Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Προσευχές / Καθημερινές προσευχές / Πρωϊνή προσευχή

Πρωϊνή προσευχή


Εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Αἰώνιε Κύριε,
Δημιουργὲ τῶν ἁπάντων,
ὁ καλέσας με εἰς τὴν ζωὴν ταύτην
τῇ ἀνεξερευνήτῳ Σου ἀγαθότητι·
ὁ δούς μοι τὴν Χάριν τοῦ Βαπτίσματος
καὶ τὴν σφραγῖδα τοῦ Ἁγίου Πνεύματος·
ὁ κοσμήσας με τῇ ἐπιθυμίᾳ τοῦ ἀναζητεῖν Σε,
τὸν μόνον ἀληθινὸν Θεόν,
ἐπάκουσον τῆς δεήσεώς μου.

Ὁ Θεός μου, οὐκ ἔχω ζωήν,
φῶς, χαράν, σοφίαν, δύναμιν
ἄνευ Σοῦ.

Ἀλλὰ Σὺ εἶπας τοῖς μαθηταῖς Σου:
«Πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε» καὶ
«ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου, ἐγὼ ποιήσω»

Ὅθεν τολμῶ ἐπικαλεῖσθαί Σε:
Καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς
καὶ πνεύματος.

Δίδαξόν με πῶς δεῖ προσεύχεσθαι.

Εὐλόγησον τὴν ἡμέραν ταύτην ἣν ἐχάρισάς μοι,
τῷ ἀναξίῳ δούλῳ Σου.

Ἰκάνωσόν με τῇ δυνάμει τῆς Χάριτός Σου
ἀδιαλείπτως ὁμιλεῖν
καὶ ἐργάζεσθαι πρὸς τὴν Σὴν δόξαν
ἐν πνεύματι καθαρότητος,
ταπεινώσεως,
ὑπομονῆς,
ἀγάπης,
εὐγενείας,
εἰρήνης,
ἀνδρείας καὶ σοφίας,
ἐπιγινώσκειν ἀεὶ τὴν ἁπανταχοῦ παρουσίαν Σου.

Κύριε ὁ Θεός,
δεῖξόν μοι τὴν ὁδὸν τοῦ θελήματός Σου
ἐν τῇ ἀπείρῳ Σου ἀγαθότητι
καὶ ἀξίωσόν με πορεύεσθαι ἐνώπιόν Σου
χωρὶς ἁμαρτίας.

Καρδιογνῶστα Κύριε,
Σὺ ἐπιγινώσκεις πᾶσάν μου ἔνδειαν,
Σὺ γινώσκεις τὴν τυφλότητα καὶ τὴν ἄγνοιάν μου,
Σὺ γινώσκεις τὴν ἀστάθειαν
καὶ τὴν διαφθορὰν τῆς ψυχῆς μου.

Ἀλλ᾿ οὐδ᾿ ὁ πόνος
οὐδ᾿ ἡ ἀγωνία ἡ ἐμὴ κεκρυμμένα Σοὶ τυγχάνει.

Ἐπάκουσον τῆς δεήσεώς μου
καὶ δίδαξόν με τῷ Πνεύματί Σου τῷ Ἁγίῳ,
ὁδὸν ἐν ᾗ πορεύσομαι.

Μὴ ἐγκαταλείψης με,
ὅτι ἡ διεφθαρμένη μου θέλησις ὁδηγήσῃ με
πρὸς ἄλλας ὁδούς,
ἀλλὰ βιαίως ἐπανάγαγέ με πρὸς Σέ.

Δός μοι,
τῇ δυνάμει τῆς Σῆς ἀγάπης,
στερεωθῆναί με εἰς τὸ ἀγαθόν.

Φύλαξόν με ἀπὸ παντὸς λόγου
ἢ ἔργου ψυχοφθόρου,
ἀπὸ πάσης ἐσωτερικῆς καὶ ἐξωτερικῆς κινήσεως
μὴ εὐαρέστου ἐνώπιόν Σου
καὶ ἐπιβλαβοῦς διὰ τὸν ἀδελφόν μου.

Δίδαξόν με πως δεῖ καί τί με δεῖ λαλεῖν.

Ἐὰν τὸ Σὸν θέλημά ἐστι τοῦ μὴ ἀποκριθῆναι
δός μοι πνεῦμα εἰρηναίας σιωπῆς,
ἀλύπου καὶ ἀκινδύνου διὰ τὸν ἀδελφόν μου.

Νομοθέτησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν Σου
καὶ ἕως ἐσχάτης μου ἀναπνοῆς
μὴ ἐπιτρέψῃς παρεκκλίναι με
ἀπὸ τοῦ Φωτὸς τῶν προσταγμάτων Σου,
ἕως ὅτου καταστῶσιν ὁ μοναδικὸς νόμος
πάσης ὑπάρξεώς μου,
προσκαίρου τε καὶ αἰωνίου.

Δέομαί Σου ὁ Θεὸς ἐλέησόν με.

Λύτρωσαί με ἀπὸ τῆς θλίψεως καὶ ἀθλιότητός μου
καὶ μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὴν ὁδὸν τῆς σωτηρίας.

Ἐν τῇ ἀφροσύνῃ μου, ὁ Θεός,
περὶ πολλῶν καὶ μεγάλων δέομαί Σου,
γινώσκων ἀεὶ τὴν ἐμὴν κακότητα,
τὴν ἀδυναμίαν καὶ φαυλότητα κράζω Σοι:
ἐλέησόν με.

Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ Προσώπου Σου
ἕνεκεν τῆς ἀλαζονείας μου.

Δὸς καὶ αὔξησον ἐν ἑμοὶ τῷ ἀχρείῳ
τὴν δύναμιν τοῦ ἀγαπᾶν Σε,
κατὰ τὰς ἐντολάς Σου,
ἐξ ὅλης τῆς καρδίας μου,
ἐξ ὅλης τῆς ψυχῆς μου,
ἐξ ὅλης τῆς διανοίας μου,
ἐξ ὅλης τῆς ἰσχύος μου,
καὶ δι᾿ ὅλου τοῦ εἶναί μου.

Ναί, ὁ Θεός, δίδαξόν με
δικαίαν κρίσιν καὶ γνῶσιν τῷ Πνεύματί Σου τῷ Ἁγίῳ.

Δός μοι τοῦ γνῶναι τὴν Ἀλήθειάν Σου
προτοῦ μὲ ἀπελθεῖν ἐκ τῆς ζωῆς ταύτης.

Παράτεινον τὰς ἡμέρας τῆς ζωῆς μου
ἕως ὅτου Σοὶ προσφέρω μετάνοιαν ἀληθινήν.

Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου
μηδὲ ἐν ᾧ ὁ ἐμὸς νοῦς τετυφλωμένος ἐστί.

Καὶ ὅταν εὐδοκήσης ἐλθεῖν τὸ τέλος τῆς ζωῆς μου
προγνώρισόν μοι τὸν θάνατον,
ἵνα ἡ ψυχή μου ἑτοιμασθῇ πρὸς συνάντησίν Σου.

Ἔσο μετ᾿ ἐμοῦ, Κύριε,
ἐν ἐκείνῃ τῇ ὥρᾳ τῇ φοβερᾷ
καὶ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ Σωτηρίου Σου.

Καθάρισόν με ἀπὸ παντὸς ἁμαρτήματος
φανεροῦ καὶ ἀποκρύφου,
ἀπὸ πάσης ἀνομίας κεκρυμμένης ἐν ἑμοὶ
καὶ δώρησόν μοι καλὴν ἀπολογίαν
ἐνώπιον τοῦ φοβεροῦ βήματός Σου.

Ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου
καὶ τὴν ἄμετρον φιλανθρωπίαν Σου,
ἐπάκουσον τῆς δεήσεώς μου.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Your rating: None Average: 4.9 (541 votes)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα