίαν ἀνάγεσθαι τοῦ ποιήσαντος.

Ἀρετὴ δὲ καλεῖται, διὰ τὸ αἱρεῖσθαι·
αἱρετὴ γὰρ καὶ θελητὴ, διὰ τὸ αἱρετῶς καὶ αὐτεξουσίως τὸ ἀγαθὸν ποιεῖν ἡμᾶς, οὐχὶ ἀβουλήτως καὶ ἀναγκαστῶς·
φρόνησις δὲ λέγεται, τὸ παρὰ τῷ νοῒ φέρειν τὰ ὠφέλιμα.

Εἰ βούλει δὲ, προσθήσωμεν τῷ ἀφελεῖ τούτῳ λόγῳ, ὡς χρυσοῦν ἐπισφράγισμα, καὶ περὶ τοῦ κατ' εἰκόνα, καὶ καθ' ὁμοίωσιν, μικρὸν τοῦ τιμιωτάτου πάντων τῶν τοῦ Θεοῦ κτισμάτων, τὸ νοερὸν καὶ λογικὸν ζῶον ὁ ἄνθρωπος, μόνος ἐκ πάντων κατ' εἰκόνα ἐστὶ, καὶ καθ' ὁμοίωσιν Θεοῦ.

Κατ' εἰκόνα μὲν λέγεται πᾶς ἄνθρωπος, κατὰ τὸ τοῦ νοὸς ἀξίωμα, καὶ τὸ τῆς ψυχῆς, ἤτοι τὸ ἀκατάληπτον, τὸ ἀθεώρητον, τὸ ἀθάνατον, τὸ αὐτεξούσιον, ναὶ μὴν καὶ τὸ ἀρχηγὸν, καὶ τεκνογονικὸν, καὶ οἰκοδομικόν·

καθ' ὁμοίωσιν δὲ, κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τὰς θεωνύμους ταύτας καὶ θεομιμήτους πράξεις, ἤγουν κατὰ τὸ φιλανθρώπως πρὸς τὸ ὁμογενὲς διακεῖσθαι·
οἰκτείρειν τε καὶ ἐλεεῖν, καὶ ἀγαπᾷν τὸ ὁμόδουλον, εὐσπλαγχνίαν τε πᾶσαν καὶ συμπάθειαν ἐνδείκνυσθαι.
«Γίνεσθε γὰρ, φησὶ Χριστὸς ὁ Θεὸς, οἰκτίρμονες, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς οἰκτίρμων ἐστί.»

Καὶ τὸ μὲν κατ' εἰκόνα, πᾶς ἄνθρωπος κέκτηται·
ἀμεταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ·
τὸ δὲ καθ' ὁμοίωσιν, σπάνιοι, καὶ μόνοι οἱ ἐνάρετοι καὶ ἅγιοι, καὶ τὴν τοῦ Θεοῦ ἀγαθότητα κατὰ τὸ δυνατὸν ἀνθρώποις μιμούμενοι·
οὕτως ὑπεραγάθου φιλανθρωπίας ἀξιωθείημεν καὶ ἡμεῖς, εὐαρεστήσαντες αὐτῷ δι' ἀγαθοεργίας, καὶ μιμηταὶ γενόμενοι τῶν ἀπ' αἰῶνος εὐαρεστησάντων Χριστῷ·
ὅτι αὐτῷ ἐστιν ἔλεος, καὶ αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις, καὶ τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Your rating: None Average: 5 (2 votes)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα