Ο Κύριος ημών Ιησούς Χριστός | Ορθόδοξοι Πατέρες Our Lord Jesus Christ | Orthodox Fathers

»»»    Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὰ γενέθλια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον.

Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τὰ γενέθλια τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰς τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον.


Ἀδιήγητον πέλαγος δι' αἰῶνος ἐμφανίζεται σήμερον, ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον. Βυθὸν ἀκατάλημπτον ἐξαντλεῖν ἐπεχείρησα καὶ ὅσον διερευνῶ βαθύτερος ἀναφαίνεται. Γνῶσιν ἀρρήτων καὶ σοφίαν κατοπτεύειν προ θέμενος, τῷ ἀγῶνι βαπτίζομαι τῆς τοιαύτης ζητήσεως. ∆υνάμεις ἠγνόησαν τὸ τοιοῦτο μυστήριον καὶ πῶς ὑποστήσομαι τὰ ἄλεκτα διηγήσασθαι; Ἐχέτω ἡ ἑορτὴ παρ' ἑαυτῇ τὰ ζητήματα πᾶσαν θνητὴν ἔννοιαν νοητῶς ὑπερβαίνοντα. Ζάλη θαλασσῶν πρόκειται ἄπλευστος, ἐκ βυθῶν ἀθεωρήτων τὴν ὑπόστασιν ἔχουσα. Ἡ κτίσις τὸν κτίστην σήμερον ἀνυμνείτω, ἱκετηρίους φωνὰς καὶ ᾠδὴν ἀναπέμπουσα. Θησαυρὸς οὐράνιος ἐν τῷ ἀγρῷ κατοπτεύεται· δραμόντες οὖν κατίδωμεν τὸ τοιοῦτο μυστήριον. Ἴδε πῶς ἡ γῆ τὸν οὐρανὸν ἐμιμήσατο· τὸν γὰρ πρὸ ἑωσφόρου ἥλιον ἁμιλλομένη προβάλλεται. Καταλάμπει τὰ σύμπαντα ἡ τοιαύτη φωταγωγία ἀνύκτερος ὑπάρχουσα καὶ φαεσφόρον διαύγασμα. Λαμπηδόνες θεόπνευστοι οὐρανόθεν προέκυψαν, εἰς ὅλα τὰ πέρατα τῆς οἰκουμένης διέδραμον. Μαρία ὑποδέχεται τὸν ἐν πᾶσιν ἀχώρητον καὶ φέρει ἐν κοιλίᾳ τὸν τοὺς αἰῶνας κρεμάσαντα. Νῦν ὁ κόκκος ἐσπάρη ἐν τῇ χώρᾳ τῆς χάριτος καὶ στάχυν ἐβλάστησεν θεογνωσίας πολυφόρον. Ξενίζει τοὺς ὁρῶντας ἡ τοιαύτη ὑπόθεσις, πῶς ἡ θάλασσα τὴν ἄβυσσον περιβάλλεται. Ὁ πολύτιμος μαργαρίτης ἐν τῷ ὀστράκῳ κεκόλληται καὶ τοῦτον ὡς ἔμπορος Ἰωσὴφ ἀνεζήτησεν. Παιδίον μαστεύεται ἐν ἀγκάλαις μητρὸς καὶ τρέφει τὰ σύμπαντα, διὰ παντὸς ἐσθιόμενος. Ῥάβδος ἄνθος ἐβλάστησεν καὶ ῥίζαν εἰς βάθος διέδωκεν, ἀστὴρ ἀστέρα προβάλλεται καὶ φάτνη τὸν τόκον ἀσπάζεται. Σπάργανα πυρὶ ἐνειλίττονται καὶ μείωσις τούτων οὐ γίνεται· ζῷα ζῳὴν ἀναμάττονται καὶ σπήλαιον, φῶς ὑποδέχεται. Τρέχει πρώτη Βαβυλὼν ἐκ Περσίδος δῶρα κομίζουσα, Αἰθιοπία δὲ φθάζει, χερσὶν Θεὸν ὑποδέξασθαι. Ὑμνῳδοῦσιν ἄγγελοι καὶ ποιμένες ψάλλουσι, ἄνθρωποι δόξαν Θεῷ προσκομίζουσι, καὶ ἐπὶ γῆς εἰρήνην γνωρίζοντες. Φόβῳ Σαλώμη συνέχεται καὶ φωνῇ τὸν κριτὴν ἐκμειλίττεται, ∆εσπότην τὸν τεχθέντα ὡμολόγησεν καὶ οἰκείας πληγῆς ἠλευθέρωται. Χερσὶν βαστάζει τὸν ἄχραντον καὶ χαρὰν ἐπέγνω σωτήριον. Ψυχαὶ δικαίων ἀγάλλονται καὶ χοροὶ βροτῶν εὐφραίνονται, ἡ ἔρημος πόλις ἐπέγνωσται, βασιλέως ἐνδημήσαντος. Ὡς ὁ τόκος ἄλεκτος, καὶ ἡ μήτηρ ἀμίαντος· καὶ διὰ ταῦτα πάντα ἀδιήγητον δι' αἰῶνος ἐμφανίζεται πέλαγος ἐρεύνης ἀνθρωπίνης βαθύτερον ὑπάρχον.

Ὦ σύλληψις ἄλεκτος καὶ τόκος ἀτράκτευτος, ὦ ἐνθυμήσεως πράγματα καὶ ἐκπλήξεως θαύματα, ὦ παρθένε ἀνύμφευτε καὶ μόνη μετὰ τὸν τόκον ἀμίαντε. Ὁρῶ τὴν παρθένον πόλιν τὸν βασιλέα ἐγκολπιζομένην, ὁρῶ ναὸν ἔνθεον τὸν ἐν ὑψίστοις σκηνώσαντα καὶ ἐν αὐτῷ ἱερουργήσαντα, ὁρῶ κιβωτὸν ἁγίαν τὴν διαθήκην περισφίγγουσαν, ὁρῶ στάμνον χρυσῆν τὸ μάννα προβαλλομένην, ὁρῶ στήλην ἄλυτον τὸν χαρακτῆρα βαστάζουσαν.

Ὦ τοῦ θαύματος· ἐκ δρόσου πῦρ λατομεῖται καὶ ἐξ ὕλης φλὸξ ἐξάπτεται, ἡ βάτος φλόγα ἐνδύεται καὶ τὸ ὄρος μείωσιν οὐκ ἐπιδέχεται· ἴχνη Θεοῦ κατοπτεύονται καὶ ἔρευνα ζητήσεως οὐ γινώσκεται.

Πλείω τοῦ ἐπὶ τῆς κοσμοπιΐας ὑποκειμένου οὐρανοῦ, ἄλλον ἐπίγειον οὐρανὸν θεωρῶ· ἐκεῖνος τῷ λόγῳ Κυρίου ἀφιλονείκως βαστάζεται καὶ οὗτος τῷ τόκῳ Κυρίου ἀνερμηνεύτως λαμπρύνεται, ἐκεῖνος προβάλλεται ἥλιον αἰσθητὸν καὶ οὗτος ἐξέλαμψεν ἥλιον νοητόν.

Ἀντὶ ἑωσφόρου ἔδειξεν τὸν πρὸ ἑωσφόρου, ἀντὶ σελήνης τὴν μήτραν τὴν ἄλοχον, ἀντὶ ἀστέρων τὴν τῆς γαστρὸς καθαρότητα, ἀντὶ τῶν νεφῶν τὸ ἐκ τοῦ σώματος περιβόλαιον· ὄντως οὐρανὸν ὁρῶ τὴν παρθένον τῇ σήμερον πλέον τοῦ ἐπὶ τῆς κοσμοποιΐας ταῖς ἀρεταῖς ἀπαστράπτουσαν.

∆ίχα χειρῶν ἐπιλήψεως ἐξ ὄρους λίθος λαξεύεται ὅνπερ προϊστόρησεν ∆ανιὴλ ὁ σοφώτατος. Ἀνὴρ οὐ πάρεστι πρὸς συνάφειαν καὶ μήτηρ τέτοκεν τὴν ἀλήθειαν, ἡ πύλη τοῦ παλατίου ὁρᾶτο ἠσφαλισμένη καὶ ἔνδον ἐν τῷ κοιτῶνι ὁ βασιλεὺς ἐγνωρίζετο.

Σὺ ἐριζώθης, παρθένε, ὡς κέδρος ἐν τῷ λιβάνῳ· ὡς γὰρ παράδεισος Κυρίου ἔδωκας εὐωδίαν. Σὺ ὡς φοῖνιξ ὑψώθης ἐν δόξῃ· τῆς γὰρ σῆς γλυκύτητος ἡ οἰκουμένη πεπλήρωται. Σὺ ὡς ἐλαία εὐπρεπὴς καρπὸν προήνεγκας δόξης καὶ τὸ ἄνθος σου ἄρωμα εὐωδίας

Σὺ ὡς ἄμπελος ἐβλάστησας βότρυν καὶ ἡ εὐφροσύνη τοῦ οἴνου σου πίνεται καὶ οὐ λείπεται. Σὺ ὡς λίβανος, λίβανον προσεδέξω καὶ ὡς σμύρνα ἐκλεκτή, χρυσὸν καὶ σμύρνα σοι προσηνέχθη. Σὺ ὡς τερέβινθος ἐξέτεινας κλάδους καὶ ὑπὸ τὴν σκέπην αὐτοῦ ἔθνη πεπλανημένα κατέδραμον.

Σὺ ὡς πλάτανος ἀνυψώθης ἐφ' ὕδατος, τὴν γὰρ πηγὴν τῆς ζωῆς ἐν τῇ κοιλίᾳ ἐβάστασας. Σὺ ὡς ῥόδον εὔχροον ἐν γυναιξὶν ἀνεβλάστησας καὶ ὡς κρίνον ἀδιάφθορον τὴν εὐωδίαν ἐξέπεμψας. Σὺ πρὸ τοῦ αἰῶνος Θεὸν βαστάσαι προώρισαι καὶ ἕως τοῦ αἰῶνος διαμένει ἡ λοχεία σου. Σὺ μήτηρ τῆς ἀγάπης.

Τοὺς γὰρ ἐπαίνους σου ἀναγγέλλουσι λαοὶ καὶ τὴν δόξαν σου ἀπαγγελεῖ ἡ ἐκκλησία· ἐν γὰρ τῷ ἀναλαμβάνειν σε στολὴν δόξης, υἱὸν Θεοῦ τέτοκας πρὸς ὃν κράζει ὁ Πατήρ· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε».

«Κύριος εἶπεν πρός με· «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε»· οὐκ ἔχω μετὰ σὲ ὡς σὲ διὰ σέ· εἷς γὰρ ἐξ ἑνός· «ἐγὼ σήμερον γεγέννηκά σε» εἰς ἄλειμμα ἀθλούντων καὶ βασιλέα τυραννουμένων· «ἐγὼ σήμερον γεγέννηκά σε», εἰς γαλήνην πολεμουμένων καὶ δόξαν ἀπεγνωσμένων.

«Ἐγὼ σήμερον γεγέννηκά σε», εἰς ἐκδίκησιν διωκομένων καὶ ζωὴν τεθανατωμένων, εἰς ἦθος χρηστὸν καὶ θειοτέραν βελτίωσιν· «ἐγὼ σήμερον γεγέννηκά σε», συγκληρονόμον μετὰ σὲ ἢ σὺν σοὶ οὐ προέκρινα.

Ἀρρήτως, ἀρρεύστως, ἀφράστως, ἀφθάρτως «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε»· πάντα τὰ τῆς φύσεως ἐπεκένωσα, ἔχων ὡς ἐμαυτὸν καὶ σὲ Υἱὸν ἐπικόλπιον· ἰσορρόπῳ γὰρ βουλήσει Βασιλέα σε ἔχρισα· «ἐγὼ σήμερον γεγέννηκά σε», ἀφιλονείκως ἐξαπλώσας τῇ θελήσει τὴν δύναμιν, βουληθεὶς Υἱὸν γεννῆσαι, Θεὸν ἐγέννησα τέλειον.

«Ἐγὼ σήμερον γεγέννηκά σε·» οὐ παρῆν αἰὼν εἰς τὴν τοῦ γεννήσαντος προαίρεσιν, οὐ μεσιτεία τινὸς ἵνα φθάσῃ τὸ γέννημα, οὐκ ἐνθύμημα ἀγγέλων, τὸ νόημα βαθύτερον ὑπάρχον, οὐ χρόνος, οὐ διάστημα, οὐ βραδυτὴς σκέψεως, ἀλλ' ὅλον ἑαυτὸν εἰς τὸν παῖδα μεταβαλὼν. «Ἐγὼ σήμερον γεγέννηκά σε».

«Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά», Κυρίου ἐπιδημήσαντος ἀνακαινίσαι τὰ σύμπαντα ἵνα κόσμος ὁ ἄκοσμος πάλιν ἄνωθεν κοσμηθῇ; «Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη»; Τὴν ἐκ τοῦ σώματος μορφὴν ἑκουσίως ἑλόμενος, τὸ πλανώμενον πρόβατον ζητήσας κατέσπευσεν.

«Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη», βασιλέως παρόντος τὸν ἀντάρτην χειρώσασθαι ἵνα τῆς πρώτης φθορᾶς ἐλευθερώσῃ τὸν ἄνθρωπον; «Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη», ποιμένος ἐνδημοῦντος ἐμφράξαι φάρυγγα ἄπληστον, ἵνα μὴ πάλιν ὁ ὄφις ἀρχαίαν δάκῃ πλευράν;

«Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη»; Ἐν τῷ τῆς γαστρὸς ἱστῷ ἐξυφάνας τὸ τῆς θεότητος ἔνδυμα, ἐνέδυσεν τὸν κόσμον ἀφθαρσίας ἱμάτιον. «Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη»; Ἄνω ἀμήτωρ Υἱὸς καὶ κάτω ἀπάτωρ ὂν βρέφος· οὐ γὰρ ἄνθρωπος προέκοψεν εἰς Θεὸν, ἀλλὰ Θεὸς ἀνεδέξατο ἄνθρωπον.

«Καὶ ἵνα τί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά»; Ἐφρύαξαν ἔθνη τὰ ἑλληνικά, ἐμελέτησαν λαοὶ Ἰουδαϊκοὶ κενά. Τί φρυάττετε καὶ οὐ φρίττετε καὶ μελετᾶτε κενὰ καὶ οὐκ ἐνθυμεῖσθε ὅτι ἐκ παρθένου προελήλυθεν Υἱὸς ὁ ὑπάρχων τῆς τεκούσης δημιουργός;

Ὁ νόμος προεδήλωσεν καὶ οἱ προφῆται προανεφώνησαν καὶ οὐ σιωπῇ ἐγένετο τὸ τοιοῦτο μυστήριον. Καὶ ὑμεῖς μελετᾶτε «κενὰ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ».

Εἰ μὲν ἠγνόεις τὸ πρᾶγμα, παράνομε Ἰουδαῖε, δικαίως καὶ ἐζήτεις τὸν τρόπον· οὐκ ἤκουσας πάλαι Ἠσαΐου ἐν προφήταις κράζοντος· «Ἀκούσατε δὴ, οἶκος ∆αυίδ, μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχει ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σήμειον· ἰδοῦ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱὸν καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.»

Καὶ σὺ παρακαλύπτων τὴν ἀψευδῆ τοῦ προφήτου φωνὴν μελετᾷς κενὰ κατὰ τοῦ Χριστοῦ· Ἰδοῦ ἡ παρθένος ἔτεκεν καὶ πάλιν παρθένος ἔμεινεν, ἰδοῦ ἡ παρθένος ἡ τὸν ἀχώρητον χωρητῶς ἀφιλονείκως ἐν τῇ κοιλίᾳ χωρήσασα, ἰδοῦ ἡ παρθένος ἡ τὸ πῦρ τῆς θεότητος ἀγκάλαις ὑποδεξαμένη καὶ ὡς βάτος μὴ φλεγομένη, ἰδοῦ ἡ παρθένος ἡ τὴν προκόσμιον εἰκόνα τοῦ Θεοῦ ὡς στήλη βαστάσασα καὶ ἀσάλευτος διαμείνασα.

Ἰδοῦ ἡ παρθένος ἡ ὑπὸ ἀγγέλων ἀνατραφεῖσα, αὐξηθεῖσα, σφραγισθεῖσα, μνηστευθεῖσα. φυλαχθεῖσα, ἁγιασθεῖσα, νυμφευθεῖσα καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ γενεαλογηθεῖσα. «Τοῦ γὰρ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν». Οὕτως; Πῶς ἦν ἡ γέννησις Ἰησοῦ Χριστοῦ; Παρθένος τις ἦν ἐκ φυλῆς Ἰουδᾶ, τὸ δαυιτικὸν κατάγουσα γένος, πατρὸς Ἰωακεὶμ, μητρὸς Ἄννας, ἀπὸ Βηθλεὲμ τῆς κώμης, ἥτις οἶκος ἄρτου ἑρμηνεύεται.

Ὑπῆρχεν ἡ παῖς γένει βασιλικῷ καὶ πασῇ ἀρετῇ ἐκεκόσμητο, τὸ ἐκ δαυιτικῆς ῥίζης διασώζουσα κάλλος, καθαρὰ καὶ ἄσυλος χώρα· αὐτὴ ὑπῆρχεν ἐν οἴκῳ τῶν γεννητόρων εὐγενῶς τρεφομένη, παλάτιον περιηνθισμένον, σφραγῖδι βασιλικῇ φυλαττομένη, λαμπὰς θεοπτίαν φέρουσα τῷ παντὶ κατέλαμπε κόσμῳ, ὡς δέσποινα ὑπεροπτεύετο τὸ ἐν γυναιξὶν αἰδέσιμον ἐμφανίζουσα.

Ἐν ναῷ Κυρίου ὡς περιστερὰ ἀφωρισμένη, ὁσίῳ ἀνδρὶ μνηστεύεται τῷ Ἰωσὴφ, περὶ τὸ δαυιτικὸν ἀγχιστεύοντι γένος. ∆έχεται οὖν τὴν οἰκείωσιν τῆς μνηστείας ὁ Ἰωσὴφ καὶ ὡμολόγησεν τὸ συνάλλαγμα, ἠγνοηκὼς τοῦ μέλλοντος τὸ ἀντάλλαγμα.

Τί γάρ φησιν; «Εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου». Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὢν ἐλογίσατο μήτε ἀνακρῖναι, ἐπειδὴ Θεοῦ συνέργεια ἦν, μήτε παραδειγματίσαι διὰ τὸ εὐγενὲς καὶ ὑπερβάλλον τῆς κόρης, μήτε ἀναγγεῖλαι τινὶ διὰ τὴν ἐπισκιάσασαν δύναμιν, ἀλλ' ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.

Ἄγγελος δὲ Κυρίου κατ' ὄναρ φαίνεται λέγων αὐτῷ· «Ἰωσὴφ, υἱὸς ∆αυὶδ, τί ἀπολῦσαι λάθρα ζητεῖς τὴν πάλαι ὑπὸ τῶν προφητῶν προαναφωνηθεῖσαν ἀμνάδα; Τί ἀπολῦσαι λάθρα ζητεῖς τὴν ἀσύλητον χώραν καὶ οὐράνιον ὑποδεξαμένην καρπόν; Τί ἀπολῦσαι λάθρα ζητεῖς τὴν τὸ πῦρ τῆς θεότητος ἀμειώτως χωρήσασαν καὶ ξένην τοῦ ἐπὶ τοῦ Σινὰ Θεοῦ παρουσίαν ἐμφανίζουσαν;

Ἀλλὰ «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου· τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν».

Ὦ δέσποτα, διὰ τί μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον; Πλησίον ἑστὼς οὐ τολμῶ καθορᾶν τὴν ἐν αὐτῇ ἐπισκιάσασαν δύναμιν καὶ μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον; Φλὸξ ὅλη μεταμεμόρφωται· ἐκεῖνον γὰρ ἐν κοιλίᾳ φέρει τὸν κορυφὰς ὀρέων συγκαίοντα ἐν ὀργῇ καὶ φλόγα στολίζοντα τὰς ἀσωμάτους δυνάμεις· κἀγὼ μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον;

Αὐστηρῷ τῷ βλέμματι καταπλήττει τοὺς ὁρῶντας καὶ ἀπαρνουμένη τὸ γένος εἰς θεοπτίαν τινὰ ἡ παῖς μεταμεμόρφωται καὶ ἄλλον τινὰ χαρακτῆρα φέρει τῆς ὄψεως· κἀγὼ μὴ φοβηθῶ παραλαβεῖν τὴν παρθένον;

Σὺ ἐμεσίτευσας τῇ παρθένῳ τὸν τόκον· συνήγορος ἐγένου τοῦ ὁρωμένου θεάματος. Σὺ τὴν κόρην εἰς ἑτέραν μετέδωκας ἀφομοίωσιν, ἔδωκας ἀσπασμὸν καὶ συνέλαβεν τὸν ἱλασμὸν, εἶπας «Χαῖρε» καὶ ὁ Λόγος ἐν αὐτῇ σὰρξ ἐγένετο. Καὶ σὺ, ὁ ἐν ταῖς ἄνω δυνάμεσιν, ἀντωπῆσαι τῷ ἀποστείλαντί σε μὴ δυνάμενος, ἐμοὶ τῷ ἐν ὑλώδει κειμένῳ βίῳ λέγεις· «Μὴ φοβηθῇς παραλαβεῖν τὴν παρθένον;

Λειτουργῶ τῷ τόκῳ ἀλλ' οὐχ ὑπουργῶ τῷ τρόπῳ· καθορῶ τὸ φῶς ἀλλ' οὐκ ἐρευνῶ τὸ πῶς· συγκρίνω τὰ κατ' ἐμὲ ἀλλ' οὐκ ἀνακρίνω τὰ ὑπὲρ ἐμέ· τῆς γαστρὸς στενάζω τὸν ὄγκον ἀλλὰ καὶ τῆς φύσεως πείθομαι τῷ ὅρῳ. Ἀπολύσω; Ἀλλ' οὐ συμφέρει. Ἀνακρίνω; Ἀλλ' οὐχ ὑπομένω. Ἐρευνήσω; Ἀλλ' οὐκ ἐξιχνιάσω. Προσέλθω τῷ νόμῳ; Ἀλλ' ἀντιλέγω τῷ ἐν αὐτῇ χρηματίζοντι βασιλεῖ.

Τί λέγεις ὅτι «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου»; Γυναῖκα ἐμὴν ποίαν; ἀνδρείῳ ζυγῷ μὴ ὑποζευγθεῖσαν ἀλλὰ ναὸν τοῦ ∆εσπότου ἀναδειχθεῖσαν; Λέγεις γυναῖκα ἐμήν· διὰ τί;

∆οῦλος ἐγὼ τῆς παρθένου, ὦ δέσποτα, καὶ οὐκ ἀνήρ, φρουρεὺς καὶ οὐ κύριος, παραθηκοφύλαξ καὶ οὐ σύζυγος, οἰκέτης καὶ οὐ νυμφίος. Ἐὰν φεύγῃ εἰς Αἴγυπτον, οὐκ ἀπολιμπανοῦμαι· ἐὰν τίκτῃ, ἐφίστα μαι· μαστεύει καὶ θαμβοῦμαι. Ἐκ γὰρ τῆς ἀκροτόμου πέτρας, βρύει γάλα ζωῆς καὶ παρέχει πᾶσιν τροφήν.

Ἐκ ταύτης τῆς ἁγίας παρθένου προῆλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

No votes yet


Ὅλα ἀρχίζουν ἐδῶ

Κάθε λογισμὸς καὶ κάθε αἴσθηση ὁδηγοῦν σταδιακὰ τὴν ψυχὴ εἴτε πρὸς τὸν παράδεισο εἴτε πρὸς τὴν κόλαση.

Ἄν ὁ λογισμὸς εἶναι ἔλλογος, τότε συνδέει τὸν ἄνθρωπο μὲ τὸν Θεὸ Λόγο, μὲ τὸν ὕψιστο Λογισμό, μὲ τὴν Παναξία, πρᾶγμα ποὺ εἶναι ἤδη ὁ παράδεισος.

παράδεισος

Ἐάν πάλι εἶναι ἄλογος ὁ λογισμὸς ἤ καὶ παράλογος, τότε συνδέει ἀναπόφευκτα τὸν ἄνθρωπο μὲ τὸν Παράλογο, τὸν Ἀνόητο, μὲ τὸν διάβολο, πρᾶγμα ποὺ εἶναι ἤδη ἡ κόλαση.

Ὅσα ἰσχύουν γιὰ τὸν λογισμὸ, ἰσχύουν καὶ γιὰ τις αἰσθήσεις. Ὅλα ἀρχίζουν ἐδῶ, ἀπὸ τὴν γῆ: καὶ ὁ παράδεισος μὰ καὶ ἡ κόλαση τοῦ ἀνθρώπου.

Ἰουστῖνος Πόποβιτς

Ο Ζυγός της Δικαιοσύνης

Ο Ζυγός της Δικαιοσύνης

Η Θεία Λειτουργία

The Arabic Divine Liturgy of St. John Chrysostomos

The Turkish Divine Liturgy of St. John Chrysostomos

 

Άγιοι Τόποι

24 Ώρες στους Αγίους Τόπους, Οδοιπορικό σε Μονές 20/04/2019

24 Ώρες στο Πατριαρχείο Ιεροσολύμων 25/04/2019

24 Ώρες στα Βήματα του Χριστού 27/04/2019

Αγίου Ιωάννου Χρυσοστόμου

Ἐγὼ πατὴρ, ἐγὼ ἀδελφὸς, ἐγὼ νυμφίος, ἐγὼ οἰκία, ἐγὼ τροφὴ, ἐγὼ ἱμάτιον, ἐγὼ ῥίζα, ἐγὼ θεμέλιος, πᾶν ὅπερ ἂν θέλῃς ἐγώ· μηδενὸς ἐν χρείᾳ καταστῇς. Ἐγὼ καὶ δουλεύσω· ἦλθον γὰρ διακονῆσαι, οὐ διακονηθῆναι. Ἐγὼ καὶ φίλος, καὶ μέλος, καὶ κεφαλὴ, καὶ ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ, πάντα ἐγώ· μόνον οἰκείως ἔχε πρὸς ἐμέ. Ἐγὼ πένης διὰ σέ· καὶ ἀλήτης διὰ σέ· ἐπὶ σταυροῦ διὰ σὲ, ἐπὶ τάφου διὰ σέ· ἄνω ὑπὲρ σοῦ ἐντυγχάνω τῷ Πατρὶ, κάτω ὑπὲρ σοῦ πρεσβευτὴς παραγέγονα παρὰ τοῦ Πατρός. Πάντα μοι σὺ, καὶ ἀδελφὸς, καὶ συγκληρονόμος, καὶ φίλος, καὶ μέλος. Τί πλέον θέλεις; τί τὸν φιλοῦντα ἀποστρέφῃ; τί τῷ κόσμῳ κάμνεις; τί εἰς πίθον ἀντλεῖς τετρημένον;  περισσότερα »»»

Η Ελλάδα και ο Υμνος της Ελευθερίας

Ελληνική σημαία - Ελλάς - Ελευθερία

Υπεραγία Παρθένος Θεοτόκος Μαρία

Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. (Ψαλ. 32, 10-11)

εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. (Τιμ.Α 5,8)

Ἅγιος Ἀντώνιος ὁ Μέγας

Οἱ ἄνθρωποι καταχρηστικά λέγονται λογικοί. Δεν εἶναι λογικοὶ ὅσοι ἔμαθαν ἀπλῶς τὰ λόγια καὶ τὰ βιβλία τῶν ἀρχαίων σοφῶν, ἀλλ' ὅσοι ἔχουν τὴ λογικὴ ψυχὴ καὶ μποροῦν νὰ διακρίνουν ποιὸ εἶναι τὸ καλὸ καἰ ποιὸ τὸ κακό καὶ ἀποφεύγουν τὰ πονηρὰ καὶ βλαβερὰ στὴν ψυχή, τὰ δὲ ἀγαθὰ καὶ ψυχωφελῆ, τὰ ἀποκτοῦν πρόθυμα μὲ τὴ μελέτη καὶ τὰ ἐφαρμόζουν μὲ πολλὴ εὐχαριστία πρὸς τὸν Θεό. Αὐτοὶ μόνοι πρέπει νὰ λέγονται ἀληθινὰ λογικοὶ ἄνθρωποι.

St Antony the Great

Ἐφ᾿ ὅσον ἐννοεῖς τὰ περὶ Θεοῦ, νὰ εἶσαι εὐσεβής, χωρὶς φθόνο, ἀγαθός, σώφρων, πράος, χαριστικὸς κατὰ δύναμιν, κοινωνικός, ἀφιλόνεικος καὶ τὰ ὅμοια. Διότι αὐτὸ εἶναι τὸ ἀπαραβίαστο ἀπόκτημα τῆς ψυχῆς, νὰ ἀρέσει στὸ Θεὸ μὲ τέτοιες πράξεις καὶ μὲ τὸ νὰ μὴν κρίνει κανέναν καὶ νὰ λέει γιὰ κανέναν, ὅτι ὁ δείνα εἶναι κακὸς καὶ ἁμάρτησε. Ἀλλὰ καλλίτερο εἶναι νὰ συζητᾶμε τὰ δικά μας κακά, καὶ νὰ ἐρευνᾶμε μέσα μας τὴ δική μας πολιτεία, ἐὰν εἶναι ἀρεστὴ στὸ Θεό. Διότι, τί μᾶς μέλει ἐμᾶς, ἐὰν ὁ ἄλλος εἶναι πονηρός;

Ἅγιος Ἰουστῖνος Πόποβιτς

Ἡ αἰωνιότητα εἶναι φρικιαστικὴ δίχως Θεάνθρωπο, γιατὶ καὶ ὁ ἄνθρωπος εἶναι φοβερὸς δίχως τὸν Θεάνθρωπο. Καθετὶ τὸ ἀνθρώπινο, μονάχα στὸν Θεάνθρωπο ἔχει τὴν τελικὴ καὶ λογικὴ του ἑρμηνεία. Δίχως τὸν θαυμαστὸ Κύριο Ἰησοῦ Χριστό, ὅλα τὰ ἀνθρώπινα μεταβάλλονται ἀναπόφευκτα σὲ χάος, σὲ φρίκη, σὲ θάνατο, σὲ κόλαση: ἡ φρόνηση σὲ ἀφροσύνη, ἡ αἴσθηση σὲ ἀπόγνωση, ἡ ἐπιθυμία σὲ αὐτοδιάσπαση μέσα ἀπὸ τὴν αὐτοθέωση ἤ τὴν αὐτοεξουθένωση.

περισσότερα