Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Η Θεία Λειτουργία του εν αγίοις Πατρός ημών Γρηγορίου

Η Θεία Λειτουργία του εν αγίοις Πατρός ημών Γρηγορίου


Ὁ ἐπισκεψάμενος ἡμᾶς ἐν ἐλέει καὶ οἰκτιρμοῖς, ∆έσποτα Κύριε Ἰησοῦ Χριστὲ, καὶ χαρισάμενος ἡμῖν παῤῥησίαν, τοῖς ταπεινοῖς καὶ ἁμαρτωλοῖς, καὶ ἀναξίοις δούλοις σου, παραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσφέρειν σοι τὴν φοβερὰν καὶ ἀναίμακτον θυσίαν, ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων, καὶ τῶν τοῦ λαοῦ σου ἀγνοημάτων, εἰς ἄνεσιν καὶ ἀνάπαυσιν τῶν προκοιμηθέντων πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ στηριγμὸν παντὸς τοῦ λαοῦ σου.
Ἐπίβλεψον εἰς ἐμὲ τὸν ἀχρεῖον δοῦλόν σου, καὶ ἐξάλειψόν μου τὰ παραπτώματα, διὰ τὴν σὴν εὐσπλαγχνίαν·
καὶ καθάρισόν μου τὰ χείλη καὶ τὴν καρδίαν ἀπὸ παντὸς μολυσμοῦ σαρκός τε καὶ πνεύματος·
καὶ ἀπόστησον ἀπ' ἐμοῦ πάντα λογισμὸν αἰσχρόν τε καὶ ἀσύνετον·
καὶ ἁγίασόν με τῇ δυνάμει τοῦ ἁγίου σου Πνεύματος εἰς τὴν λειτουργίαν ταύτην, καὶ πρόσδεξαί με διὰ τὴν σὴν ἀγαθότητα, προσεγγίζοντα τῷ ἁγίῳ σου θυσιαστηρίῳ·
καὶ εὐδόκησον, Κύριε, δεκτὰ γενέσθαι τὰ μέλλοντα προσαγόμενά σοι δῶρα, διὰ τῶν ἡμετέρων χειρῶν, συγκαταβαίνων ταῖς ἐμαῖς ἀσθενείαις·
καὶ μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου·
μὴ βδελύξῃς με, τὴν ἐμὴν ἀναξιότητα, ἀλλ' ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου, ἵνα ἀκατακρίτως προσελθὼν κατενώπιον τῆς δόξης σου, καταξιωθῶ τῆς σκέπης σου, καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου σου Πνεύματος·
καὶ μὴ ὡς δοῦλος ἁμαρτίας ἀποδόκιμος γένωμαι, ἀλλ' ὡς δοῦλος, ὃς εὕρω χάριν καὶ ἔλεος καὶ ἄφεσιν ἁμαρτιῶν, ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι.
Ναὶ, ∆έσποτα παντοκράτορ, παντοδύναμε Κύριε, ἐπάκουσον τῆς δεήσεώς μου.
Σὺ γὰρ εἶ ὁ τὰ πάντα ἐνεργῶν ἐν πᾶσι·
καὶ τὴν παρὰ σοῦ πάντες ἐπιζητοῦμεν ἐπὶ πᾶσι βοήθειάν τε καὶ ἀντίληψιν·
ὅτι φιλάνθρωπος εἶ, καὶ δεδοξασμένος ὑπάρχεις, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεί.

Εὐχὴ μετὰ τὴν ἑτοιμασίαν τοῦ ἁγίου θυσιαστηρίου.

∆έσποτα Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεὸς ἡμῶν, ὁ διὰ τῆς σωτηριώδους παρουσίας σου καὶ τῆς ἐλλάμψεως τοῦ παναγίου σου Πνεύματος καταξιώσας ἡμᾶς τοὺς ταπεινοὺς καὶ ἁμαρτωλοὺς καὶ ἀναξίους δούλους σου παραστῆναι τῷ ἁγίῳ σου θυσιαστηρίῳ, καὶ προσφέρειν καὶ λειτουργεῖν, τοῖς ἀχράντοις μυστηρίοις τῆς καινῆς σου διαθήκης.
Αὐτὸς ζωοποιὲ, καὶ ἀγαθῶν χορηγὲ, ποίησον μεθ' ἡμῶν σημεῖον εἰς ἀγαθὸν, καὶ ἀξίωσον ἡμᾶς ἐν καθαρῷ συνειδότι λατρεῦσαί σοι πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν, καὶ ἐν ἁγιασμῷ ταύτην σοι τὴν θείαν προσενέγκειν λειτουργίαν, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ἀπόλαυσιν τῆς μελλούσης μακαριότητος.
Μνήσθητι, ἀγαθὲ, εὐεργέτα, βασιλεῦ τῶν αἰώνων, καὶ τῆς κτίσεως ἁπάσης δημιουργὲ, τῶν προσενεγκάντων, καὶ δι' ὧν προσήγαγον·
καὶ ἡμᾶς ἀκατακρίτους διαφύλαξον ἐν τῇ ἱερουργίᾳ τῶν θείων σου μυστηρίων·
ὅτι ηὐλόγηται, καὶ ἡγίασται, καὶ δεδόξασται, τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ἅγιον ὄνομά σου, μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος νῦν, καί ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. ἀμήν.

Εὐχὴ τοῦ ἁγίου Εὐαγγελίου.

Εἰρήνη πᾶσιν.
∆έσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἱεροῖς σου ἀποστόλοις εἰπὼν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον·
καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν·
ὑμῶν γὰρ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούει.
Καὶ καταξιωθείημεν ἄρτι τοῦ ἀκοῦσαι καὶ ποιῆσαι τὰ ἅγιά σου Εὐαγγέλια, ταῖς λιταῖς τῶν ἱερῶν σου.
Μνημόνευσον οὖν, ∆έσποτα, καὶ νῦν, πάντων τῶν ἐντειλαμένων ἡμῖν ἀναξίοις, τοῦ μνημονεύειν αὐτῶν εἰς τὰς δεήσεις ἡμετέρας, καὶ τὰς αἰτήσεις, ἃς ἀναβιβάζομέν σοι, Κύριε ὁ Θεὸς ἡμῶν.
Τοὺς προτετελευτηκότας, ἀνάπαυσον αὐτούς·
κάμνοντας, ἔῤῥωσον αὐτούς·
σὺ γὰρ εἶ ζωὴ ἡμῶν πάντων, καὶ σω τηρία ἡμῶν πάντων·
καὶ ἐλπὶς ἡμῶν πάντων, καὶ ἴασις ἡμῶν πάντων, καὶ ἀνάστασις οἰκεία πάντων ἡμῶν·
καὶ σοὶ τὴν δόξαν, τιμὴν, καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ παντοκράτορί σου, καὶ παντεπόπτῃ τεκόντι καὶ τῷ παναγίῳ καὶ ζωαρχικῷ καὶ ὁμοουσίῳ σου Πνεύματι, νῦν καὶ ἀεί.

Εὐχὴ τοῦ καταπετάσματος.

Οὐδεὶς ἄξιος τῶν συνδεδεμένων ταῖς σαρκικαῖς ἐπιθυμίαις καὶ ἡδοναῖς προσέρχεσθαι, ἢ προσεγγίζειν, ἢ λειτουργεῖν σοι, Βασιλεῦ τῆς δόξης.
Τὸ γὰρ διακονεῖν σοι, μέγα καὶ φοβερὸν, καὶ αὐταῖς ταῖς ἐπουρανίαις δυνάμεσιν ἀπρόσιτον.
Ἀλλ' ὅμως διὰ τὴν ἄφατον καὶ ἄμετρόν σου φιλανθρωπίαν, ἀτρέπτως, καὶ ἀναλλοίως γέγονας ἄνθρωπος, καὶ ἀρχιερεὺς ἡμῖν ἐχρημάτισας, καὶ τῆς λειτουργικῆς ταύ της καὶ ἀναιμάκτου θυσίας τὴν ἱερουργίαν παρέδωκας ἡμῖν, ὡς ∆εσπότης τῶν ἁπάντων.

Σὺ γὰρ (εἶ) δεσπόζεις τῶν ἐπουρανίων, καὶ ἐπιγείων καὶ τῶν καταχθονίων·
ὁ ἐπὶ θρόνου χερουβικοῦ ἐποχούμενος·
ὁ τῶν σεραφὶμ Κύριος, καὶ Βασιλεὺς τοῦ Ἰσραήλ·
ὁ μόνος ἅγιος, καὶ ἐν ἁγίοις ἀναπαυόμενος.
Σὲ τοίνυν δυσωπῶ τὸν μόνον ἀγαθὸν, καὶ εὐήκοον Θεὸν, ἐπίβλεψον ἐπ' ἐμὲ τὸν ἁμαρτωλὸν, καὶ ἀχρεῖον δοῦλόν σου·
καὶ ἱκάνωσόν με τῇ δυνάμει τοῦ ἁγίου Πνεύματος, ἐνδεδυμένον τὴν τῆς ἱερατείας χάριν, παραστῆναι τῇ ἁγίᾳ σου ταύτῃ τραπέζῃ, καὶ ἱερουργῆσαι τὸ ἄχραντόν σου σῶμα, καὶ τὸ τιμιόν σου αἷμα.

Σοὶ γὰρ προσέρχομαι κλίνας τὸν ἐμαυτοῦ αὐχένα·
καὶ δέομαί σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ·
μηδὲ ἀποδοκιμάσῃς με ἐκ παίδων σου·
ἀλλ' ἀξίωσόν με προσενεχθῆναί σοι τὰ δῶρα ταῦτα, ὑπ' ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἀναξίου δούλου σου·
Σὺ γὰρ εἶ ἁγιάζων καὶ ἁγιαζόμενος·
προσφέρων τε καὶ προσφερόμενος·
ὁ δεχόμενος καὶ δεκτός·
ὁ διδοὺς καὶ διαδιδόμενος·
καὶ σοὶ δόξαν ἀναπέμπομεν, μετὰ τοῦ Πατρὸς καὶ τοῦ ἁγίου Πνεύματος.

Εὐχὴ ἄλλη καταπετάσματος παρ' Αἰγυπτίοις.

Κύριε ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ὁ ἐτάζων καρδίας, καὶ νεφρούς·
ὁ ἐμὲ τὸν ἀνάξιον καλέσας πρὸς τὴν σὴν λειτουργίαν ταύτην·
μὴ βδελύξῃς με, μηδὲ τὸ πρόσωπόν σου ἀποστρέψῃς ἀπ' ἐμοῦ·
ἀλλ' ἐξάλειψόν μου πάντα τὰ παραπτώματα, καὶ ἀπόπλυνόν μου τὸν ῥύπον τοῦ σώματος, καὶ τὸν σπῖλον τῆς ψυχῆς, καὶ ὅλον με ἁγίασον, ἵνα μὴ ἱκετεύων σε δοῦναι ἄφεσιν ἄλλοις ἁμαρτιῶν, αὐτὸς ἀδόκιμος γένωμαι.
Ναὶ, Κύριε, μὴ ἀποστραφείης με τεταπεινωμένον καὶ κατησχυμμένον, ἀλλ' ἐξαπόστειλόν μοι τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος, καὶ ἀξίωσόν με παραστῆναι ἐπὶ τὸ ἅγιόν σου θυσιαστήριον ἀκατακρίτως, καὶ προσφέρειν σοι λογικὴν καὶ ἀναίμακτον προσφορὰν ταύτην, μετὰ συνειδήσεως καθαρᾶς, εἰς συγχώρησιν τῶν ἡμῶν ἁμαρτημάτων, καὶ τῶν παραπτωμάτων·
καὶ εἰς ἄφεσιν τῶν τοῦ λαοῦ σου ἀγνοημάτων·
εἰς ἀνάπαυσιν καὶ ἀναψυχὴν τῶν προκεκοιμημένων πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ εἰς στηριγμὸν παντὸς τοῦ λαοῦ σου, εἰς δόξαν σὴν τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος νῦν.

Εὐχὴ τοῦ ἀσπασμοῦ

Εἰρήνη πᾶσιν.
Ὁ ὢν, καὶ προὼν, καὶ διαμένων εἰς τοὺς αἰῶνας·
ὁ τῷ Πατρὶ συναΐδιος καὶ ὁμοούσιος, καὶ σύνθρονος καὶ συνδημιουργός.
Ὁ διὰ μόνην ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγων τὸν ἄνθρωπον, καὶ θέμενος αὐτὸν ἐν παραδείσῳ τρυφῆς.
Ἀπάτῃ δὲ τοῦ ἐχθροῦ καὶ παρακοῇ τῆς σῆς ἐντολῆς παραπεσόντα, ἀνακαινίσαι βουλόμενος καὶ πρὸς τὸ ἀρχαῖον ἀναγαγεῖν ἀξίωμα, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, οὐ πατριάρχης, οὐ προφήτης τὴν ἡμῶν ἐνεχείρησας σωτηρίαν·
ἀλλ' αὐτὸς ἀτρέπτως σὰρξ γενόμενος, καὶ ἐνηνθρώπησας, κατὰ πάντα ὁμοιώθης ἡμῖν, ἐκτὸς μόνης τῆς ἁμαρτίας·
μεσίτης ἡμῶν γενόμενος, καὶ τοῦ Πατρὸς, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὴν χρονίαν ἔχθραν καθελὼν, τὰ ἐπίγεια τοῖς ἐπου ρανίοις συνῆψας, καὶ τὰ ἀμφότερα εἰς ἓν συνήγαγες καὶ τὴν ἔνσαρκον ἐπλήρωσας οἰκονομίαν.
Καὶ μέλλων σωματικῶς ἐλαύνειν εἰς τοὺς οὐρανοὺς, θεϊκῶς τὰ πάντα πληρῶν, τοῖς ἁγίοις σου μαθηταῖς, καὶ ἀποστόλοις ἔλεγες·
Εἰρήνην ἀφίημι ὑμῖν·
εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν.
Ταύτην καὶ νῦν εἰρήνην ἡμῖν δώρησαι, ∆έσποτα·
χάρισαι παντὸς ἀποκάθαρον μολύσματος, παντὸς δόλου καὶ πάσης κακίας, καὶ πανουργίας, καὶ τῆς θανατηφόρου μνησικακίας, καὶ καταξίωσον ἡμᾶς ἀσπάσασθαι ἀλλήλους ἐν φιλήματι ἁγίῳ, εἰς τὸ μετασχεῖν ἀκατακρίτως τῆς ἀθανάτου καὶ ἐπουρανίου σου δωρεᾶς·
χάριτι τῆς εὐδοκίας τοῦ Πατρὸς, καὶ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος.
Σὺ γὰρ εἶ ὁ χορηγὸς καὶ δοτὴρ πάντων τῶν ἀγαθῶν, καὶ σοὶ τὴν δόξαν, τὴν ἀΐδιον δοξολογίαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν καὶ ἀεί.

Εὐχὴ ἄλλη τοῦ ἀσπασμοῦ.

Χριστὲ ὁ Θεὸς ἡμῶν, ἡ φοβερὰ καὶ ἀπερινόητος δύναμις τοῦ Θεοῦ καὶ Πατρός·
ὁ τοῦ φλογίνου θρόνου τῶν χερουβὶμ ὑπερκαθήμενος καὶ ὑπὸ πυρίνων δυνάμεων δορυφορούμενος, καὶ πῦρ καταναλίσκον ὑπάρχων ὡς Θεός·
καὶ διὰ τὴν σὴν ἄφατον συγκατάβασιν καὶ φιλανθρωπίαν μὴ φλέξας τῷ προσεγγισμῷ τὸν δολερὸν προδότην, ἀλλὰ φιλικὸν αὐτὸν ἀσπασάμενος, ἕλκων αὐτὸν εἰς μετάνοιαν καὶ ἐπί γνωσιν τοῦ ἰδίου τολμήματος.
Καταξίωσον ἡμᾶς, ∆έσποτα, ἐπὶ τῆς φρικτῆς ταύτης ὥρας, ἐν ὁμονοίᾳ καὶ δίχα παντὸς ἐν δύο θυμοῦ, καὶ λειψάνου κακίας ἀπολαβεῖν ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
Καὶ μὴ κατακρίνῃς ἡμᾶς ὑπὲρ μὴ ὁλοτελῶς, καὶ καθὼς ἀρέσαι τῇ σῇ ἀγαθότητι, καθαρεύωμεν ἀπὸ πάσης τρυγὸς ἁμαρτίας καὶ πονηρίας καὶ τῆς θανατηφόρου μνη σικακίας·
ἀλλ' αὐτὸς τῇ σῇ ἀφάτῳ, καὶ ἀνεκδιηγήτῳ εὐσπλαγχνίᾳ εἰδὼς τὸ πλάσμα ἡμῶν τὸ ἀσθενὲς, καὶ κάτω βρίθον, ἐξάλειψον πᾶσαν κηλίδα παραπτωμάτων ἡμῶν, ἵνα μὴ εἰς κρῖμα, ἢ εἰς κατάκριμα ἡμῖν γένηται τὸ θεῖον τοῦτο μυστήριον.
Σὺ γὰρ εἶ ὁ δυνάμενος πᾶσαν ἀφίειν ἁμαρτίαν, καὶ ὑπερβαίνειν ἀδικίας καὶ ἀνομίας τῶν ταλαιπώρων ἀνθρώπων, καθαρισμὸς τοῦ κόσμου παντὸς ὑπάρχων, καὶ σοὶ πρέπει ἡ παρὰ παντὸς συμφώνως δοξολογία, τιμὴ καὶ προσκύνησις, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ, καὶ τῷ ζωοποιῷ σου Πνεύματι νῦν, κ.λ.
Καὶ γίνεται ἀσπασμός.

Ὁ διάκονος λέγει·
Στῶμεν καλῶς.

Ὁ λαὸς λέγει·
Ἔλεος εἰρήνης.

Ὁ ἱερεὺς ἐκφωνήσει·
Ἡ ἀγάπη τοῦ Θεοῦ Πατρὸς, καὶ ἡ χάρις τοῦ μονογενοῦς Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ·
καὶ ἡ κοινωνία, καὶ ἡ δωρεὰ τοῦ ἁγίου Πνεύματος, εἴη μετὰ πάντων ὑμῶν.

Ὁ λαὸς λέγει.
Καὶ μετὰ τοῦ πνεύματός σου.

Ὁ ἱερεὺς λέγει.
Ἄνω σχῶμεν τὰς καρδίας.

Ὁ λαὸς λέγει.
Ἔχομεν πρὸς τὸν Κύριον.

Ὁ ἱερεὺς λέγει.
Εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Ὁ λαὸς λέγει.
Ἄξιον καὶ δίκαιον.

Ὁ ἱερεὺς λέγει.
Ἄξιον καὶ δίκαιον, ἄξιον καὶ δίκαιον.

Ἀρχὴ τῆς προσκομιδῆς

Ἀληθῶς γὰρ ἄξιόν ἐστιν, καὶ δίκαιόν σε αἰνεῖν, σὲ εὐλογεῖν, σὲ προσκυνεῖν, σὲ δοξάζειν τὸν μόνον ἀληθινὸν Θεὸν, τὸν φιλάνθρωπον, τὸν ἄφραστον, τὸν ἀόρατον, τὸν ἀχώρητον, τὸν ἄναρχον, τὸν αἰώνιον, τὸν ἄχρονον, τὸν ἀμέτρητον, τὸν ἄτρεπτον, τὸν ἀπερινόητον·
τὸν ποιητὴν τῶν ὅλων, τὸν λυτρωτὴν τῶν ἁπάντων·
τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις ἡμῶν·
τὸν ἰώμενον πάσας νόσους ἡμῶν·
τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν·
τὸν στεφανοῦντα ἡμᾶς, ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Σὲ αἰνοῦσιν ἄγγελοι·
σὲ προσκυνοῦσιν ἀρχάγγελοι·
σὲ ἀρχαὶ ὑμνοῦσι·
σὲ κυριότητες ἀνακράζουσι·
τὴν σὴν δόξαν ἐξουσίαι ἀναγορεύουσι·
σοὶ θρόνοι τὴν εὐφημίαν ἀναπέμπουσι·
χίλιαι χιλιάδες σοι παραστήκουσι, καὶ μύριαι μυριάδες σοι τὴν λειτουργίαν προσάγουσι.
Σὲ ὑμνεῖ τὰ ἀόρατα·
σὲ προσκυνεῖ τὰ φαινόμενα, πάντα ποιοῦντα τὸν λόγον σου, ∆έσποτα.

Ὁ διάκονος λέγει.
Οἱ καθήμενοι ἀνάστητε.

Ὁ ἱερεὺς λέγει.
Ὁ ὢν θεὲ Κύριε ἀληθινὲ ἐκ Θεοῦ ἀληθινοῦ·
ὁ τοῦ Πατρὸς ἡμῖν ὑποδείξας τὸ φέγγος·
ὁ τοῦ ἁγίου Πνεύματος τὴν ἀληθῆ γνῶσιν ἡμῖν χαρισάμενος·
ὁ τὸ μέγα τοῦτο τῆς ζωῆς ἀναδείξας τὸ μυστήριον·
ὁ τὴν τῶν ἀσωμάτων τοῖς ἀν θρώποις χοροστασίαν πηξάμενος.
Ὁ τὴν τῶν σεραφὶμ τοῖς ἐπὶ γῆς παραδοὺς ὑμνῳδίαν, δέξαι μετὰ τῶν ἀοράτων καὶ τὴν ἡμετέραν φωνήν.
Σύναψον ἡμᾶς ταῖς ἐπουρανίαις δυνάμεσιν.
Εἴπωμεν καὶ ἡμεῖς μετ' αὐτῶν πᾶσαν ἄτοπον ἔννοιαν περιστείλαντες βοήσωμεν ὥσπερ ἐκεῖναι, ταῖς ἀσιγήτοις ἀνακράζει φωναῖς, ἀκαταπαύστοις στόμασι τὸ σὸν μεγαλεῖον ὑμνήσωμεν.

Ὁ διάκονος λέγει.
Εἰς ἀνατολὰς βλέπετε.

Ὁ ἱερεὺς λέγει.
Σοὶ γὰρ παραστήκει κύκλῳ τὰ σεραφὶμ ἓξ πτέρυγες τῷ ἑνί·
καὶ ταῖς μὲν δυσὶ πτέρυξι κατακαλύπτουσι τὰ πρόσωπα ἑαυτῶν·
ταῖς δὲ δυσὶ τοὺς πόδας ἑαυτῶν·
καὶ ταῖς μὲν δυσὶ πετόμενα, καὶ ἐκέκραγον ἕτερον πρὸς ἕτερον.
Ἐκφωνήσει.
Τὸν ἐπινίκιον ὕμνον τῶν σωτηριῶν ἡμῶν, μετὰ φωνῆς ἐνδόξου, λαμπρᾷ τῇ φωνῇ, ὑμνολογοῦντα, ᾄδοντα, βοῶντα, δοξολογοῦντα, κεκραγότα καὶ λέγοντα.

Ὁ διάκονος λέγει.
Πρόσχωμεν.

Ὁ λαὸς λέγει.
Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς, κ.λ.

Ὁ ἱερεὺς λέγει.
Ἅγιος, ἅγιος εἶ, Κύριε, καὶ πανάγιος.
Ἐξαίρετόν σου τῆς οὐσίας τὸ φέγγος·
ἄφραστός σου τῆς σοφίας ἡ δύναμις.
Οὐδεὶς λόγος ἐκ μετρήσει τῆς σῆς φιλανθρωπίας τὸ πέλαγος.
Ἐποίη σάς με ἄνθρωπον, ὡς φιλάνθρωπος, οὐκ αὐτὸς τῆς ἐμῆς ἐπιδεὴς δουλείας, ἐγὼ δὲ μᾶλλον τῆς σῆς χρῄζων δεσποτείας.
Οὐκ ὄντα με δι' εὐσπλαγχνίαν παρήγαγες·
οὐρανόν μοι πρὸς ὄροφον ἔστησας·
γῆν μοι πρὸς βάσιν κατέπηξας·
δι' ἐμὲ θάλασσαν ἐχαλίνωσας·
δι' ἐμὲ τὴν φύσιν τῶν ζώων ἀνέδειξας·
πάντα ὑπέταξας ὑπὸ τῶν ποδῶν μου·
οὐδ' ἓν τῶν τῆς σῆς φιλανθρωπίας ἐν ἐμοὶ πραγμάτων παρέλειπας.

Ὁ λαὸς λέγει.
Κύριε, ἐλέησον.

Ὁ ἱερεὺς λέγει.
Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου·
τῆς σῆς ἐξουσίας ἐν ἐμοὶ τὴν εἰκόνα ὑπέγραψας·
τοῦ λόγου τὸ δῶρον ἐνέθηκας·
εἰς τρυφήν μοι τὸν παράδεισον ἤνοιξας·
τῆς σῆς γνώσεως τὴν διδασκαλίαν παρέδωκας·
ἔδειξάς με τὸ δένδρον τῆς ζωῆς μοι ξύλον ὑπέδειξας·
τοῦ θανάτου τὸ κέντρον ἐγνώρισας·
ἑνός μοι φυτοῦ τὴν ἀπόλαυσιν ἀπηγόρευσας·
ἐξ αὐτοῦ μόνου οὖν εἶπάς μοι μὴ φαγεῖν·
ἔφαγον, νόμον ἠθέτησα·
γνώμῃ τῆς ἐντολῆς παρημέλησα·
ἐγὼ δὲ τοῦ θανάτου τὴν ἀπόφασιν ἥρπασα.

Ὁ λαὸς λέγει.
Κύριε, ἐλέησον.

Ὁ ἱερεὺς λέγει.
Σύ μοι, ὦ ∆έσποτα, τὴν τιμωρίαν μετέβαλες·
ὡς ποιμὴν ἀγαθὸς εἰς πλανώμενον ἔδραμες·
ὡς πατὴρ ἀληθινὸς ἐμοὶ τῷ πεπτωκότι συνήλγησας·
πᾶσι τοῖς πρὸς ζωὴν φαρμάκοις κατέδησας.
Αὐτός μοι προφήτας ἀπέστειλας·
δι' ἐμὲ τὸν νοσοῦντα, νόμον εἰς βοήθειαν ἔδωκας.
Αὐτός μοι τὰς πρὸς ὑγιείαν ὦ παρανομηθείσας, διηκόνησας·
φῶς τοῖς πλανωμένοις ἀνέτειλας·
τοῖς ἀγνοοῦσι, ὁ ἀεὶ παρὼν ἐπεδήμησας·
ἐπὶ τὴν παρθενικὴν ἦλθες νηδύν.
Ὁ ἀχώρητος Θεὸς ὢν, οὐχ ἁρπαγμὸν ἡγήσω τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσας μορφὴν δούλου λαβών·
τὴν ἐμὴν ἐν σοὶ φύσιν ηὐλόγησας·
ὑπὲρ ἐμοῦ τὸν νόμον ἐπλήρωσας, τοῦ πτώματός μου τὴν ἀνάστασιν ὑπηγόρευσας.
Ἔδωκας τοῖς ὑπὸ τοῦ ᾅδου κρατουμένοις τὴν ἄφεσιν·
τοῦ νόμου τὴν ἀρὰν ἀπεσόβησας·
ἐν σαρκὶ τὴν ἁμαρτίαν κατήργησας·
τῆς σῆς ἐξουσίας μοι τὴν δυναστείαν ἐγνώρισας·
τυφλοῖς τὸ βλέπειν ἀπέδωκας·
νεκροὺς ἐκ τάφων ἀνέστησας·
ῥήματι τὴν φύσιν ἀνώρθωσας·
τῆς σῆς εὐσπλαγχνίας μοι τὴν οἰκονομίαν ὑπέδειξας·
τῶν πονηρῶν τὴν βίαν ὑπ ένεγκας·
τὸν νῶτόν σου δέδωκας εἰς μάστιγας·
τὰς δὲ σιαγόνας σου ὑπέθηκας εἰς ῥαπίσματα·
οὐκ ἀπέστρεψας δι' ἐμὲ τὸ πρόσωπόν σου ἀπὸ αἰσχύνης ἐμπτυσμάτων.

Ὁ λαὸς λέγει.
Κύριε, ἐλέησον.

Ὁ ἱερεὺς λέγει.
Ὡς πρόβατον ἐπὶ σφαγὴν ἦλθες, μέχρι σταυροῦ τὴν ἐμὴν κηδεμονίαν ὑπέδειξας·
τῷ σῷ τάφῳ τὴν ἐμὴν ἁμαρτίαν ἐνέκρωσας·
εἰς οὐρανὸν τὴν ἐμὴν ἀπαρχὴν ἀνεβίβασας·
τῆς σῆς ἀφίξεώς μοι τὴν παρουσίαν ἐμήνυσας, ἐν ᾗ μέλλεις ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

Ὁ λαὸς λέγει.
Κατὰ τὸ ἔλεός σου Κύριε.

Ὁ ἱερεὺς λέγει.
Ταύτης μου τῆς ἐλευθερίας προσφέρω σοι τὰ σύμβολα, τοῖς ῥήμασί σου ἐπι γράφω τὰ πράγματα.
Σύ μοι τὴν μυστικὴν ταύτην παρέδωκας τῆς σῆς σαρκὸς, ἐν ἄρτῳ καὶ οἴνῳ τὴν μέθεξιν.

Ὁ λαὸς λέγει.
Πιστεύομεν.

Ὁ ἱερεὺς λέγει.
Τῇ γὰρ νυκτὶ ᾗ παρεδίδης αὐτὸς σεαυτὸν, τῆς σεαυτοῦ ἐξουσίας.

Ὁ λαὸς λέγει.
Πιστεύομεν.

Ὁ ἱερεὺς λέγει.
Λαβὼν ἄρτον ἐν ταῖς ἁγίαις καὶ ἀχράντοις καὶ ἀμωμήτοις σου χερσὶν, ἔνευσας ἄνω πρὸς ἴδιόν σου Πατέρα Θεὸν ἡμῶν καὶ Θεὸν τῶν ὅλων·
ηὐχαρίστησας †
ηὐλόγησας †
ἡγίασας †
ἔκλασας, μετέδωκας τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἀποστόλοις εἶπας·
Λάβετε, φάγετε·
τοῦτό μου ἐστὶν τὸ σῶμα, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν κλώμενον, καὶ διαδιδόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·
τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λαβὼν ποτήριον, καὶ ἐκέρασας αὐτὸ ἐκ γεννήματος ἀμπέλου καὶ ἐξ ὕδατος, ηὐχαρίστησας †
ηὐλόγησας † ἡγίασας † μετέδωκας τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἀποστόλοις, εἶπας·
Πίετε ἐξ αὐτοῦ πάντες·
τοῦτό μου ἐστὶν τὸ αἷμα, τὸ τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν·
τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
Ὁσάκις γὰρ ἐσθίετε τὸν ἄρτον τοῦτον, πίνετε δὲ καὶ τὸ ποτήριον τοῦτο, τὸν ἐμὸν θάνατον καταγγέλλετε, καὶ τὴν ἐμὴν ἀνάστασιν ὁμολογεῖτε ἄχρις οὗ ἂν ἔλθω.
Ὁ λαὸς λέγει.
Ἀμήν.

Γʹ. Τὸν θάνατόν σου, κ.τ.λ.

Ὁ ἱερεὺς λέγει.
Ὥστε οὖν, ∆έσποτα, μεμνημένοι τῆς ἐπὶ γῆς συγκαταβάσεως, καὶ τοῦ ζωοποιοῦ θανάτου, καὶ τῆς τριημέρου σου ταφῆς, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, καὶ τῆς εἰς οὐρανοὺς ἀνόδου, καὶ τῆς ἐκ δεξιῶν τοῦ Πατρὸς καθέδρας, καὶ τῆς μελλούσης ἀπ' οὐρανῶν δευτέρας καὶ φοβερᾶς, καὶ ἐνδόξου σου παρουσίας.
Ἐκφωνήσει.
Τὰ σὰ ἐκ τῶν σῶν δώρων σοι προσφέροντες, κατὰ πάντα, καὶ διὰ πάντα καὶ ἐν πᾶσιν.

Ὁ λαὸς λέγει.
Σὲ αἰνοῦμεν, σὲ εὐλογοῦμεν.

Ὁ διάκονος λέγει.
Κλίνατε Θεῷ μετὰ φόβου.

Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ κλίνας·
Αὐτὸς οὖν, ∆έσποτα, τῇ σῇ φωνῇ τὰ προκείμενα μεταποίησον·
αὐτὸς παρὼν, τὴν μυστικὴν ταύτην λειτουργίαν κατάρτισον·
αὐτὸς ἡμῖν τῆς σῆς λατρείας τὴν μνήμην διάσωσον.
Αὐτὸς τὸ Πνεῦμά σου τὸ πανάγιον κατάπεμψον, ἵνα ἐπιφοιτῆσαν τῇ ἁγίᾳ καὶ ἀγαθῇ καὶ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ ἁγιάσῃ καὶ μεταποιήσῃ τὰ προκείμενα, τίμια καὶ ἅγια δῶρα ταῦτα, εἰς αὐτὸ τὸ σῶμα καὶ τὸ αἷμα τῆς ἡμετέρας ἀπολυτρώσεως.
Ὁ λαὸς λέγει.
Πρόσχωμεν.

Ὁ διάκονος λέγει.
Ἀμήν.

Ὁ ἱερεὺς ἐκφωνήσει.
Καὶ ποιήσει τὸν μὲν ἄρτον τοῦτον γένηται εἰς τὸ ἅγιον σῶμά σου, τοῦ Κυρίου δὲ καὶ Θεοῦ καὶ Σωτῆρος, καὶ Παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.
Ὁ λαὸς λέγει.
Ἀμήν.

Ὁ ἱερεὺς λέγει.
Τὸ δὲ ποτήριον τοῦτο, τὸ τίμιόν σου αἷμα, τὸ τῆς καινῆς διαθήκης σου, τοῦ Κυρίου δὲ, καὶ Θεοῦ καὶ Σωτῆρος, καὶ Παμβασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον τοῖς ἐξ αὐτοῦ μεταλαμβάνουσιν.

Ὁ λαὸς λέγει.
Ἀμήν.

Ὁ ἱερεὺς λέγει καὶ ὁ λαὸς ἀποκρίνεται τὸ, Κύριε ἐλέησον.
Σὲ δυσωποῦμεν, Χριστὲ ὁ Θεὸς ἡμῶν.
Τῆς Ἐκκλησίας σου, Κύριε, τὴν κρηπῖδα κατάπηξον.
Τῆς ἀγάπης ἡμῖν τὴν ὁμόνοιαν ῥίζωσον.
Τῆς πίστεως τὴν ἀλήθειαν αὔξησον.
Τῆς σῆς εὐσεβείας ἡμῖν τὴν ὁδὸν εὐθυτόμησον.
Τοὺς ποιμένας ὀχύρωσον.
Τοὺς ποιμαινομένους ἀσφάλισαι.
∆ὸς τῷ κλήρῳ τὴν εὐκοσμίαν.
Τοῖς μοναχοῖς τὴν ἐγκράτειαν.
Τοῖς ἐν παρθενίᾳ τὸ σωφρονεῖν.
Τοῖς ἐν σεμνῷ γάμῳ τὴν εὐζωΐαν.
Τοῖς ἐν μετανοίᾳ τὸ ἔλεος.
Τοῖς πλουτοῦσι τὴν ἀγαθότητα.
Τοῖς πενομένοις τὴν ἐπικουρίαν.
Τοῖς πτωχοῖς τὴν βοήθειαν.
Τοὺς πρεσβύτας περίζωσον.
Τοὺς νέους σωφρόνισον.
Τοὺς ἀπίστους ἐπίστρεψον.
Παῦσον τῆς Ἐκκλησίας τὰ σχίσματα.
Τῶν αἱρέσεων κατάλυσον τὰ φρυάγματα.
Πάντας ἡμᾶς πρὸς τὴν τῆς σῆς εὐσεβείας ὁμόνοιαν σύναψον.

Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.

Ὁ ἱερεὺς λέγει.
Μνήσθητι, Κύριε, τῆς εἰρήνης τῆς ἁγίας, μόνης, καθολικῆς, καὶ ἀποστολικῆς σου Ἐκκλησίας, τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, καὶ τῶν ἐν αὐτῇ ὀρθοδόξων ἐπισκόπων, τῶν ὀρθοτομησάντων τὸν λόγον τῆς ἀληθείας.

Ἐκφωνήσει.
Ἐξαιρέτως τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιερέως ἡμῶν ἄββα ∆ʹ. πάπα καὶ πατριάρχου τῆς μεγαλοπόλεως Ἀλεξανδρείας, καὶ ὑπὲρ τῶν περιόν των ἐπισκόπων, πρεσβυτέρων, διακόνων, ἀναγνωστῶν, ψαλτῶν, ἐξορκιστῶν, μοναζόντων, ἀειπαρθένων, ἐγκρατῶν, χηρῶν, ὀρφανῶν, λαϊκῶν, καὶ ὑπὲρ παντὸς τοῦ πληρώματος, τῆς ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας τῶν πιστῶν.

Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.

Ὁ ἱερεὺς λέγει.
Μνήσθητι, Κύριε, τῶν εὐσεβῶς βασιλευσάντων.
Μνήσθητι, Κύριε, τῶν ἐν τῷ παλατίῳ, ἡμῶν ἀδελφῶν πιστῶν, καὶ ὀρθοδόξων, καὶ παντὸς τοῦ στρα τοπέδου.
Μνήσθητι, Κύριε, τῶν προσφερόντων τὰ ἅγια δῶρα ταῦτα, καὶ ὑπὲρ ὧν, καὶ δι' ὧν προσεκόμισαν, καὶ μισθὸν οὐράνιον παράσχου πᾶσιν αὐτοῖς.
Μνήσθητι, Κύριε, καὶ τῶν ἐν ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς.
Καὶ τῶν ἐν αἰχμαλωσίαις ὄντων ἀδελφῶν ἡμῶν, καὶ εἰρηνικὰς ἀποκαταστάσεις εἰς τὰ ἴδια χάρισαι.

Ὁ διάκονος λέγει.
Προσεύξασθε ὑπὲρ τῶν αἰχμαλώτων.

Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.
Τότε κλίνει ἱερεὺς τὴν ἑαυτοῦ κεφαλὴν λέγων καθ' ἑαυτὸν ἐν ἑαυτῷ.
Μνήσθητι, Κύριε, καὶ τῆς ἐμῆς ἀθλίας καὶ τα λαιπώρου ψυχῆς, ταπεινώσεώς μου, καὶ συγχώρησόν μοι πάντα τὰ ἐμὰ πλημμελήματα καὶ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, περίσσευσόν σου τὴν χάριν, καὶ μὴ διὰ τὰς ἐμὰς ἁμαρτίας, καὶ τὴν βεβήλωσιν τῆς καρδίας μου, ὑστερήσῃς τὸν λαόν σου τῆς χάριτος τοῦ ἁγίου σου Πνεύματος.
Ὑψώσει τὴν κεφαλὴν καὶ ἐκφωνήσει.
Ὁ γὰρ λαός σου καὶ ἡ Ἐκκλησία σου ἱκετεύει σε, καὶ διὰ σοῦ καὶ σὺν σοὶ τὸν Πατέρα λέγουσα.
Ὁ λαὸς λέγει.
Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν.

Γʹ.Ὁ ἱερεὺς λέγει.
Ἐλέησον ἡμᾶς, ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν.

Γʹ.Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.

Γʹ.Ὁ ἱερεὺς λέγει.
Μνήσθητι, Κύριε, τοῦ ἀέρος καὶ τῶν καρπῶν τῆς γῆς.

Μνήσθητι, Κύριε, τῆς συμμέτρου ἀναβάσεως τῶν ποταμείων ὑδάτων.
Μνήσθητι, Κύριε, τῶν ὑετῶν καὶ τῶν σπορίμων τῆς γῆς.
Εὔφρανον πάλιν καὶ ἀνακαίνισον τὸ πρόσωπον τῆς γῆς.
Τοὺς αὔλακας αὐτῆς μέθυσον, πλήθυνον τὰ γεν νήματα αὐτῆς·
παράστησον ἡμῖν αὐτὰ εἰς σπέρμα, καὶ εἰς θερισμὸν, καὶ νῦν εὐλογῶν εὐλόγησον.
Τὴν ζωὴν ἡμῶν οἰκονόμησον.
Εὐλόγησον τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, διὰ τοὺς πτωχοὺς τοῦ λαοῦ σου, διὰ τὴν χήραν, καὶ τὸν ὀρφανὸν, διὰ τὸν ξένον, καὶ τὸν προσήλυτον, καὶ δι' ἡμᾶς πάντας τοὺς ἐλπίζοντας ἐπὶ σοὶ, καὶ ἐπικαλουμένους τὸ ὄνομά σου τὸ ἅγιον.
Οἱ γὰρ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.
Ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἀγαθότητά σου, ὁ διδοὺς τροφὴν πάσῃ σαρκί.
Πλήρωσον χαρᾶς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν, ἵνα ἐν πᾶσι, πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύσωμεν εἰς πᾶν ἔργον ἀγαθὸν, τοῦ ποιεῖν τὸ θέλημά σου τὸ ἅγιον.

Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.

Ὁ ἱερεὺς λέγει, καὶ ὁ λαὸς ἀποκρίνεται.
Κύριε ἐλέησον.
Χάρισαι τῷ λαῷ σου τὴν ὁμόνοιαν.
Τῷ κόσμῳ τὴν εὐστάθειαν.
Τῷ ἀέρι τὴν εὐκρασίαν.
Τοῖς νοσοῦσι τὴν σωτηρίαν.
Τοῖς δεομένοις τὴν ἀνάψυξιν.
Τοῖς ἐν ἐξορίαις τὴν ἄνεσιν.
Τοῖς ὀρφανοῖς τὴν βοήθειαν.
Ταῖς χήραις τὴν ἀντίληψιν.
Τοῖς θλιβομένοις ἐπάρκησον εἰς ἀγαθόν.
Τοὺς ἑστῶτας ὀχύρωσον.
Τοὺς πεπτωκότας ἔγειρον.
Τοὺς ἑστηκότας ἀσφάλισαι.
Τῶν κεκοιμημένων μνήσθητι.
Τῶν ἐν ὁμολογίᾳ τὰς πρεσβείας πρόσδεξαι.
Τοὺς ἡμαρτηκότας καὶ μετανοήσαντας, συναρίθμησον μετὰ τῶν πιστῶν σου.
Τοὺς πιστοὺς συναρίθμησον μετὰ μαρτύρων σου.
Μιμητὰς τοὺς παρόντας ἐν τῷ τόπῳ τούτῳ τῶν ἀγγέλων κατάστησον.
Καὶ ἡμᾶς τῇ σῇ χάριτι πρὸς τὴν σὴν κεκλημένους διακονίαν ἀναξίους ὄντας ὑπόδεξαι.

Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.

Ὁ ἱερεὺς λέγει.
Μνήσθητι, Κύριε, καὶ τῆς πόλεως ἡμῶν ταύτης, καὶ τῶν ἐν ὀρθοδόξῳ πίστει οἰκούντων ἐν αὐτῇ, καὶ πάσης πόλεως καὶ χώρας σὺν παντὶ τῷ κόσμῳ αὐτῶν.
Καὶ ῥῦσαι ἡμᾶς ἀπὸ λιμοῦ καὶ λοιμοῦ, σεισμοῦ καὶ καταποντισμοῦ πυρὸς, καὶ ἀπὸ αἰχμαλωσίας βαρβάρων, καὶ ἀπὸ τῶν ἀλλοτρίων μαχαιρῶν, καὶ ἐπαναστάσεως ἐχθρῶν τε καὶ αἱρετικῶν.

Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.

Ὁ ἱερεὺς λέγει.
Μνήσθητι, Κύριε, τῶν προλαβόν των ὁσίων Πατέρων ἡμῶν ὀρθοδόξων ἐπισκόπων, καὶ πάντων τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων, ἁγίων Πατέρων, πατριαρχῶν, ἀποστόλων, προφητῶν, κηρύκων, εὐαγγελιστῶν, μαρτύρων, ὁμολογητῶν, καὶ παντὸς πνεύματος δικαίου, ἐν πίστει Χριστοῦ τετελειωμένου.

Ἐκφωνήσει.
Ἐξαιρέτως τῆς Παναγίας ὑπερενδόξου, ἀχράντου, ὑπερευλογημένης Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.
Τοῦ ἁγίου ἐνδόξου προφήτου, προδρόμου, βαπτιστοῦ, καὶ μάρτυρος Ἰωάννου.
Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος.
Καὶ τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Μάρκου, τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ.
Καὶ τοῦ ἐν ἁγίοις Πατρὸς Γρηγορίου.
Καὶ ὧν ἐν τῇ σήμερον ἡμέρᾳ τὴν ὑπόμνησιν ποιούμεθα, καὶ παντὸς χοροῦ τῶν ἁγίων σου, ὧν ταῖς εὐχαῖς καὶ πρεσβείαις, καὶ ἡμᾶς ἐλέησον, καὶ σῶσον διὰ τὸ ὄνομά σου τὸ ἅγιον, τὸ ἐπικληθὲν ἐφ' ἡμᾶς.

Ὁ διάκονος λέγει τὰ ∆ίπτυχα.

Ὁ ἱερεὺς λέγει ἐν ἑαυτῷ.
Μνήσθητι, Κύριε, τῶν προκεκοιμημένων ἐν τῇ ὀρθοδόξῳ πίστει πατέρων ἡμῶν καὶ ἀδελφῶν, καὶ ἀνάπαυσον τὰς ψυχὰς αὐτῶν μετὰ ὁσίων, μετὰ δικαίων.
Ἔκθρεψον, σύναψον εἰς τόπον χλόης, ἐπὶ ὕδατος ἀναπαύσεως, ἐν παραδείσῳ τρυφῆς, καὶ μετὰ τούτων ὧν εἴπομεν τὰ ὀνόματα αὐτῶν.
Τότε μνημονεύει ζώντων καὶ νεκρῶν, καὶ μετὰ δίπτυχα ὁ ἱερεὺς λέγει.
Μνήσθητι, Κύριε, ὧν ἐμνήσθημεν, καὶ ὧν οὐκ ἐμνήσθημεν, πιστῶν καὶ ὀρθοδόξων, μεθ' ὧν καὶ ἡμῖν σὺν αὐτοῖς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός.

Ὁ λαὸς λέγει.
Ἄνες, ἄφες, συγχώρησον.

Ὁ ἱερεὺς λέγει.
Σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, ἐλεήμων, ὁ μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τοῦ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
Ὁ Θεὸς, ἐπίσκεψον ἡμᾶς ἐν τῷ σωτηρίῳ σου·
ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ὁ ποιῶν ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα, ἢ νοοῦμεν·
ἵνα σου καὶ ἐν τούτῳ καθὼς καὶ ἐν παντὶ δοξασθῇ καὶ ὑψωθῇ καὶ ὑμνηθῇ, καὶ εὐλογηθῇ καὶ ἁγιασθῇ τὸ πανάγιον καὶ ἔντιμον, καὶ εὐλογημένον σου ὄνομα, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ καὶ ἁγίῳ Πνεύματι.

Ὁ λαὸς λέγει.
Ὡς ἦν, καὶ ἔστι, καὶ ἔσται.

Ὁ διάκονος λέγει.
Κατέλθετε, οἱ διάκονοι.

Ὁ ἱερεὺς λέγει.
Εἰρήνη πᾶσιν.

Ὁ λαὸς λέγει.
Καὶ τῷ πνεύματί σου.
Προοίμιον τῆς κλάσεως.

Ὁ ἱερεὺς λέγει.
Ἰησοῦ Χριστὲ, τὸ σωτήριον ὄνομα, ὁ τὰ θεῖα καὶ ἄχραντα καὶ ἐπουράνια ταῦτα μυστήρια διατυπώσας·
ὁ τοὺς μὲν ἱερεῖς ἐν τάξει ὑπηρετῶν στήσας·
διὰ δὲ τῆς ἀοράτου σου δυνάμεως αὐτὰ μεταστοιχειώσας.
Ὁ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐπιφαινόμενος, καὶ τοῖς γνησίως προσιοῦσι διὰ σεαυτοῦ παρέχοντος.
Ὁ τότε εὐλογήσας, καὶ νῦν εὐλόγησον.
Ὁ τότε ἁγιάσας, καὶ νῦν ἁγίασον.
Ὁ τότε κλάσας, καὶ νῦν διάθρεψον.
Ὁ τότε διαδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις, καὶ νῦν, ∆έσποτα, διάδος ἡμῖν καὶ παντὶ τῷ λαῷ σου, φιλάνθρωπε, παντόκρατορ, Κύριε ὁ Θεὸς ἡμῶν.

Ὁ διάκονος λέγει.
Προσεύξασθε.

Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.

Ὁ ἱερεὺς λέγει.
Εἰρήνη πᾶσιν.

Ὁ λαὸς λέγει.
Καὶ τῷ πνεύματί σου.

Εὐχὴ τῆς κλάσεως.

Ὁ ὢν, ὁ ἦν, ὁ ἐλθὼν, καὶ πάλιν ἐρχόμενος·
ὁ ἐν δεξιᾷ τοῦ Πατρὸς καθήμενος·
ὁ ἄρτος, ὁ κατα βὰς ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ·
ὁ μέγας ἀρχιερεὺς, ὁ ἀρχηγὸς τῆς σωτηρίας ἡμῶν·
τὸ φῶς ἀληθινὸν τὸ πρὸ πάντων αἰώνων.
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ τοῦ ἰδίου σου Πατρός·
ὁ εὐδοκήσας καὶ καταξιώσας κατελθεῖν ἐκ τῶν ὑψωμάτων τοῦ οὐρα νοῦ, ἐκ κόλπων τοῦ ἀπροσίτου φωτὸς, καὶ ἀληθινοῦ καὶ ἀοράτου μόνου Πατρός.
Σαρκωθεὶς δὲ ἐκ Πνεύματος ἁγίου, καὶ ἐκ τῆς πανενδόξου, ἀχράντου, ἁγίας δεσποίνης ὑμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας, καὶ τελέως ἐνανθρωπήσας·
καὶ κατὰ μετάστασιν, τὴν ἀνθρωπότητα ἀναλλοιώσας·
ἑνώσας ἑαυτῷ καθ' ὑπόστασιν, ἀφράστως καὶ ἀπερινοήτως, ἀτρέπτως δὲ καὶ ἀσυγχύτως, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοερὰν, οὕτως προῆλθες ἐξ αὐτῆς θεανθρωπωθείς·
ὁμοούσιος Πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν ἀνθρωπότητα.
Οὐ δύο πρόσωπα οὖν, οὐδὲ δύο μορφὰς ἤγουν, οὐδὲ ἐν δυσὶ φύσεσι γνωριζόμενος, ἀλλ' εἷς Θεὸς, εἷς Κύριος, μία οὐσία, μία βασιλεία, μία δεσποτεία, μία ἐνέργεια, μία ὑπόστασις, μία θέλησις, μία φύσις τοῦ Θεοῦ Λόγου σεσαρκωμένη, καὶ προσκυνουμένη.
Σταυρωθεὶς δὲ ὑπὸ Ποντίου Πιλάτου, καὶ ὁμολογήσας τὴν καλὴν ὁμολογίαν·
παθὼν καὶ ταφεὶς καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθὼν εἰς οὐρανοὺς, καὶ καθίσας ἐν τῇ δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Πατρὸς, πατήσας τὸν θάνατον, καὶ τὸν ᾅδην σκυλεύσας, συντρίψας πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνθλάσας, καὶ τὸν αἰχμάλωτον Ἀδὰμ ἀνακαλεσάμενος ἐκ φθορᾶς, καὶ ἡμᾶς ἐλευθερώσας ἐκ τῆς τοῦ διαβόλου δουλείας.
∆ι' ὃ δεόμεθα καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ, καταξίωσον ἡμᾶς ἐν καθαρᾷ καρδίᾳ τολμᾷν ἀφόβως ἐπιβοᾶσθαι τὸν πάντων δεσπότην ἐπουράνιον Θεὸν, Πατέρα ἅγιον, καὶ λέγειν, κ.τ.λ.

Εὐχὴ ἄλλη τῆς κλάσεως.

Σὺ γὰρ εἶ ὁ Λόγος τοῦ Πατρὸς, ὁ προαιώνιος Θεὸς, ὁ μέγας Ἀρχιερεὺς, ὁ ἐπὶ σωτηρίας τοῦ γένους τῶν ἀνθρώπων σαρκωθεὶς καὶ ἐνανθρωπή σας, καὶ προσκαλεσάμενος ἑαυτῷ ἐκ πάντων τῶν ἐθνῶν γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸν εἰς περιποίησιν.
∆ι' ὃ δεόμεθα, καὶ παρακαλοῦμέν σε, φιλάνθρωπε, ἀγαθὲ Κύριε, μὴ εἰς ἔλεγχον καὶ ὄνειδος, μὴ εἰς κρῖμα, μηδὲ εἰς κατάκριμα τῶν ἡμετέρων ἁμαρτιῶν γενηθήτω ἡ θυσία αὐτή·
ὑπὲρ γὰρ τῶν ἀσθενειῶν ἡμῶν προσηνέγκαμεν·
ἀλλ' ὥσπερ τὰ πανάγιά σου τίμια δῶρα ταῦτα πάσης ἁγιωσύνης ἐμπλῆσαι κατηξίωσας, διὰ τῆς ἐπιφοιτήσεως τοῦ παναγίου σου Πνεύματος ἐπ' αὐτῶν, οὕτως καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, δούλων σου, ἁγιάσαι καταξίωσον τὰς ψυχὰς, τὰ σώματα, τὰ πνεύματα, τὰς συνειδήσεις, ὅπως πεφωτισμένῃ ψυχῇ, ἀνεπαισχύντῳ προσώπῳ, καρδίᾳ καθαρᾷ, συν ειδήσει ἀνυποκρίτῳ, ἡγιασμένοις χείλεσιν, ἀγάπῃ τελείᾳ, ἐλπίδι ἀσφαλεῖ, τολμῶμεν μετὰ παῤῥησίας, ἄνευ φόβου, λέγειν τὴν ἁγίαν προσευχὴν, ἣν μετέδωκας τοῖς ἰδίοις τοῖς ἁγίοις σου μαθηταῖς καὶ ἱεροῖς ἀποστόλοις.
Ὅταν προσεύχησθε, οὕτως προσεύχεσθε ὑμεῖς.
Πάτερ ἡμῶν, κ.τ.λ.

Ὁ λαὸς λέγει.
Ἁγιασθήτω.

Εὐχὴ ἄλλη τῆς κλάσεως.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς, ὁ παντοκράτωρ, ὁ λυτρωτὴς τῆς ἑαυτοῦ Ἐκκλησίας·
ὦ Λόγε, ὃν προνοοῦσιν αὐτὸν, καὶ ἄνθρωπε, ὃν προθεωροῦσιν αὐτόν.
Ὁ διὰ τῆς ἀκαταλήπτου αὐτοῦ σαρκώσεως, ἑτοιμάσας ἡμῖν ἄρτον ἐπουράνιον, τοῦτο τὸ σῶμά σου, ὃν ἔθου ἐν μυστήριον καὶ πανάγιον ἐν τοῖς ἅπασιν.
Ἐκέρασας ἡμῖν ποτήριον ἐξ ἀμπέλου ἀληθείας, ἐκ θείας καὶ ἀχράντου σου πλευρᾶς.
Ὁ καὶ μετὰ δεδωκέναι τὸ πνεῦμα ἐκχέων ἐξ αὐτῆς αἷμα καὶ ὕδωρ, οἷς ἁγιασμὸς τῷ κόσμῳ παντί.
Κτῆσαι ἡμᾶς, ἀγαθὲ Κύριε, τοὺς ἀναξίους δούλους σου·
ποίησον ἡμᾶς λαὸν περιούσιον, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον.
Ἁγίασον καὶ ἡμᾶς, ὁ Θεὸς, ὥσπερ ἡγίασας τὰ προκείμενα καὶ ἅγια δῶρα ταῦτα, καὶ ἐποίησας αὐτὰ ἀόρατα ἐκ τῶν ὁρατῶν, μυστήρια ὧν προνοοῦσιν, αὐτά σοι, Κύριε ὁ Θεὸς, ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστός.
Σὺ οὖν, Κύριε, διὰ τῆς πολλῆς σου εὐσπλαγχνίας κατηξίωσας ἡμᾶς διὰ τοῦ βαπτίσματος γενέσθαι εἰς υἱοὺς καὶ κληρονόμους.

Ἐδίδαξας ἡμᾶς τὸν τύπον τῆς προσευχῆς ὅς ἐστιν ἐμμυστήριος, τοῦ προσεύχεσθαι ἐν αὐτῇ τὸν ἄχραντόν σου Πατέρα.
Σὺ οὖν καὶ νῦν, δέσποτα Κύριε, καταξίωσον ἡμᾶς ἐν ἁγιασμένῃ συνειδήσει, καὶ λογισμῷ ἀγαθῷ ὃν πρέπει ..... πόθῳ καὶ παῤῥησίᾳ ἀγαθῇ τολμᾷν ἐπικαλεῖσθαι τὸν ἐν τοῖς οὐρανοῖς ἅγιον Θεὸν, Πατέρα σου, καὶ λέγειν.

Ὁ λαὸς λέγει.
Πάτερ ἡμῶν.

Καὶ μετὰ τὸ Πάτερ ἡμῶν ὁ ἱερεὺς λέγει.
Ναὶ, Κύριε, Κύριε, ὁ δεδωκὼς ἡμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ, σύντριψον καὶ καθυπόταξον τὰς κεφαλὰς τῶν ἐχθρῶν ἡμῶν ὑπὸ τοὺς πόδας ἐν τάχει, καὶ πᾶσαν τὴν κακότεχνον αὐτῶν ἐπίνοιαν τὴν καθ' ἡμῶν διασκέδασον, ὅτι σὺ εἶ βασιλεὺς ἡμετέρων πάντων, Χριστὲ ὁ Θεός·
καὶ σοὶ τὴν δόξαν καὶ τὴν εὐχαριστείαν καὶ τὴν προσκύνησιν ἀναπέμπομεν, καθ' ἑκάστην ἡμέραν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ.τ.λ.

Ὁ διάκονος λέγει.
Τὰς κεφαλὰς ὑμῶν.

Εὐχὴ τῆς κεφαλοκλισίας.

Ὁ κλίνας οὐρανοὺς καὶ κατελθὼν ἐπὶ τῆς γῆς, εἰς σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων, ὁ τῆς σῆς χάριτος πᾶσαν ἐξαπλώσας τὴν εὐθηνίαν·
ὁ ποιῶν πάντα ὑπὲρ ἐκ περισσοῦ, ὧν αἰτούμεθα, ἢ νοοῦμεν·
φιλάνθρωπε, ἀγαθὲ, ἔκτεινόν σου τὴν χεῖρα τὴν ἀόρατον, τὴν εὐλογημένην, τὴν μεστὴν ἐλέους καὶ οἰκτιρμῶν, καὶ εὐλογῶν εὐλόγησον τοὺς δούλους σου, καὶ καθάρισον αὐτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος·
καὶ ποίησον ἡμᾶς μετόχους καὶ συσ σώμους γενέσθαι τῇ σῇ χάριτι, ὅπως ἐν ἁγιότητι καὶ δικαιοσύνῃ σοι τὴν ἱκεσίαν προσάγοντες, καὶ σοὶ πρέπει πᾶσα δόξα, μεγαλοσύνη, κράτος τε καὶ ἐξουσία, ἅμα τῷ ἀχράντῳ σου Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ.τ.λ.

Εὐχὴ ἄλλη ὁμοίως.

Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου τοῦ κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου τῆς βασιλείας σου, καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς τοὺς ἐπικλίναντάς σου.
Ὁ ἄνω τῷ πατρὶ συγκαθήμενος, καὶ ὧδε ἡμῖν ἀοράτως συνών·
καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ, μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου σώ ματός σου, καὶ δι' ἡμῶν παντὶ τῷ λαῷ.
Σὺ γὰρ εἶ ὁ κλῶν καὶ κλώμενος, καὶ ἄκλαστος·
καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν, κ.τ.λ.

Ὁ διάκονος λέγει.
Πρόσχωμεν Θεῷ μετὰ φόβου.

Εὐχὴ τῆς ἐλευθερίας Εἰρήνη πᾶσιν.
Ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·
τὸ πανάσπιλον αὐτοῦ αἷμα διαχύσας ἐπὶ τὴν τοῦ κόσμου ζωὴν, καὶ εἰς λύτρον καὶ ἀντάλλαγμα πάντων, ἑαυτὸν παρέδωκας, ἐκ θανάτου λυτρωσάμενος, ἐν ᾧ κατειχόμεθα, πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν.
Ὁ τῶν φοβουμένων αὐτὸν ποιῶν τὸ θέλημα, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούων, καὶ σώζων αὐτούς.
Ὁ τοῦ δικαίου Ἰὼβ εἰσακούσας ἀνιστάμενος τὸ πρωῒ καὶ ὑπὲρ παιδίων φίλτρων θυσίας προσαγαγὼν εἰπὼν, μήπως ἐνενόησαν υἱοί μου πονηρὰ ἐν τῇ καρδίᾳ αὐτῶν ἔναντι Θεοῦ.
Καὶ ἐμοῦ τοῦ ἐλεεινοῦ καὶ ἁμαρτωλοῦ, καὶ ἀχρείου σου δούλου, ἱκετεύω ὑπὲρ τῶν σῶν οἰκετῶν, πατέρων μου καὶ ἀδελφῶν, καὶ ὑπὲρ τῆς ἐμῆς ἀθλιότητος.
Εὐμενεῖ προσώπῳ καὶ γαληνῷ ὄμματι, ἔπιδε ἐφ' ἡμᾶς ἐν ταύτῃ τῇ ὥρᾳ·
καὶ πάρες οὖν ἡμῖν πᾶσαν ἀθετηρίαν, καὶ πᾶσαν παράβασιν, καὶ παρακοὴν νόμου καὶ τῶν σῶν ἐντολῶν·
ἔτι δὲ καὶ πᾶσαν συνείδησιν, καὶ πᾶσαν ἐνθύμησιν, καὶ πάσαις πράξεσι, καὶ πάσαις κινήσεσι γεγωνυίαις ἐν ἑαυτοῖς, ἡμερικῶς τε καὶ νυκτερικῶς ἐπιδῆσαι καὶ κατακρατῆσαι κατὰ τῆς ψυχῆς.
Καὶ ἀθώοσον αὐτοὺς ἀπὸ πάσης συνειδήσεως πονηρῶν, καὶ πάσης ἀκάρπου πράξεως, καὶ παντὸς λογισμοῦ πεπυρωμένου ..... ἐστὶν βέβηλα παρὰ τὴν τῆς ψυχῆς καθαρότητα.
Χάρισαι αὐτῶν τὴν τῶν ἁμαρτιῶν ἐπίγνωσιν, καὶ τελείως ἀπέχεσθαι ἀπ' αὐτῶν.
∆ώρησαι αὐτοῖς μετανοίας ἁγνότητος, καὶ τὴν εἰς σὲ ἐπιστροφήν·
σὺ γὰρ, ∆έσποτα Κύριε, ἐπτώχευσας ἑκουσίως ἐν τῷ σε σαρκωθῆναι, διὰ τὴν τοῦ γένους ἡμῶν σωτηρίαν·
καὶ διέῤῥηξας τὸ καθ' ἡμῶν χειρόγραφον, διὰ τὴν ἐπὶ τοῦ σταυροῦ τῶν θείων σου παλάμων ἐφάπλωσιν.
Φεῖσαι πάντων, ∆έσποτα φιλόψυχε, ὅτι τὰ σύμπαντα δοῦλασὰ, καὶ παρὰ σοῦ ἡμέτερα ἀφετήρια, καὶ οὐδὲν τῶν ἐπιτηδευμάτων τῶν χειρῶν ἡμῶν·
δι' ὃ τὴν σὴν βασιλείαν δοξάζομεν καὶ ἀνυμνοῦμέν σε, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἅτινα ν...λου...ων... θορων.
Πάσαις ἡμέραις ἕως αἱρετικῶν καὶ ἐθνικῶν.
Ἔμπλησον ἡμᾶς τοῦ σοῦ φόβου, καὶ κατεύθυνον εἰς τὸ ἀγαθόν σου θέλημα·
σὺ γὰρ εἶ ὁ Θεὸς ἡμῶν, καὶ πρέπει σοι δόξα, τιμὴ καὶ προσκύνησις.

Ὁ ἱερεὺς λέγει.
Σῶμα καὶ αἷμα.

Ὁ διάκονος λέγει.
Μετὰ φόβου Θεοῦ πρόσχωμεν.

Ὁ ἱερεὺς ὑψοῖ ∆εσποτικὸν καὶ ἐκφωνήσει·
Τὰ ἅγια τοῖς ἁγίοις.

Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.
Εἷς Πατὴρ ἅγιος, εἷς Υἱὸς ἅγιος, ἓν Πνεῦμα ἅγιον.
Ἀμήν.

Ὁ ἱερεὺς λέγει.
Ὁ Κύριος μετὰ πάντων ὑμῶν.

Ὁ λαὸς λέγει.
Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ ἱερεὺς λέγει.
Εὐλογητὸς Κύριος εἰς τοὺς αἰῶνας.
Ἀμήν.

Ὁ λαὸς λέγει.
Ἀμήν.

Ὁ ἱερεὺς λέγει.
Εἰρήνη πᾶσιν.
Ὁ λαὸς λέγει.
Καὶ τῷ πνεύματί σου.

Ὁ ἱερεὺς λέγει.
Σῶμα ἅγιον καὶ αἷμα τίμιον, ἀληθινὸν, Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ.
Ἀμήν.

Ὁ λαὸς λέγει.
Ἀμήν.

Ὁ ἱερεὺς λέγει.
Σῶμα ἅγιον καὶ αἷμα τίμιον, ἀληθινὸν, Ἰησοῦ Χριστοῦ Υἱοῦ τοῦ Θεοῦ.
Ἀμήν.

Ὁ λαὸς λέγει.
Ἀμήν.

Ὁ ἱερεὺς λέγει.
Σῶμα καὶ αἷμα Ἐμμανουὴλ τοῦ Θεοῦ ἡμῶν, τοῦτό ἐστιν ἀληθῶς.
Ἀμήν.

Ὁ λαὸς λέγει.
Ἀμήν.

Πιστεύω, πιστεύω, πιστεύω καὶ ὁμολογῶ ἕως ἐσχάτης ἀναπνοῆς, ὅτι αὕτη ἐστὶν ἡ σὰρξ ἡ ζωοποιὸς, ἣν ἔλαβες, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐκ τῆς ἁγίας δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας·
καὶ ἐποίησας αὐτὴν μίαν σὺν τῇ θεότητι σου, μὴ ἐν μίξει, μηδὲ ἐν φυρμῷ, μηδὲ ἐν ἀλλοιώσει·
καὶ ἐμαρτύρησας ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν, καὶ παρέδωκεν αὐτὴν ὑπὲρ ἡμῶν πάντων ...
έρων ἐπὶ τοῦ ξύλου τοῦ σταυροῦ τοῦ ἁγίου, ἐν τῷ θελήματί σου.
Ἀληθῶς πιστεύω, ὅτι θεότης σου οὐδ' οὐ μηδέποτε χωρισθεῖσα ἐξ ἀνθρωπότητός σου, ἐν ἀτόμῳ, οὐδὲ ἐν ῥιπῇ ὀφθαλμοῦ.
Μετέδωκας αὐτὴν εἰς λύτρωσιν, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ εἰς ζωὴν τὴν αἰώνιον, τοῖς ἐξ αὐτῆς μεταλαμβάνουσι.
Πιστεύω ὅτι αὕτη ἔστιν ἀληθῶς.
Ἀμήν.

Ὁ λαὸς λέγει.
Ἀμήν.

Ὁ διάκονος λέγει.
Ἐν εἰρήνῃ καὶ ἀγάπῃ.
Ὁ ἱερεὺς ἐκφωνήσει.
Ἀκατάληπτε θεὲ, Λόγε ἀχώρητε, ἀΐδιε, δέχου παρ' ἡμῶν τῶν ἁμαρτωλῶν, ἐξ ἀναξίων χειλέων, ὕμνον, μετὰ τῶν ἄνω δυνάμεων·
σοὶ γὰρ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ σου Πατρὶ, καὶ τῷ ζωοποιῷ σου Πνεύματι εἰς πάντας τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.

Ὁ λαὸς λέγει ψαλμὸν ρνʹ.

Ὁ διάκονος λέγει.
Συνάχθητε καὶ εἰσέλθετε, οἱ διάκονοι, μετ' εὐλαβείας.

Εὐχὴ εὐχαριστίας μετὰ τὴν μετάληψιν τῶν ἁγίων μυστηρίων.

Ὁ διάκονος λέγει.
Ἐπὶ προσευχῆς στάθητε.
Ὁ ἱερεὺς λέγει.
Εἰρήνη πᾶσιν.

Ὁ λαὸς λέγει.
Καὶ τῷ πνεύματί σου.

Ὁ διάκονος λέγει.
Προσεύξασθε ὑπὲρ τῆς ἀξίας μεταλήψεως.

Ὁ λαὸς λέγει.
Κύριε ἐλέησον.

Ὁ ἱερεὺς λέγει τὴν εὐχὴν ταύτην.

Εὐχαριστοῦμέν σοι, Λόγε Θεοῦ ἀληθινὲ, ὁ ἐκ τῆς οὐσίας τοῦ ἀνάρχου Πατρὸς, ὅτι οὕτως ἠγάπησας ἡμᾶς καὶ ἔδωκας σεαυτὸν ὑπὲρ ἡμῶν, ἐσφαγιάσθης.
Κεχάρισας ἡμῖν, διὰ τοῦ ἀχράντου σου σώματος, καὶ τοῦ τιμίου σου αἵματος, τὴν ἀπολύτρωσιν, ὡς κατηξίωσας ἡμᾶς νῦν, φιλάνθρωπε, ἵνα λάβωμεν ἐξ αὐτῶν εὐχαριστία.
∆ιὸ ἐξομολογοῦμέν σοι νῦν, φιλάνθρωπε, ἀγαθὲ, καὶ σοὶ τὴν δόξαν, καὶ τὴν τιμὴν, καὶ τὴν προσκύνησιν διηνεκῶς ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ ἁγίῳ σου Πνεύματι, νῦν, κ.τ.λ.

Ὁ διάκονος λέγει.
Τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

Εὐχὴ τῆς κεφαλοκλισίας.

Ὁ ὢν, ὁ ἦν, ὁ ἐλθὼν εἰς τὸν κόσμον τοῦ φωτίσαι αὐτόν·
ὁ σαρκωθεὶς, ἐνανθρωπήσας, καὶ σταυρωθεὶς δι' ἡμᾶς, καὶ παθὼν ἑκουσίως σαρκὶ, καὶ μείνας ἀπαθὴς, ὡς Θεός·
καὶ ταφεὶς, καὶ ἀναστὰς τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθὼν εἰς οὐρανοὺς, καὶ καθίσας ἐν δεξιᾷ τῆς μεγαλοσύνης τῆς δόξης τοῦ Πατρὸς, τό τε θεῖον, καὶ ἅγιον, καὶ ὁμοούσιον, καὶ ὁμοδύναμον, καὶ ὁμόδοξον, καὶ συναΐδιον Πνεῦμα καταπέμψας ἐπὶ τοὺς ἁγίους σου μαθητὰς, καὶ ἀποστόλους, καὶ διὰ τούτου φωτίσας μὲν αὐτοὺς, δι' αὐτῶν δὲ πᾶσαν τὴν οἰκουμένην, Χριστὲ, ὁ ἀληθινὸς Θεὸς ἡμῶν.
.... καὶ Γαβριὴλ καὶ Ῥαφαήλ.
Καὶ τῶν ἀγγέλων τετραμόρφων ζώων ἀσωμάτων·
καὶ τῶν ἀγγέλων, εἴκοσι τεσσάρων πρεσβυτέρων.
Τοῦ ἁγίου ἐνδόξου, προφήτου, προδρόμου, βαπτιστοῦ, καὶ μάρτυρος Ἰωάννου.
Τοῦ ἁγίου Στεφάνου τοῦ πρωτοδιακόνου καὶ πρωτομάρτυρος.
Τῶν θείων, ἱερῶν, ἐνδόξων ἀποστόλων, ἀθλοφόρων προφητῶν, καὶ καλλινίκων μαρτύρων.
Καὶ τοῦ ἁγίου καὶ μακαρίου Πατρὸς ἡμῶν Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ, καὶ πάντων τῶν ἁγίων σου.
Καὶ σῶσον, καὶ ἐλέησον, καὶ εὐλόγησον πάντα Χριστιανόν.
Καὶ σοὶ τὴν δόξαν καὶ τιμὴν, καὶ προσκύνησιν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεί.
Ἐν εἰρήνῃ τοῦ Θεοῦ ἐτελειώθη ἡ θεία Λειτουργία, ἡ ὡρισμένη τῷ ἐν ἁγίοις Πατρὶ ἡμῶν Θεολόγῳ Γρηγορίῳ.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
 

Your rating: None Average: 3.8 (4 votes)


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

You are missing some Flash content that should appear here! Perhaps your browser cannot display it, or maybe it did not initialize correctly.

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα